Humanitext Reader

斯特拉波 · 地理学 §17.1.11

托勒密王朝世系与罗马对埃及的吞并

第 549 段,共 577 段 · 希腊语

内容简介

简述自拉格斯之子普托勒迈斯开始的托勒密王朝世系,并详细描述了阿乌莱特斯被逐引起的王位继承混乱、罗马的介入、恺撒扶持克利奥帕特拉复位,以及奥古斯都击败安东尼从而终结埃及托勒密王朝统治的历史过程。

§17.1.11πτολεμαῖος γὰρ ὁ Λάγου διεδέξατο Ἀλέξανδρον, ἐκεῖνον δὲ Φιλάδελφος, τοῦτον δὲ ὁ Εὐεργέτης, εἶθʼ ὁ Φιλοπάτωρ ὁ τῆς Ἀγαθοκλείας, εἶθʼ ὁ Ἐπιφανής, εἶθʼ ὁ Φιλομήτωρ, παῖς παρὰ πατρὸς ἀεὶ διαδεχόμενος· τοῦτον δʼ ἀδελφὸς διεδέξατο ὁ δεύτερος Εὐεργέτης ὃν καὶ Φύσκωνα προσαγορεύουσι, τοῦτον δʼ ὁ Λάθουρος ἐπικληθεὶς Πτολεμαῖος, τοῦτον δʼ ὁ Αὐλητὴς ὁ καθʼ ἡμᾶς, ὅσπερ ἦν τῆς Κλεοπάτρας πατήρ.
因为拉格斯之子普托勒迈斯继承了亚历山大,而菲拉德尔福斯继承了他,埃乌尔格特斯继承了后者,接着是阿加托克莱亚之子菲洛帕托尔,接着是埃皮法内斯,接着是菲洛梅托尔,王位总是由父亲传给儿子;而他的兄弟,即第二位埃乌尔格特斯(人们也称其为菲斯孔)继承了他,此后是被冠以拉图罗斯称号的普托勒迈斯继承,再后则是我们时代的老饕(阿乌莱特斯),他正是克利奥帕特拉的父亲。
ἅπαντες μὲν οὖν οἱ μετὰ τὸν τρίτον Πτολεμαῖον ὑπὸ τρυφῆς διεφθαρμένοι χεῖρον ἐπολιτεύσαντο, χείριστα δʼ ὁ τέταρτος καὶ ἕβδομος καὶ ὁ ὕστατος ὁ Αὐλητής, ὃς χωρὶς τῆς ἄλλης ἀσελγείας χοραυλεῖν ἤσκησε, καὶ ἐπʼ αὐτῷ γε ἐσεμνύνετο τοσοῦτον ὥστʼ οὐκ ὤκνει συντελεῖν ἀγῶνας ἐν τοῖς βασιλείοις, εἰς οὓς παρῄει διαμιλλησόμενος τοῖς ἀνταγωνισταῖς.
第三代普托勒迈斯之后的所有君主,都因奢侈而堕落,治理国家十分糟糕,其中最糟糕的是第四代、第七代以及最后一代的老饕(阿乌莱特斯),他除了其他放荡行为外,还练习吹长笛,并以此为荣,甚至不惜在皇宫内举行竞赛,亲自上场与竞争对手们切磋。
τοῦτον μὲν οὖν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον, τριῶν δʼ αὐτῷ θυγατέρων οὐσῶν, ὧν μία γνησία ἡ πρεσβυτάτη, ταύτην ἀνέδειξαν βασίλισσαν· οἱ υἱοὶ δʼ αὐτοῦ δύο νήπιοι τῆς τότε χρείας ἐξέπιπτον τελέως.
因此,亚历山大里亚人驱逐了他;他有三个女儿,其中只有最年长的长女是婚生女,于是他们立她为女王;而他的两个儿子由于年幼,完全被排除在当时的需求之外。
τῇ δὲ κατασταθείσῃ μετεπέμψαντο ἄνδρα ἐκ τῆς Συρίας κυβιοσάκτην τινά, προσποιησάμενον τοῦ γένους εἶναι τῶν Συριακῶν βασιλέων· τοῦτον μὲν οὖν ὀλίγων ἡμερῶν ἀπεστραγγάλισεν ἡ βασίλισσα οὐ φέρουσα τὸ βάναυσον καὶ τὸ ἀνελεύθερον.
为了给这位确立的女王寻找配偶,他们从叙利亚召来了一个名叫基比奥萨克特斯的人,他自称是叙利亚王室的后裔;然而女王无法忍受他的粗俗和卑劣,在几天之内就把他绞死了。
ἧκε δʼ ἀντʼ ἐκείνου προσποιησάμενος καὶ αὐτὸς εἶναι Μιθριδάτου υἱὸς τοῦ Εὐπάτορος Ἀρχέλαος, ὃς ἦν μὲν Ἀρχελάου υἱὸς τοῦ πρὸς Σύλλαν διαπολεμήσαντος καὶ μετὰ ταῦτα τιμηθέντος ὑπὸ Ῥωμαίων, πάππος δὲ τοῦ βασιλεύσαντος Καππαδόκων ὑστάτου καθʼ ἡμᾶς, ἱερεὺς δὲ τῶν ἐν Πόντῳ Κομάνων.
取代他的是阿赫劳斯,他也自称是埃乌帕托尔之子米特里达特斯的儿子;他是曾与苏拉交战、后来受到罗马人尊崇的阿赫劳斯之子,也是我们时代最后一位卡帕多西亚国王的祖父,以及蓬托斯地区科马纳的神官。
Γαβινίῳ δὲ τότε συνδιέτριψεν ὡς συστρατεύσων ἐπὶ Παρθυαίους, λαθὼν δὲ τοῦτον κομίζεται διά τινων εἰς τὴν βασίλισσαν καὶ ἀναδείκνυται βασιλεύς.
当时,他与加比尼乌斯共处,打算一同远征帕提亚人,但他瞒着加比尼乌斯,通过一些人被送到了女王那里,并被拥立为王。
ἐν τούτῳ τὸν Αὐλητὴν ἀφικόμενον εἰς Ῥώμην δεξάμενος Πομπήιος Μάγνος συνίστησι τῇ συγκλήτῳ καὶ διαπράττεται κάθοδον μὲν τούτῳ, τῶν δὲ πρέσβεων τῶν πλείστων, ἑκατὸν ὄντων, ὄλεθρον τῶν καταπρεσβευσάντων αὐτοῦ· τούτων δʼ ἦν καὶ Δίων ὁ Ἀκαδημαϊκὸς ἀρχιπρεσβευτὴς γεγονώς.
在此期间,阿乌莱特斯抵达罗马,庞培接待了他,并向元老院推荐他,不仅促成了他的复位,还促成了那些前来控诉他的大多数使节(共有一百人)的遇害;这些使节中也包括学园派的迪翁,他是使节团的首领。
καταχθεὶς οὖν ὑπὸ Γαβινίου Πτολεμαῖος τόν τε Ἀρχέλαον ἀναιρεῖ καὶ τὴν θυγατέρα, χρόνον δʼ οὐ πολὺν τῇ βασιλείᾳ προσθεὶς τελευτᾷ νόσῳ, καταλιπὼν δύο μὲν υἱεῖς δύο δὲ θυγατέρας, πρεσβυτάτην δὲ Κλεοπάτραν.
普托勒迈斯在加比尼乌斯协助下复位后,处死了阿赫劳斯和自己的女儿,他的统治没有延长多久便病逝了,留下了两个儿子和两个女儿,其中最年长的是克利奥帕特拉。
οἱ μὲν οὖν Ἀλεξανδρεῖς ἀπέδειξαν βασιλέας τόν τε πρεσβύτερον τῶν παίδων καὶ τὴν Κλεοπάτραν, οἱ δὲ συνόντες τῷ παιδὶ καταστασιάσαντες ἐξέβαλον τὴν Κλεοπάτραν, καὶ ἀπῆρε μετὰ τῆς ἀδελφῆς εἰς τὴν Συρίαν.
亚历山大里亚人立长子和克利奥帕特拉为王,但与少年国王亲近的人结党营私,驱逐了克利奥帕特拉,她便与妹妹一同退往叙利亚。
ἐν τούτῳ Πομπήιος Μάγνος ἧκε φεύγων ἐκ Παλαιφαρσάλου πρὸς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος· τοῦτον μὲν οὖν δολοφονοῦσιν οἱ μετὰ τοῦ βασιλέως·
在此期间,庞培从帕莱法萨罗斯逃到了佩鲁西翁和卡西奥斯山;然而,国王的手下谋杀了他。
ἐπελθὼν δὲ Καῖσαρ τόν τε μειρακίσκον διαφθείρει καὶ καθίστησι τῆς Αἰγύπτου βασίλισσαν τὴν Κλεοπάτραν μεταπεμψάμενος ἐκ τῆς φυγῆς· συμβασιλεύειν δʼ ἀπέδειξε τὸν λοιπὸν ἀδελφὸν αὐτῇ νέον παντελῶς ὄντα.
随后赶来的恺撒消灭了那个少年,并从流放地召回克利奥帕特拉,立她为埃及女王;他还指定她剩下的弟弟(当时极其年幼)与她共同统治。
μετὰ δὲ τὴν Καίσαρος τελευτὴν καὶ τὰ ἐν Φιλίπποις διαβὰς Ἀντώνιος εἰς τὴν Ἀσίαν ἐξετίμησεν ἐπὶ πλέον τὴν Κλεοπάτραν ὥστε καὶ γυναῖκα ἔκρινε καὶ ἐτεκνοποιήσατο ἐξ αὐτῆς, τόν τε Ἀκτιακὸν πόλεμον συνήρατο ἐκείνῃ καὶ συνέφυγε· καὶ μετὰ ταῦτα ἐπακολουθήσας ὁ Σεβαστὸς Καῖσαρ ἀμφοτέρους κατέλυσε καὶ τὴν Αἴγυπτον ἔπαυσε παροινουμένην.
在恺撒死后以及腓立比战役之后,安东尼前往亚洲,更加尊崇克利奥帕特拉,甚至决定娶她为妻,并与她生下了孩子,他还与她一同参与了亚克兴战争并一同逃跑;此后追击而来的奥古斯都·恺撒将两人彻底击败,并结束了埃及那如醉酒般放荡的统治。

词汇与语法注释

  1. p.1110παῖς παρὰ πατρὸς — 带有介词 παρά(支配夺格/属格)的惯用表达,意为“父传子”,表示世代之间直接的王位继承延续。
  2. p.1110τῆς τότε χρείας — 受属性副词 τότε 修饰的属格短语。指阿乌莱特斯被逐后紧急状态下的“当时需要(统治的迫切性)”,解释了为何他两个年幼的儿子被排除在外。
  3. p.1111τῶν καταπρεσβευσάντων αὐτοῦ — 带冠词的分词 καταπρεσβεύω(派使节反对、作控诉使节)的属格形式。代词 αὐτοῦ 指阿乌莱特斯,作为分词的属格宾语,指那些被派往罗马控诉他的使节们。
  4. p.1111παροινουμένην — 动词 παροινέω(醉酒撒疯、胡作非为)的现在时被动分词。此处将埃及(的统治)拟人化,隐喻了在托勒密王朝晚期堕落君主的统治下,国家处于“被纵情放荡、狂饮作乐所败坏”的状态。

引用这一段

斯特拉波, 地理学 §17.1.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。