Humanitext Reader

ストラボン · 地理誌 §17.1.12-17.1.13

ローマ統治下のエジプトの官制と東方貿易

550 / 577 箇所 · ギリシア語

要旨

ロマの支配下に入ったエジプトとアルクサンドリアの行政・軍事組織、およびその港湾の卓越した立地条件と、活発な紅海・インド貿易がもたらす莫大な財政歳入について論じる。

§17.1.12ἐπαρχία δὲ νῦν ἐστι, φόρους μὲν τελοῦσα ἀξιολόγους, ὑπὸ σωφρόνων δὲ ἀνδρῶν διοικουμένη τῶν πεμπομένων ἐπάρχων ἀεί.
現在、そこは属州であり、多額の税を納め、常に派遣される思慮深い人々、すなわち長官たちによって統治されている。
ὁ μὲν οὖν πεμφθεὶς τὴν τοῦ βασιλέως ἔχει τάξιν, ὑπʼ αὐτῷ δʼ ἐστὶν ὁ δικαιοδότης ὁ τῶν πολλῶν κρίσεων κύριος·
さて、派遣された者は王の地位を有し、彼の下には多くの裁判を管轄する司法官がいる。
ἄλλος δʼ ἐστὶν ὁ προσαγορευόμενος ἰδιόλογος, ὃς τῶν ἀδεσπότων καὶ τῶν εἰς Καίσαρα πίπτειν ὀφειλόντων ἐξεταστής ἐστι·
また、イディオロゴスと呼ばれる別の者がおり、彼は所有者不明の財産やカエサルに帰属すべき財産の監査官である。
παρέπονται δὲ τούτοις ἀπελεύθεροι Καίσαρος καὶ οἰκονόμοι, μείζω καὶ ἐλάττω πεπιστευμένοι πράγματα.
これらには、大小の職務を委ねられたカエサルの解放奴隷や家政官たちが付き従っている。
ἔστι δὲ καὶ στρατιωτικοῦ τρία τάγματα, ὧν τὸ ἓν κατὰ τὴν πόλιν ἵδρυται τἆλλα δʼ ἐν τῇ χώρᾳ·
また、軍隊の三個軍団があり、そのうち一つは都市に駐屯し、残りは地方にある。
χωρὶς δὲ τούτων ἐννέα μέν εἰσι σπεῖραι Ῥωμαίων, τρεῖς μὲν ἐν τῇ πόλει τρεῖς δʼ ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας ἐν Συήνῃ, φρουρὰ τοῖς τόποις, τρεῖς δὲ κατὰ τὴν ἄλλην χώραν.
これらとは別に、ローマの九個コホルスがあり、三個は都市に、三個はエチオピアとの国境であるスエネに地方の守備隊として、三個はその他の地方に配置されている。
εἰσὶ δὲ καὶ ἱππαρχίαι τρεῖς ὁμοίως διατεταγμέναι κατὰ τοὺς ἐπικαιρίους τόπους.
同様に、要地に配置された三個騎兵隊もある。
τῶν δʼ ἐπιχωρίων ἀρχόντων κατὰ πόλιν μὲν ὅ τε ἐξηγητής ἐστι, πορφύραν ἀμπεχόμενος καὶ ἔχων πατρίους τιμὰς καὶ ἐπιμέλειαν τῶν τῇ πόλει χρησίμων, καὶ ὁ ὑπομνηματογράφος καὶ ἀρχιδικαστής, τέταρτος δὲ ὁ νυκτερινὸς στρατηγός.
地元の都市の役人としては、紫衣をまとい、先祖伝来の栄誉を持ち、都市の有益な事柄を配慮するエクセゲテス、ならびにヒュポムネマトグラフォス、アルキディカステスがおり、第四に夜警長官がいる。
ἦσαν μὲν οὖν καὶ ἐπὶ τῶν βασιλέων αὗται αἱ ἀρχαί, κακῶς δὲ πολιτευομένων τῶν βασιλέων ἠφανίζετο καὶ ἡ τῆς πόλεως εὐκαιρία διὰ τὴν ἀνομίαν.
さて、これらの官職は王たちの時代にも存在していたが、王たちの悪政のもとでは、不法のために都市の健全な状態も損なわれていた。
ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται τὴν τότε κατάστασιν καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον ὀξὺ καὶ * πολιτικόν, καὶ τὸ μισθοφορικὸν βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον·
実際、その都市に滞在したポリュビオスは、当時の状況を嫌悪し、その都市には三つの人種が住んでいると述べている。 第一はエジプト人で地元の一族であり、気性が激しく、市民秩序に欠ける。 第二は傭兵の部類で、乱暴で、数が多く、規律がない。
ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν·
なぜなら、古い習慣から彼らは武器を持つ外国人を雇っており、彼らは王たちの無能さゆえに、支配されることよりも支配することを学んでいたからである。
τρίτον δʼ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων οὐδʼ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δʼ ἐκείνων ὅμως·
第三のクラスは、アレクサンドリア市民であり、同様の理由で彼ら自身も明確には市民秩序に従っていなかったが、それでも前者よりは優れていた。
καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους·
なぜなら、混血であったとしても、彼らはもともとギリシア人であり、ギリシア人の共通の習慣を記憶していたからである。
ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος (καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε), τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.
しかし、この人々も、フュスコンと呼ばれるエウエルゲテス(ポリュビオスがアレクサンドリアに到着した時の王)によって、その大部分が滅ぼされたため(というのも、フィスコンはしばしば暴動に遭い、兵士たちに群衆を襲わせて虐殺させたからである)、都市の状況がこのようなものであったため、実際に詩人の言う通り、「エジプトへの道は遠く、かつ険しい」ということになった、と彼は言う。
§17.1.13τοιαῦτα δʼ ἦν, εἰ μὴ χείρω, καὶ τὰ τῶν ὕστερον βασιλέων.
その後の王たちの下での状況も、これと同様か、あるいはそれ以上に悪かった。
Ῥωμαῖοι δʼ εἰς δύναμιν, ὡς εἰπεῖν, ἐπηνώρθωσαν τὰ πολλά, τὴν μὲν πόλιν διατάξαντες ὡς εἶπον, κατὰ δὲ τὴν χώραν ἐπιστρατήγους τινὰς καὶ νομάρχας καὶ ἐθνάρχας καλουμένους ἀποδείξαντες, πραγμάτων οὐ μεγάλων ἐπιστατεῖν ἠξιωμένους.
しかし、ローマ人は、できる限りにおいて(いわば)多くのことを是正し、私が述べたように都市を整え、地方にはエピストラテゴス、ノマルケス、エトナルケスと呼ばれる人々を任命し、彼らには重要ではない事柄の管理を委ねた。
τῆς δʼ εὐκαιρίας τῆς κατὰ τὴν πόλιν τὸ μέγιστόν ἐστιν ὅτι τῆς Αἰγύπτου πάσης μόνος ἐστὶν οὗτος ὁ τόπος πρὸς ἄμφω πεφυκὼς εὖ, τά τε ἐκ θαλάττης διὰ τὸ εὐλίμενον, καὶ τὰ ἐκ τῆς χώρας ὅτι πάντα εὐμαρῶς ὁ ποταμὸς πορθμεύει συνάγει τε εἰς τοιοῦτον χωρίον ὅπερ μέγιστον ἐμπόριον τῆς οἰκουμένης ἐστί.
都市の好都合な状況のうち最大なものは、エジプト全体の中でこの場所だけが、優れた港による海上からの便と、川がすべてのものを容易に運び、居住世界最大の市場であるこの場所に集約することによる地方からの便の両方に、生まれながらにして適していることである。
τῆς μὲν οὖν πόλεως ταύτας ἄν τις λέγοι τὰς ἀρετάς·
都市の長所としてはこれらが挙げられるだろう。
τῆς Αἰγύπτου δὲ τὰς προσόδους ἔν τινι λόγῳ Κικέρων φράζει φήσας κατʼ ἐνιαυτὸν τῷ τῆς Κλεοπάτρας πατρὶ τῷ Αὐλητῇ προσφέρεσθαι φόρον ταλάντων μυρίων δισχιλίων πεντακοσίων.
一方、エジプトの歳入についてキケロはある演説の中で述べており、クレオパトラの父アウレテスには、毎年一万二千五百タラントンの税がもたらされていたと言っている。
ὅπου οὖν ὁ κάκιστα καὶ ῥᾳθυμότατα τὴν βασιλείαν διοικῶν τοσαῦτα προσωδεύετο, τί χρὴ νομίσαι τὰ νῦν διὰ τοσαύτης ἐπιμελείας οἰκονομούμενα καὶ τῶν Ἰνδικῶν ἐμποριῶν καὶ τῶν Τρωγλοδυτικῶν ἐπηυξημένων ἐπὶ τοσοῦτον;
そうだとすれば、最も悪く、かつ最も怠慢に王国を統治していた者がそれほど多くの収入を得ていたのだから、現在、これほど入念に管理され、インド貿易やトログロデュテス人との貿易がこれほど拡大している状況においては、どれほどであろうかと思わざるを得ない。
πρότερον μέν γε οὐδʼ εἴκοσι πλοῖα ἐθάρρει τὸν Ἀράβιον κόλπον διαπερᾶν ὥστε ἔξω τῶν στενῶν ὑπερκύπτειν, νῦν δὲ καὶ στόλοι μεγάλοι στέλλονται μέχρι τῆς Ἰνδικῆς καὶ τῶν ἄκρων τῶν Αἰθιοπικῶν, ἐξ ὧν ὁ πολυτιμότατος κομίζεται φόρτος εἰς τὴν Αἴγυπτον, κἀντεῦθεν πάλιν εἰς τοὺς ἄλλους ἐκπέμπεται τόπους, ὥστε τὰ τέλη διπλάσια συνάγεται τὰ μὲν εἰσαγωγικὰ τὰ δὲ ἐξαγωγικά·
以前は、紅海を渡って海峡の外まで進み出る勇気のある船は二十隻にさえ満たなかったが、今や大船団がインドやエチオピアの端まで派遣され、そこから最も価値のある貨物がエジプトに運ばれ、そこからさらに他の地域へと送り出されている。
τῶν δὲ βαρυτίμων βαρέα καὶ τὰ τέλη.
その結果、輸入税と輸出税の両方が集められて、関税の収入は二倍になっており、高価な品物に対する関税もまた重いものとなっている。
καὶ γὰρ δὴ καὶ μονοπωλίας ἔχει·
さらに、それは独占権も有している。
μόνη γὰρ ἡ Ἀλεξάνδρεια τῶν τοιούτων ὡς ἐπὶ τὸ πολὺ καὶ ὑποδοχεῖόν ἐστι καὶ χορηγεῖ τοῖς ἐκτός.
なぜなら、アレクサンドリアだけがそれらの商品の大半の受け入れ港であり、外部へ供給する場所だからである。
ἔτι δὲ μᾶλλον κατιδεῖν ἔστι τὴν εὐφυΐαν ταύτην περιοδεύοντι τὴν χώραν, καὶ πρῶτον τὴν παραλίαν ἀρξαμένην ἀπὸ τοῦ Καταβαθμοῦ·
この優れた地理的条件は、国内、そしてまずはカタバトモスから始まる沿岸地方を巡ることで、さらに明確に理解できる。
μέχρι δεῦρο γάρ ἐστιν ἡ Αἴγυπτος, ἡ δʼ ἑξῆς ἐστι Κυρηναία καὶ οἱ περιοικοῦντες βάρβαροι Μαρμαρίδαι.
エジプトはここまでであり、その隣はキュレナイカと周辺に住む野蛮なマルマリカ人である。

語釈・文法注

  1. §17.1.12ὀξὺ καὶ * πολιτικόν — 写本のテキストに欠落(*印)があり、元の文脈から "ὀξὺ μὲν οὐ πολιτικὸν δὲ"(気性は激しいが、市民秩序を欠く)のような否定表現が本来あったと推測される。本訳ではエジプト人への否定的な記述を踏まえ、市民秩序の欠如として解釈している。
  2. §17.1.12Αἴγυπτόνδʼ — ホメロス『オデュッセイア』第4巻483行からの引用(Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε)。ホメロスの本来の文脈では「エジプトの川(ナイル川)へ遡る」を意味したが、ここではエジプト(アレクサンドリア)の政治社会秩序が崩壊し、そこへ赴き対処することが極めて困難で危険であることを示す比喩として引用されている。
  3. §17.1.13τί χρὴ νομίσαι τὰ νῦν — 修辞的疑問文で、対比構文をなす。過去のアウレテス王による最悪の悪政下での歳入額(12500タラントン)に対し、管理の行き届いた「現在の状況(τὰ νῦν)」、すなわちローマの支配のもとでインドや紅海経由の貿易が飛躍的に発展した現在の歳入がいかに莫大であるかを、読者に推測させる役割を果たしている。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.12-17.1.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.12-17.1.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。