Humanitext Reader

ストラボン · 地理誌 §16.4.4-16.4.6

アラビアの香料交易路とトログロデュティケ沿岸

531 / 577 箇所 · ギリシア語

要旨

エラトステネスとアルテミドロスの記述に基づき、アラビア半島の交易路、香料の産地、トログロデュティケ沿岸および海峡の地理、さらに「蛇の島」でのトパジオン石の採掘について説明している。

§16.4.4φέρει δὲ λιβανωτὸν μὲν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις·
カッタバニアは乳香を産し、ハトラモティティスは没薬を産する。
καὶ ταῦτά τε καὶ τὰ ἄλλα ἀρώματα μεταβάλλονται τοῖς ἐμπόροις.
そして、これらやその他の香料は、商人たちによって転売される。
ἔρχονται δὲ πρὸς αὐτοὺς ἐξ Αἰλάνων μὲν εἰς Μιναίαν ἐν ἑβδομήκοντα ἡμέραις·
彼らのもとへは、アイラナからミナイアまで七十日かけて人々がやって来る。
ἔστι δʼ ἡ Αἴλανα πόλις ἐν θατέρῳ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ κατὰ Γάζαν, τῷ Αἰλανίτῃ καλουμένῳ, καθάπερ εἰρήκαμεν·
アイラナは、我々がすでに述べたように、アラビア湾のガザの側にあるもう一方の奥に位置する都市であり、アイラニテスと呼ばれている。
Γερραῖοι δʼ εἰς τὴν Χατραμωτῖτιν ἐν τετταράκοντα ἡμέραις ἀφικνοῦνται.
また、ゲラ人たちはハトラモティティスに四十日で到着する。
τοῦ δʼ Ἀραβίου κόλπου τὸ μὲν παρὰ τὴν Ἀραβίαν πλευρὸν ἀρχομένοις ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, καθάπερ οἱ περὶ Ἀλέξανδρον ἀνέγραψαν καὶ Ἀναξικράτης, μυρίων καὶ τετρακισχιλίων σταδίων ἐστίν·
アラビア湾のアラビア側の側面は、アイラ湾奥から数え始めると、アレクサンドロスの部下たちやアナクシクラテスが記録したように、一万四千スタディオンである。
εἴρηται δὲ ἐπὶ πλέον.
これについてはより詳細に述べておいた。
τὸ δὲ κατὰ τὴν Τρωγλοδυτικήν, ὅπερ ἐστὶν ἐν δεξιᾷ ἀποπλέουσιν ἀπὸ Ἡρώων πόλεως, μέχρι μὲν Πτολεμαΐδος καὶ τῆς τῶν ἐλεφάντων θήρας ἐνακισχίλιοι πρὸς μεσημβρίαν στάδιοι καὶ μικρὸν ἐπὶ τὴν ἕω·
一方、トログロデュティケに面した側は、これはヘロオンポリスから出航する人々にとって右手に位置するが、プトレマイスおよび象の狩猟地までは南へ、かつわずかに東へ九千スタディオンである。
ἐντεῦθεν δὲ μέχρι τῶν στενῶν ὡς τετρακισχίλιοι καὶ πεντακόσιοι πρὸς τὴν ἕω μᾶλλον.
そこから海峡までは、より東寄りに約四千五百スタディオンである。
ποιεῖ δὲ ἄκρα τὰ στενὰ πρὸς τὴν Αἰθιοπίαν Δειρὴ καλουμένη, καὶ πολίχνιον ὁμώνυμον αὐτῇ· κατοικοῦσι δὲ ἰχθυοφάγοι.
エチオピアに面したその海峡は、デイレーと呼ばれる岬とそれと同名の小さな町が形成しており、そこには魚食民が住んでいる。
καί φασιν ἐνταῦθα στήλην εἶναι Σεσώστριος τοῦ Αἰγυπτίου μηνύουσαν ἱεροῖς γράμμασι τὴν διάβασιν αὐτοῦ·
そして、そこにはエジプト人セソストリスの碑柱があり、彼の海峡横断を神聖文字で伝えていると言われている。
φαίνεται γὰρ τὴν Αἰθιοπίδα καὶ τὴν Τρωγλοδυτικὴν πρῶτος καταστρεψάμενος οὗτος, εἶτα διαβὰς εἰς τὴν Ἀραβίαν κἀντεῦθεν τὴν Ἀσίαν ἐπελθὼν τὴν σύμπασαν·
というのも、彼が最初にエチオピアとトログロデュティケを服従させ、次いでアラビアへ渡り、そこからアジア全土を攻略したように見えるからである。
διὸ δὴ πολλαχοῦ Σεσώστριος χάρακες προσαγορεύονται, καὶ ἀφιδρύματά ἐστιν Αἰγυπτίων θεῶν ἱερῶν.
それゆえに多くの場所が「セソストリスの砦」と呼ばれており、またエジプトの神々の神聖な像が祀られている。
τὰ δὲ κατὰ Δειρὴν στενὰ συνάγεται εἰς σταδίους ἑξήκοντα·
デイレー付近の海峡は六十スタディオンに狭まっている。
οὐ μὴν ταῦτά γε καλεῖται νυνὶ στενά, ἀλλὰ προσπλεύσασιν ἀπωτέρω, καθὸ τὸ μὲν δίαρμά ἐστι τὸ μεταξὺ τῶν ἠπείρων διακοσίων που σταδίων, ἓξ δὲ νῆσοι συνεχεῖς ἀλλήλαις τὸ δίαρμα ἐκπληροῦσαι στενοὺς τελέως διάπλους ἀπολείπουσι, διʼ ὧν σχεδίαις τὰ φορτία κομίζουσι δεῦρο κἀκεῖσε, καὶ λέγουσι ταῦτα στενά.
しかしながら、現在「海峡」と呼ばれているのはここではなく、さらに進んだところであり、そこでは両大陸の間の横断距離は約二百スタディオンであるが、互いに連続する六つの島がその横断路を埋めており、完全に狭い通路を残すのみであって、そこを通じて人々は筏で荷物をあちらこちらへ運んでおり、これらを海峡と呼んでいるのである。
μετὰ δὲ τὰς νήσους ὁ ἑξῆς πλοῦς ἐστιν ἐγκολπίζουσι παρὰ τὴν σμυρνοφόρον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω μέχρι πρὸς τὴν τὸ κιννάμωμον φέρουσαν, ὅσον πεντακισχιλίων σταδίων·
それらの島々の後の、次の航路は、没薬を産する土地に沿って、南かつ東へと湾をなしつつ、肉桂を産する土地の付近に至るまで、およそ五千スタディオンである。
πέρα δὲ ταύτης οὐδένα ἀφῖχθαί φησι μέχρι νῦν.
この先には、現在にいたるまで誰も到達していないと彼は言う。
πόλεις δʼ ἐν μὲν τῇ παραλίᾳ μὴ πολλὰς εἶναι, κατὰ δὲ τὴν μεσόγαιαν πολλὰς οἰκουμένας καλῶς.
沿岸部には多くの都市はないが、内陸部には美しく営まれている都市が多く存在するとのことである。
τὰ μὲν δὴ τοῦ Ἐρατοσθένους περὶ τῆς Ἀραβίας τοιαῦτα·
エラトステネスによるアラビアに関する記述は以上の通りである。
προσθετέον δὲ καὶ τὰ παρὰ τῶν ἄλλων.
他の人々による記述も付け加えなければならない。
§16.4.5φησὶ δʼ Ἀρτεμίδωρος τὸ ἀντικείμενον ἐκ τῆς Ἀραβίας ἀκρωτήριον τῇ Δειρῇ καλεῖσθαι * Ἀκίλαν·
アルテミドロスは、アラビア側でデイレーに対向する岬はアキラと呼ばれると言う。
τοὺς δὲ περὶ τὴν Δειρὴν κολοβοὺς εἶναι τὰς βαλάνους.
また、デイレーの辺りの人々は割礼を受けていると言う。
ἀπὸ δὲ Ἡρώων πόλεως πλέουσι κατὰ τὴν Τρωγλοδυτικὴν πόλιν εἶναι Φιλωτέραν ἀπὸ τῆς ἀδελφῆς τοῦ δευτέρου Πτολεμαίου προσαγορευθεῖσαν, Σατύρου κτίσμα τοῦ πεμφθέντος ἐπὶ τὴν διερεύνησιν τῆς τῶν ἐλεφάντων θήρας καὶ τῆς Τρωγλοδυτικῆς·
ヘロオンポリスからトログロデュティケに沿って航海する人々にとって、プトレマイオス二世の姉妹にちなんで名づけられたフィロテラという都市があり、それは、象の狩猟とトログロデュティケの探査のために派遣されたサテュロスの創建によるものである。
εἶτα ἄλλην πόλιν Ἀρσινόην·
次に、もう一つの都市アルシノエがある。
εἶτα θερμῶν ὑδάτων ἐκβολὰς πικρῶν καὶ ἁλμυρῶν, κατὰ πέτρας τινὸς ὑψηλῆς ἐκδιδόντων εἰς τὴν θάλατταν, καὶ πλησίον ὄρος ἐστὶν ἐν πεδίῳ μιλτῶδες·
次に、ある高い岩から海へと注ぎ出る、苦く塩辛い温水の湧出口があり、その近くの平野には赤土の山がある。
εἶτα Μυὸς ὅρμον ὃν καὶ Ἀφροδίτης ὅρμον καλεῖσθαι, λιμένα μέγαν, τὸν εἴσπλουν ἔχοντα σκολιόν·
次に「ネズミの港」があり、これは「アプロディテの港」とも呼ばれ、入り口が屈曲している大きな港である。
προκεῖσθαι δὲ νήσους τρεῖς, δύο μὲν ἐλαίαις κατασκίους, μίαν δʼ ἧττον κατάσκιον, μελεαγρίδων μεστήν·
その前方には三つの島が横たわっており、二つはオリーブの木で覆われ、一つはそれほど覆われてはいないが、ホロホロチョウで満ちている。
εἶθʼ ἑξῆς τὸν Ἀκάθαρτον κόλπον καὶ αὐτὸν κατὰ τὴν Θηβαΐδα κείμενον, καθάπερ τὸν Μυὸς ὅρμον, ὄντως δὲ ἀκάθαρτον·
次に続いて「不浄の湾」があり、これも「ネズミの港」と同様にテーバイスの向かいに位置しているが、文字通り本当に「不浄」である。
καὶ γὰρ ὑφάλοις χοιράσι καὶ ῥαχίαις ἐκτετράχυνται καὶ πνοιαῖς καταιγιζούσαις τὸ πλέον.
なぜなら、暗礁や砕け波によって荒れており、そのうえ突風が吹き荒れることが多いからである。
ἐνταῦθα δὲ ἱδρῦσθαι Βερενίκην πόλιν ἐν βάθει τοῦ κόλπου.
そして、この湾の奥にベレニケという都市が創建されている。
§16.4.6μετὰ δὲ τὸν κόλπον ἡ Ὀφιώδης καλουμένη νῆσος ἀπὸ τοῦ συμβεβηκότος, ἣν ἠλευθέρωσε τῶν ἑρπετῶν ὁ βασιλεύς, ἅμα καὶ διὰ τὰς φθορὰς τῶν προσορμιζομένων ἀνθρώπων τὰς ἐκ τῶν θηρίων καὶ διὰ τὰ τοπάζια.
この湾の次には、その実態から「蛇の島」と呼ばれる島がある。 王がそこから這うものたちを駆除したのであるが、それは、接岸する人々が獣たちによって被る被害のためと、同時にトパジオンのためでもあった。
λίθος δέ ἐστι διαφανὴς χρυσοειδὲς ἀποστίλβων φέγγος, ὅσον μεθʼ ἡμέραν μὲν οὐ ῥᾴδιον ἰδεῖν ἔστι (ὑπεραυγεῖται γάρ), νύκτωρ δʼ ὁρῶσιν οἱ συλλέγοντες·
これは透明な石であって、金のような光輝を放つが、日中は見つけるのが容易ではなく(光が強すぎるためである)、採集する人々は夜間にこれを見つけるのである。
περικαθάψαντες δὲ ἀγγεῖον σημείου χάριν μεθʼ ἡμέραν ἀνορύττουσι·
彼らは、目印のために容器を被せておき、日中に掘り出す。
καὶ ἦν σύστημα ἀνθρώπων ἀποδεδειγμένων εἰς τὴν φυλακὴν τῆς λιθείας ταύτης καὶ τὴν συναγωγήν, σιταρχούμενον ὑπὸ τῶν τῆς Αἰγύπτου βασιλέων.
そして、この石の監視と収集に任じられた人々の組織があり、エジプトの王たちによって食糧を支給されていた。

語釈・文法注

  1. 16.4.4ἀρχομένοις — 与格分詞 `ἀρχομένοις`(および後の `προσπλεύσασιν`)は、「関係・視点の与格」として機能している。「〜から始めるとすれば(〜から始める者にとって)」という意味を表し、主観的な地理的視点を導入する慣用的な表現である。
  2. 16.4.5κολοβοὺς ... τὰς βαλάνους — 形容詞 `κολοβοὺς` と名詞 `τὰς βαλάνους`(対格)の組み合わせは「関係の対格(あるいは限定の対格)」である。全体として「亀頭において切り詰められている(割礼を施されている)」という意味を表し、先行する動詞 `φησὶ` に導かれる対格不定詞構文(Aci)の一部である。
  3. 16.4.6ὅσον — 関係代名詞の中性単数対格形 `ὅσον` が副詞的に用いられ、制限のニュアンス(「ただし〜の限りにおいて」「〜であるものの」)を文脈に与えている。ここでは後続の不定詞 `ἰδεῖν`(形容詞 `ῥᾴδιον` を修飾する解説的不定詞)とともに、「ただし、日中は容易に見ることはできない」という制限節を構成している。

この箇所を引用する

ストラボン, 地理誌 §16.4.4-16.4.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.4-16.4.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。