Humanitext Reader

斯特拉波 · 地理学 §17.1.14-17.1.15

西部沿岸港口与马雷亚湖周边的产物

第 551 段,共 577 段 · 希腊语

内容简介

描述了从卡塔巴斯莫斯到亚历山大里亚沿海地区的地理特征、港口、村庄以及马雷亚湖周边的优质葡萄酒生产,随后讨论了沼泽中纸草和埃及豆的用途,以及引入自犹太的限制产量以增加收入的垄断贸易手段。

§17.1.14Ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος·
因此,对于从卡塔巴斯莫斯直航到帕赖托尼乌姆的人而言,航程为九百斯塔迪翁。
πόλις δʼ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων·
那里有一座城市和一个大约四十斯塔迪翁的大港口。
καλοῦσι δʼ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δʼ Ἀμμωνίαν.
有些人称该城为帕赖托尼乌姆,另一些人则称之为阿蒙尼亚。
μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα·
在它们之间,有埃及人的村庄、艾内西西普拉岬角,以及廷达瑞奥斯岩礁(这是四个拥有港口的小岛)。
εἶθʼ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφʼ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε·
接下来是德雷帕农岬角、拥有港口的艾内西普亚岛,以及阿皮斯村,从那里到帕赖托尼乌姆是一百斯塔迪翁,而到阿蒙神庙是五天的路程。
ἀπὸ δὲ τοῦ Παραιτονίου χίλιοί που καὶ τριακόσιοι στάδιοι.
而从帕赖托尼乌姆大约是一千三百斯塔迪翁。
μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη· ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη· εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα· εἶτʼ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης·
在它们之间,首先是一个被称为“白岸”的白土岬角;接着是波伊尼克斯港和普尼盖乌斯村;然后是拥有港口的西多尼亚岛;接着是距离海岸稍远的安蒂普拉伊。
ἅπασα μὲν ἡ χώρα αὕτη οὐκ εὔοινος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, ᾧ δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων· σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι.
这整个地区并不盛产优质葡萄酒,陶罐里装的海水甚至比葡萄酒还多,他们称之为利比亚葡萄酒,亚历山大里亚的大众主要饮用这种酒和啤酒;而安蒂普拉伊尤其受到嘲讽。
εἶθʼ ὁ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν· ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον·
接着是被称为德里斯的港口,因其附近一块酷似兽皮的黑色岩石而得名;人们也把附近的地区称为泽菲里翁。
εἶτʼ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους· εἶτα Κυνὸς σῆμα· εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην·
然后是另一个港口莱乌卡斯皮斯以及其他许多港口;接着是“犬墓”;再接着是并不临海的塔波塞里斯,那里举行盛大的节日集会。
καὶ ἄλλη δʼ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς· αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὥραν ἔτους·
在城市的相当远的一侧还有另一个塔波塞里斯;在它附近有一个海边的岩石地带,这里在一年四季里也接纳了许多寻欢作乐的人。
εἶθʼ ἡ Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις.
接着是普林西内、尼基亚斯村以及切罗内索斯要塞,它们已经临近亚历山大里亚和墓地都市,距离为七十斯塔迪翁。
ἡ δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δʼ ἐλαττόνων ἢ τριακοσίων.
马雷亚湖一直延伸到这里,其宽度超过一百五十斯塔迪翁,长度不足三百斯塔迪翁。
ἔχει δʼ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντʼ οἰκούμενα καλῶς·
它有八个岛屿,周围地区都得到了良好的开发。
εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον.
这一带盛产优质葡萄酒,因此马雷奥蒂斯葡萄酒会被装瓶以供陈酿。
§17.1.15φύεται δʼ ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσι καὶ ταῖς λίμναις ἥ τε βύβλος καὶ ὁ Αἰγύπτιος κύαμος ἐξ οὗ τὸ κιβώριον, σχεδόν τι ἰσοΰψεις ῥάβδοι ὅσον δεκάποδες.
在埃及的沼泽和湖泊中,既生长着纸草,也生长着埃及豆(从中可以制成基博里翁杯),它们是高度几乎相同的茎,大约有十英尺长。
ἀλλʼ ἡ μὲν βύβλος ψιλὴ ῥάβδος ἐστὶν ἐπʼ ἄκρῳ χαίτην ἔχουσα, ὁ δὲ κύαμος κατὰ πολλὰ μέρη φύλλα καὶ ἄνθη ἐκφέρει καὶ καρπὸν ὅμοιον τῷ παρʼ ἡμῖν κυάμῳ, μεγέθει μόνον καὶ γεύσει διαλλάττοντα.
但纸草是顶端带有毛刷状冠的裸茎,而埃及豆在许多部位长出叶子和花朵,并结出类似于我们这里蚕豆的果实,仅在大小和味道上有所不同。
οἱ οὖν κυαμῶνες ἡδεῖαν ὄψιν παρέχουσι καὶ τέρψιν τοῖς ἐνευωχεῖσθαι βουλομένοις· εὐωχοῦνται δʼ ἐν σκάφαις θαλαμηγοῖς, ἐνδύνοντες εἰς τὸ πύκνωμα τῶν κυάμων καὶ σκιαζόμενοι τοῖς φύλλοις· ἔστι γὰρ σφόδρα μεγάλα ὥστε καὶ ἀντὶ ποτηρίων καὶ τρυβλίων χρῆσθαι· ἔχει γάρ τινα καὶ κοιλότητα ἐπιτηδείαν πρὸς τοῦτο· καὶ δὴ καὶ ἡ Ἀλεξάνδρεια μεστὴ τούτων ἐστὶ κατὰ τὰ ἐργαστήρια ὡς σκεύεσι χρωμένων· καὶ οἱ ἀγροὶ μίαν τινὰ τῶν προσόδων καὶ ταύτην ἔχουσι τὴν ἀπὸ τῶν φύλλων.
因此,这些豆田给那些希望在其中举行宴会的人提供了愉悦的景象和娱乐;他们在带舱房的船上举行宴会,深入到繁茂的豆群中,由叶子遮蔽出阴凉;因为叶子非常大,以至于甚至可以用作杯子和盘子;因为它们有一种适合于此的凹陷;实际上,亚历山大里亚的商店里也摆满了这些东西,人们把它们当作器皿使用;农田也将这来自叶子的收入作为其财政收入之一。
ὁ μὲν δὴ κύαμος τοιοῦτος, ἡ δὲ βύβλος ἐνταῦθα μὲν οὐ πολλὴ φύεται (οὐ γὰρ ἀσκεῖται), ἐν δὲ τοῖς κάτω μέρεσι τοῦ Δέλτα πολλή, ἡ μὲν χείρων, ἡ δὲ βελτίων ἡ ἱερατική·
埃及豆的情况就是这样,但纸草在这里生长得并不多(因为未被栽培),但在三角洲的下游地区却大量生长,既有较差的品种,也有被称为神官用的较好品种。
κἀνταῦθα δέ τινες τῶν τὰς προσόδους ἐπεκτείνειν βουλομένων μετήνεγκαν τὴν Ἰουδαϊκὴν ἐντρέχειαν, ἣν ἐκεῖνοι παρεῦρον ἐπὶ τοῦ φοίνικος καὶ μάλιστα τοῦ καρυωτοῦ, καὶ τοῦ βαλσάμου· οὐ γὰρ ἐῶσι πολλαχοῦ φύεσθαι, τῇ δὲ σπάνει τιμὴν ἐπιτιθέντες τὴν πρόσοδον οὕτως αὔξουσι, τὴν δὲ κοινὴν χρείαν διαλυμαίνονται.
在这里,一些希望增加财政收入的人也引入了犹太人的精明手段,即他们在椰枣树(尤其是被称为卡里奥托斯的椰枣)和香脂上所发明的方法:因为他们不准许它们在许多地方生长,而是通过稀缺性来抬高价格,从而增加财政收入,但却损害了大众的日常便利。

词汇与语法注释

  1. 17.1.14εὐθυπλοοῦντι — 关系与格(“对于直航的人而言”),此处的分词与格在规定特定距离时起到确立视角或条件的作用。
  2. 17.1.14εἰς δὲ Ἄμμωνος — 在介词 εἰς 与属格 Ἄμμωνος 连用时,省略了表示“神庙”或“圣所”(ἱερόν)的名词,意为“到阿蒙[神庙]”。
  3. 17.1.14πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον — 属格独立(绝对属格)结构(“陶罐吸收的海水多于葡萄酒”),幽默地解释了当地葡萄酒质量差的原因,或暗示了用咸水处理陶罐的低劣工艺。
  4. 17.1.15Ἰουδαϊκὴν ἐντρέχειαν — “犹太人的精明/手段”,批判性地指代通过人为限制农作物种植以制造稀缺,从而推高价格并利用垄断实现财政收入最大化的商业策略。

引用这一段

斯特拉波, 地理学 §17.1.14-17.1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.14-17.1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。