§16.4.7μετὰ δὲ τὴν νῆσον ταύτην πολλά ἐστιν ἰχθυοφάγων γένη καὶ νομάδων·
この島の先には、魚食民や遊牧民の多くの部族がある。
εἶθʼ ὁ τῆς Σωτείρας λιμήν, ὃν ἐκ κινδύνων μεγάλων τινὲς σωθέντες τῶν ἡγεμόνων ἀπὸ τοῦ συμβεβηκότος οὕτως ἐκάλεσαν.
次いで「救世女の港」があり、指導者たちの一部が大きな危険から救われたことから、その出来事にちなんでこのように名づけられた。
μετὰ δὲ ταῦτα ἐξάλλαξις πολλὴ τῆς παραλίας καὶ τοῦ κόλπου·
これらの後、沿岸と湾の様相は一変する。
τὸν γὰρ παράπλουν οὐκέτι συμβαίνει τραχὺν εἶναι, συνάπτειν τέ πως τῇ Ἀραβίᾳ καὶ τὸ πέλαγος ταπεινὸν εἶναι σχεδόν τι καὶ ἐπὶ δύο ὀργυιάς, ποάζειν τε τὴν ἐπιφάνειαν διαφαινομένου τοῦ μνίου καὶ τοῦ φύκους ὅπερ πλεονάζει κατὰ τὸν πόρον, ὅπου γε καὶ δένδρα φύεται καθʼ ὕδατος παρὰ τοῖς ἐνταῦθα·
というのも、沿海航路はもはや険しくなくなり、アラビアと何らかの形で隣接し、海は浅く、ほぼ二オルギュイアの深さにすぎず、水路に繁茂する苔や藻が透けて見えるため、海面が草で覆われているように見え、そこではそこの住民たちの近くの水中にも木々が生えているほどだからである。
ἔχει δὲ καὶ κυνῶν πλῆθος τῶν θαλαττίων ὁ πόρος·
また、水路には多数の海犬がいる。
εἶθʼ οἱ Ταῦροι, δύο ὄρη τύπον τινὰ πόρρωθεν δεικνύντα τοῖς ζῴοις ὅμοιον·
次いで「雄牛」があり、これは遠くから動物に似た形を示す二つの山である。
εἶτʼ ἄλλο ὄρος ἱερὸν ἔχον τῆς Ἴσιδος, Σεσώστριος ἀφίδρυμα·
次いで、セソストリスの創建になるイシスの聖所を有するもう一つの山がある。
εἶτα νῆσος ἐλαίᾳ κατάφυτος ἐπικλυζομένη, μεθʼ ἣν ἡ Πτολεμαῒς πρὸς τῇ θήρᾳ τῶν ἐλεφάντων, κτίσμα Εὐμήδους τοῦ πεμφθέντος ἐπὶ τὴν θήραν ὑπὸ Φιλαδέλφου, λάθρᾳ περιβαλομένου χερρονήσῳ τινὶ τάφρον καὶ περίβολον, εἶτʼ ἐκθεραπεύσαντος τοὺς κωλύοντας καὶ κατεσκευασμένου φίλους ἀντὶ δυσμενῶν.
次いで、オリーブが密生し、潮に冠水する島がある。 その後に、象の狩猟地の近くのプトレマイスがあり、これはフィラデルポスによって象の狩猟のために派遣されたエウメデスの創建による。 彼は密かにある半島に堀と障壁を巡らし、次いで妨害する者たちを懐柔して、敵の代わりに味方に仕立て上げたのである。
§16.4.8Ἐν δὲ τῷ μεταξὺ ἐκδίδωσιν ἀπόσπασμα τοῦ Ἀσταβόρα καλουμένου ποταμοῦ, ὃς ἐκ λίμνης τὴν ἀρχὴν ἔχων μέρος μέν τι ἐκδίδωσι, τὸ δὲ πλέον συμβάλλει τῷ Νείλῳ·
その間には、アスタボラスと呼ばれる川の分流が流れ出ている。 この川はある湖に源を発し、一部はここに流れ出るが、大部分はナイル川に合流する。
εἶτα νῆσοι ἓξ Λατομίαι καλούμεναι·
次いで「採石場」と呼ばれる六つの島がある。
καὶ μετὰ ταῦτα τὸ Σαβαϊτικὸν στόμα λεγόμενον καὶ ἐν τῇ μεσογαίᾳ φρούριον, Τοσούχου ἵδρυμα·
そしてこれらの後に、いわゆるサバの口があり、内陸にはトスウコスによって創建された砦がある。
εἶτα λιμὴν καλούμενος Ἐλαία καὶ ἡ Στράτωνος νῆσος·
次いでエレアと呼ばれる港とストラトンの島がある。
εἶτα λιμὴν Σαβὰ καὶ κυνήγιον ἐλεφάντων ὁμώνυμον αὐτῷ·
次いでサバの港とそれと同名の象の狩猟地がある。
ἡ δʼ ἐν βάθει τούτων χώρα Τηνεσσὶς λέγεται·
これらの奥にある地方はテネシスと呼ばれる。
ἔχουσι δʼ αὐτὴν οἱ παρὰ Ψαμμιτίχου φυγάδες Αἰγυπτίων·
そこを領有しているのは、プサミティコスから逃亡したエジプト人たちである。
ἐπονομάζονται δὲ Σεμβρῖται, ὡς ἂν ἐπήλυδες·
彼らは、いわば渡来人を意味するセムブリタイと名づけられている。
βασιλεύονται δʼ ὑπὸ γυναικός, ὑφʼ ἥν ἐστι καὶ ἡ Μερόη, πλησίον τῶν τόπων οὖσα τούτων ἐν τῷ Νείλῳ νῆσος, ὑπὲρ ἧς ἄλλη ἐστὶ νῆσος οὐ πολὺ ἄπωθεν ἐν τῷ ποταμῷ, κατοικία τῶν αὐτῶν τούτων φυγάδων.
彼らは一人の女王によって支配されており、その支配下にはメロエもある。 メロエはこれらの地域の近くの、ナイル川の中にある島である。 その上流の、川の中のそれほど遠くないところにもう一つの島があり、それらと同じ逃亡者たちの居住地となっている。
ἀπὸ δὲ Μερόης ἐπὶ τήνδε τὴν θάλατταν εὐζώνῳ ὁδὸς ἡμερῶν πεντεκαίδεκα.
メロエからこの海までは、身軽な旅人にとって十五日の道のりである。
περὶ δὲ τὴν Μερόην καὶ ἡ συμβολὴ τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάπου καὶ ἔτι τοῦ Ἀστασόβα πρὸς τὸν Νεῖλον.
そしてメロエの付近で、アスタボラス川、アスタパス川、さらにアスタソバス川がナイル川に合流している。
§16.4.9παροικοῦσι δὲ τούτοις οἱ ῥιζοφάγοι καὶ ἕλειοι προσαγορευόμενοι διὰ τὸ ἐκ τοῦ παρακειμένου ῥιζοτομοῦντας ἕλους κόπτειν λίθοις καὶ ἀναπλάττειν μάζας, ἡλιάσαντας δὲ σιτεῖσθαι·
彼らの近くには、根食民および湿地民と呼ばれる人々が住んでいるが、そう呼ばれるのは、隣接する湿地から根を切り出し、石で叩いて、塊に成形し、天日に干して食べるからである。
λεοντοβότα δʼ ἐστὶ τὰ χωρία·
この地域はライオンの生息地である。
ταῖς δʼ ὑπὸ κυνὸς ἐπιτολὴν ἡμέραις ὑπὸ κωνώπων μεγάλων ἐξελαύνεται τὰ θηρία ἐκ τῶν τόπων·
犬の星が昇る時期には、野獣たちは巨大な蚊によってその場所から追い出される。
εἰσὶ δὲ καὶ σπερμοφάγοι πλησίον, οἳ τῶν σπερμάτων ἐπιλιπόντων ὑπὸ τῶν ἀκροδρύων τρέφονται, σκευάζοντες παραπλησίως ὥσπερ τὰς ῥίζας οἱ ῥιζοφάγοι.
近くには種食民もおり、彼らは種が尽きると、木の実に頼って生活し、根食民が根を調製するのと同様の方法で調製する。
μετὰ δὲ τὴν Ἐλαίαν αἱ Δημητρίου σκοπιαὶ καὶ βωμοὶ Κόνωνος·
エレアの後には、デメトリオスの見張り台とコノンの祭壇がある。
ἐν δὲ τῇ μεσογαίᾳ καλάμων Ἰνδικῶν φύεται πλῆθος·
内陸にはインドの葦が多数自生している。
καλεῖται δὲ ἡ χώρα Κορακίου·
その地方はコラキオンと呼ばれる。
ἦν δέ τις ἐν βάθει Ἐνδέρα γυμνητῶν ἀνθρώπων κατοικία, τόξοις χρωμένων καλαμίνοις καὶ πεπυρακτωμένοις οἰστοῖς·
奥にはエンデラという、裸の人々の居住地があった。 彼らは葦の弓と火で炙った矢を用いていた。
ἀπὸ δένδρων δὲ τοξεύουσι τὰ θηρία τὸ πλέον, ἔστι δʼ ὅτε καὶ ἀπὸ γῆς·
彼らは大抵は木の上から野獣を射るが、時には地上から射ることもある。
πολὺ δʼ ἐστὶ παρʼ αὐτοῖς πλῆθος τῶν ἀγρίων βοῶν·
彼らの間には野生の牛が非常に多数いる。
ἀπὸ δὲ τῆς τούτων καὶ τῶν ἄλλων θηρίων κρεοφαγίας ζῶσιν, ἐπὰν δὲ μηδὲν θηρεύσωσι, τὰ ξηρὰ δέρματα ἐπʼ ἀνθρακιᾶς ὀπτῶντες ἀρκοῦνται τῇ τοιαύτῃ τροφῇ.
彼らはこれらや他の野獣の肉を食べて暮らしており、何も狩れなかったときは、乾燥した皮を炭火で焙って、そのような食物で満足する。
ἔθος δʼ ἐστὶν αὐτοῖς ἀγῶνα τοξείας προτιθέναι τοῖς ἀνήβοις παισί.
彼らの間には、未成年の少年たちのために弓術の競技会を開催する習慣がある。
μετὰ δὲ τοὺς Κόνωνος βωμοὺς ὁ Μήλινος λιμήν·
コノンの祭壇の後には、メリノス港がある。
ὑπέρκειται δʼ αὐτοῦ φρούριον Κοράου καλούμενον καὶ κυνήγιον τοῦ Κοράου καὶ ἄλλο φρούριον καὶ κυνήγια πλείω·
その上方にはコラオスと呼ばれる砦と、コラオスの狩猟地、およびもう一つの砦といくつかの狩猟地が控えている。
εἶτα ὁ Ἀντιφίλου λιμὴν καὶ οἱ ὑπὲρ τούτου κρεοφάγοι, κολοβοὶ τὰς βαλάνους καὶ αἱ γυναῖκες ἰουδαϊκῶς ἐκτετμημέναι.
次いでアンティピロスの港があり、その上方には肉食民がいる。 彼らは割礼を受けており、女たちもユダヤ人風に施されている。