Humanitext Reader

ストラボン · 地理誌 §17.1.14-17.1.15

西方沿岸の港湾とマレイア湖周辺の産物

551 / 577 箇所 · ギリシア語

要旨

カタバトモスからアレクサンドリアに至る沿岸地域の地理的特徴、港湾、村落、そしてマレイア湖周辺の良質なワイン生産について説明し、続いてエジプトの湿地帯に自生するパピルスやエジプト豆の利用法、人工的な供給制限による収益確保の手法について記述している。

§17.1.14Ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος·
カタバトモスからパライトニオンへ直進して航海する者にとって、その航路は九百スタディオンである。
πόλις δʼ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων·
そこには都市とおよそ四十スタディオンの大きな港がある。
καλοῦσι δʼ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δʼ Ἀμμωνίαν.
ある人々はその都市をパライトニオンと呼び、他の人々はアッモニアと呼んでいる。
μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα·
その間には、エジプト人の村、エネシシピュラ岬、そして港を持つ四つの小島であるテュンダレオス岩礁がある。
εἶθʼ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφʼ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε·
次いで、ドレパノン岬、港を持つエネシッペイア島、そしてアピス村があり、そこからパライトニオンまでは百スタディオン、アモンの神殿までは五日間の道のりである。
ἀπὸ δὲ τοῦ Παραιτονίου χίλιοί που καὶ τριακόσιοι στάδιοι.
また、パライトニオンからはおよそ千三百スタディオンである。
μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη· ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη· εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα· εἶτʼ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης·
その間には、第一に「白い海岸」と呼ばれる白土の岬があり、次いでポイニクス港とプニゲウス村があり、それから港を持つシドニア島があり、その少し海から離れたところにアンティプライがある。
ἅπασα μὲν ἡ χώρα αὕτη οὐκ εὔοινος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, ᾧ δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων· σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι.
この地方全体は良いワインを産せず、陶器の瓶がワインよりも多くの海水を含んでしまうほどであり、彼らはこれをリビア・ワインと呼んでいる。 アレクサンドリアの一般大衆はこのワインとビールを主に使用しており、特にアンティプライはからかわれている。
εἶθʼ ὁ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν· ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον·
次いで、近くの黒い岩が獣皮に似ていることからそう呼ばれるデリス港があり、人々はその近くの場所をゼピュリオンとも呼んでいる。
εἶτʼ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους· εἶτα Κυνὸς σῆμα· εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην·
それから別の港であるレウカスピスや他の多くの港があり、次いで「犬の墓」があり、次いで海に面していない、大祭が行われるタポセイリスがある。
καὶ ἄλλη δʼ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς·
また、都市のかなり向こう側にも別のタポセイリスがある。
αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὥραν ἔτους·
その近くには海に面した岩がちな場所があり、そこ自体も年間を通じて多くの宴楽者を受け入れている。
εἶθʼ ἡ Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις.
次いでプリンティネ、ニキアスの村、そしてチェロネソス要塞があり、すでにアレクサンドリアとネクロポリスに近く、七十スタディオンの距離にある。
ἡ δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δʼ ἐλαττόνων ἢ τριακοσίων.
マレイア湖はここまで延びており、幅は百五十スタディオン以上、長さは三百スタディオン未満である。
ἔχει δʼ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντʼ οἰκούμενα καλῶς·
そこには八つの島があり、周囲はすべて良く開拓されている。
εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον.
この地域一帯は良質なワインを産出するため、マレオーティス・ワインは熟成のために樽に詰められる。
§17.1.15φύεται δʼ ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσι καὶ ταῖς λίμναις ἥ τε βύβλος καὶ ὁ Αἰγύπτιος κύαμος ἐξ οὗ τὸ κιβώριον, σχεδόν τι ἰσοΰψεις ῥάβδοι ὅσον δεκάποδες.
エジプトの湿地や湖には、パピルスと、そこからキボリオンが作られるエジプト豆の両方が自生しており、それらはほぼ同じ高さで、十フィートほどの茎である。
ἀλλʼ ἡ μὲν βύβλος ψιλὴ ῥάβδος ἐστὶν ἐπʼ ἄκρῳ χαίτην ἔχουσα, ὁ δὲ κύαμος κατὰ πολλὰ μέρη φύλλα καὶ ἄνθη ἐκφέρει καὶ καρπὸν ὅμοιον τῷ παρʼ ἡμῖν κυάμῳ, μεγέθει μόνον καὶ γεύσει διαλλάττοντα.
しかし、パピルスは先端にふさ飾りがあるだけの裸の茎であり、エジプト豆は多くの場所に葉と花をつけ、我々の身近な豆に似た実を結び、ただ大きさと味だけが異なっている。
οἱ οὖν κυαμῶνες ἡδεῖαν ὄψιν παρέχουσι καὶ τέρψιν τοῖς ἐνευωχεῖσθαι βουλομένοις·
したがって、これらの豆畑は、その中で宴会を楽しみたいと望む人々に愉快な眺めと娯楽を提供する。
εὐωχοῦνται δʼ ἐν σκάφαις θαλαμηγοῖς, ἐνδύνοντες εἰς τὸ πύκνωμα τῶν κυάμων καὶ σκιαζόμενοι τοῖς φύλλοις·
彼らは客室付きの舟の中で宴会を行い、豆の茂みの中に入り込んで、その葉に遮られて影を作る。
ἔστι γὰρ σφόδρα μεγάλα ὥστε καὶ ἀντὶ ποτηρίων καὶ τρυβλίων χρῆσθαι·
なぜなら、葉は非常に大きいので、コップや皿の代わりにさえ使われるからである。
ἔχει γάρ τινα καὶ κοιλότητα ἐπιτηδείαν πρὸς τοῦτο·
それにはこの用途に適したある種の窪みがあるのだ。
καὶ δὴ καὶ ἡ Ἀλεξάνδρεια μεστὴ τούτων ἐστὶ κατὰ τὰ ἐργαστήρια ὡς σκεύεσι χρωμένων·
そして実際、アレクサンドリアの店々はこれらで満ちており、人々は容器としてこれらを使用している。
καὶ οἱ ἀγροὶ μίαν τινὰ τῶν προσόδων καὶ ταύτην ἔχουσι τὴν ἀπὸ τῶν φύλλων.
また、農地もその葉からの収入を、一つの貴重な財源としている。
ὁ μὲν δὴ κύαμος τοιοῦτος, ἡ δὲ βύβλος ἐνταῦθα μὲν οὐ πολλὴ φύεται (οὐ γὰρ ἀσκεῖται), ἐν δὲ τοῖς κάτω μέρεσι τοῦ Δέλτα πολλή, ἡ μὲν χείρων, ἡ δὲ βελτίων ἡ ἱερατική·
エジプト豆はこのようなものであるが、パピルスはここでは多くは自生していない(栽培されていないからである)。 しかし、デルタの下流地方には多く自生しており、品質の劣るものと、神官用と呼ばれる品質の優れたものがある。
κἀνταῦθα δέ τινες τῶν τὰς προσόδους ἐπεκτείνειν βουλομένων μετήνεγκαν τὴν Ἰουδαϊκὴν ἐντρέχειαν, ἣν ἐκεῖνοι παρεῦρον ἐπὶ τοῦ φοίνικος καὶ μάλιστα τοῦ καρυωτοῦ, καὶ τοῦ βαλσάμου·
工程やそこでも、歳入を増やそうと望む一部の者たちが、ユダヤ人の抜け目のない手法を導入した。 それは彼らがナツメヤシ(特にカリュオートスと呼ばれるもの)やバルサムにおいて編み出した方法である。
οὐ γὰρ ἐῶσι πολλαχοῦ φύεσθαι, τῇ δὲ σπάνει τιμὴν ἐπιτιθέντες τὴν πρόσοδον οὕτως αὔξουσι, τὴν δὲ κοινὴν χρείαν διαλυμαίνονται.
すなわち、それらを多くの場所で栽培することを許さず、希少性によって価格を吊り上げることで歳入を増やし、共同体の利便性を損なうのである。

語釈・文法注

  1. 17.1.14εὐθυπλοοῦντι — 「直進して航海する者にとって」という与格(関与の与格)。航海する際の距離を示す基準として、与格分詞が条件節の役割を果たしている。
  2. 17.1.14εἰς δὲ Ἄμμωνος — 前置詞 εἰς の後ろに属格 Ἄμμωνος が続くことで、「神殿」や「神託所」(ἱερόν)といった名詞が省略されている。「アモンの神殿まで」を意味する一般的なギリシア語の表現。
  3. 17.1.14πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον — 属格独立(絶対属格)構文。「陶器の瓶がワインよりも多くの海水を含んでしまうため」という意味。リビアのワインの質の悪さ、または瓶を海水で処理する粗悪な製法をユーモラスに描写している。
  4. 17.1.15Ἰουδαϊκὴν ἐντρέχειαν — 「ユダヤ人の抜け目なさ(便法)」を意味し、作物の生産を人為的に制限して過少供給にすることで価格を吊り上げ、税収や収益を最大化する独占的な市場統制手法を批判的に指している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.14-17.1.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.14-17.1.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。