§16.4.10ἔτι δʼ ὑπὲρ τούτων ὡς πρὸς μεσημβρίαν οἱ κυναμολγοί, ὑπὸ δὲ τῶν ἐντοπίων ἄγριοι καλούμενοι, κατάκομοι, καταπώγωνες, κύνας ἐκτρέφοντες εὐμεγέθεις, οἷς θηρεύουσι τοὺς ἐπερχομένους ἐκ τῆς πλησιοχώρου βόας Ἰνδικούς, εἴθʼ ὑπὸ θηρίων ἐξελαυνομένους εἴτε σπάνει νομῆς·
\nさらにこれらの上方、南の方にはクナモルゴイがおり、地元の人々からは「野生人」と呼ばれている。 彼らは髪が長く、髭が長く、非常に大きな犬たちを飼育しており、その犬たちを使って、隣接する地域からやって来るインドの牛たちを狩る。 それらの牛たちは野獣に追い出されるか、あるいは牧草の不足によってやって来るのである。
ἡ δʼ ἔφοδος αὐτῶν ἀπὸ θερινῶν τροπῶν μέχρι μέσου χειμῶνος.
それらの襲来は、夏至から冬至の半ばまでである。
τῷ δʼ Ἀντιφίλου λιμένι ἑξῆς ἔστι λιμὴν καλούμενος κολοβῶν ἄλσος καὶ Βερενίκη πόλις ἡ κατὰ Σαβὰς καὶ Σαβαί, πόλις εὐμεγέθης, εἶτα τὸ τοῦ Εὐμένους ἄλσος.
アンティピロスの港に続いて、「不具者の森」と呼ばれる港、およびサバイの近くの都市ベレニケ、ならびに大都市サバイがあり、次いでエウメネスの森がある。
ὑπέρκειται δὲ πόλις Δάραδα καὶ κυνήγιον ἐλεφάντων τὸ πρὸς τῷ φρέατι καλούμενον·
その上方にはダラダという都市と、「井戸の近くの」と呼ばれる象の狩猟地がある。
κατοικοῦσι δʼ ἐλεφαντοφάγοι, τὴν θήραν ποιούμενοι τοιαύτην·
そこには象食民が住んでおり、次のような方法で狩りを行う。
ἀπὸ τῶν δένδρων ἰδόντες ἀγέλην διὰ τοῦ δρυμοῦ φερομένην τῇ μὲν οὐκ ἐπιτίθενται, τοὺς δʼ ἀποπλανηθέντας ἐκ τῶν ὄπισθεν λάθρᾳ προσιόντες νευροκοποῦσι·
彼らは木の上から森を通り抜けていく群れを見ると、群れ全体には襲いかからず、後ろから迷い出た個体に密かに近づいて腱を切る。
τινὲς δὲ καὶ τοξεύμασιν ἀναιροῦσιν αὐτοὺς χολῇ βεβαμμένοις ὄφεων·
また、蛇の胆汁に浸した矢で彼らを殺す者もいる。
ἡ δὲ τοξεία διὰ τριῶν ἀνδρῶν συντελεῖται, τῶν μὲν κατεχόντων τὸ τόξον καὶ προβεβηκότων τοῖς ποσί, τοῦ δʼ ἕλκοντος τὴν νευράν·
その弓術は三人で行われ、二人が弓を保持して足を踏ん張り、一人が弦を引くのである。
ἄλλοι δὲ σημειωσάμενοι τὰ δένδρα οἷς εἰώθασι προσαναπαύεσθαι, προσιόντες ἐκ θατέρου μέρους τὸ στέλεχος ὑποκόπτουσιν·
また他の者たちは、象たちがいつも寄りかかって休む木を見定めておき、反対側から近づいてその幹に切り込みを入れる。
ἐπὰν οὖν προσιὸν τὸ θηρίον ἀποκλίνῃ πρὸς αὐτό, πεσόντος τοῦ δένδρου πίπτει καὶ αὐτό, ἀναστῆναι δὲ μὴ δυναμένου διὰ τὸ τὰ σκέλη διηνεκὲς ὀστοῦν ἔχειν καὶ ἀκαμπές, καταπηδήσαντες ἀπὸ τῶν δένδρων ἀνατέμνουσιν αὐτό·
それゆえ、やって来た野獣がその木に寄りかかると、木が倒れるとともに野獣自身も倒れる。 そして、脚の骨が一続きで曲がらないために立ち上がることができないので、彼らは木から飛び降りてそれを切り刻むのである。
τοὺς δὲ κυνηγοὺς οἱ νομάδες ἀκαθάρτους καλοῦσιν.
遊牧民たちは、これらの狩人たちを不浄の者と呼んでいる。
§16.4.11̔υπέρκειται δὲ τούτων ἔθνος οὐ μέγα στρουθοφάγων, παρʼ οἷς ὄρνεις εἰσὶ μέγεθος ἐλάφων ἔχοντες, πέτασθαι μὲν οὐ δυνάμενοι, θέοντες δὲ ὀξέως καθάπερ οἱ στρουθοκάμηλοι·
\n\nこれらの上方にはダチョウ食民という大きくない部族がおり、彼らのところには鹿ほどの大きさの鳥がいる。 飛ぶことはできないが、ダチョウのように素早く走る。
θηρεύουσι δʼ αὐτοὺς οἱ μὲν τόξοις, οἱ δὲ ταῖς δοραῖς τῶν στρουθῶν σκεπασθέντες τὴν μὲν δεξιὰν καλύπτουσι τῷ τραχηλιμαίῳ μέρει καὶ κινοῦσιν οὕτως ὥσπερ τὰ ζῷα κινεῖται τοῖς τραχήλοις, τῇ δὲ ἀριστερᾷ σπέρμα προχέουσιν ἀπὸ πήρας παρηρτημένης, καὶ τούτῳ δελεάσαντες τὰ ζῷα εἰς φάραγγας συνωθοῦσιν·
彼らはそれらをある者は弓で狩り、またある者はダチョウの皮をかぶって、右手をその首の部分で覆い、鳥たちが首を動かすように動かし、左手では脇に下げた袋から種を撒き、この種で鳥たちを誘い出して谷へと追い込む。
ἐνταῦθα δʼ ἐφεστῶτες ξυλοκόποι κατακόπτουσι·
そこには棍棒を持った者たちが待ち構えていて、叩き殺す。
καὶ ἀμπέχονται δὲ καὶ ὑποστόρνυνται τὰ δέρματα ταῦτα·
彼らはこれらの皮を衣服とし、また敷物とする。
πολεμοῦσι δὲ τούτοις οἱ σιμοὶ καλούμενοι Αἰθίοπες, κέρασιν ὀρύγων ὅπλοις χρώμενοι.
彼らと戦争をしているのは、鼻の低いエチオピア人と呼ばれる人々であり、オリックスの角を武器として用いている。
§16.4.12πλησιόχωροι δὲ τούτοις εἰσὶ μελανώτεροί τε τῶν ἄλλων καὶ βραχύτεροι καὶ βραχυβιώτατοι ἀκριδοφάγοι·
\n\nこれらの近隣には、他よりも皮膚が黒く、背が低く、極めて短命なイナゴ食民がいる。
τὰ γὰρ τετταράκοντα ἔτη σπανίως ὑπερτιθέασιν, ἀποθηριουμένης αὐτῶν τῆς σαρκός·
というのも、彼らの肉体が野獣のようになっていくため、四十歳を越えることは稀だからである。
ζῶσι δʼ ἀπὸ ἀκρίδων, ἃς οἱ ἐαρινοὶ λίβες καὶ ζέφυροι πνέοντες μεγάλοι συνελαύνουσιν εἰς τοὺς τόπους τούτους·
彼らはイナゴを食べて生活している。 それらのイナゴは、春の南西風や西風が強く吹くときに、これらの地域に追い込まれてくるのである。
ἐν ταῖς χαράδραις δὲ ἐμβαλόντες ὕλην καπνώδη καὶ ὑφάψαντες μικρὸν ὑπερπετάμεναι γὰρ τὸν καπνὸν σκοτοῦνται καὶ πίπτουσι·
彼らは谷に煙の出る木材を投げ入れて、わずかに火をつける。 上空を飛んでいるイナゴは、煙によって目眩を起こし、落下するからである。
συγκόψαντες δʼ αὐτὰς μεθʼ ἁλμυρίδος μάζας ποιοῦνται καὶ χρῶνται.
それらを塩分と一緒に砕いて塊を作り、食物とする。
τούτων δʼ ἔρημος ὑπέρκειται μεγάλη, νομὰς δαψιλεῖς ἔχουσα, ἐκλειφθεῖσα δʼ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων τῶν τετραγνάθων καλουμένων, ἐπιπολάσαντός ποτε καὶ ἀπεργασαμένου τοῖς ἀνθρώποις φυγὴν παντελῆ.
これらの上方には広大な砂漠が広がっており、豊かな牧草地があるが、サソリや「四つの顎を持つ」と呼ばれる毒蜘蛛が大量に発生し、かつて蔓延して人々を完全に逃亡させたために見捨てられた。
§16.4.13μετὰ δὲ Εὐμένους λιμένα μέχρι Δειρῆς καὶ τῶν κατὰ τὰς ἓξ νήσους στενῶν ἰχθυοφάγοι καὶ κρεοφάγοι κατοικοῦσι καὶ κολοβοὶ μέχρι τῆς μεσογαίας.
\n\nエウメネスの港の先、デイラおよび六つの島々のあたりの海峡にいたるまでは、魚食民や肉食民、および不具者が内陸まで住んでいる。
εἰσὶ δὲ καὶ θῆραι πλείους ἐλεφάντων καὶ πόλεις ἄσημοι καὶ νησία πρὸ τῆς παραλίας·
また、象の多くの狩猟地や、名もない都市、沿岸の前に小島がいくつかある。
νομάδες δʼ οἱ πλείους, ὀλίγοι δʼ οἱ γεωργοῦντες·
大部分は遊牧民であり、農耕をする者は少ない。
παρά τισι δὲ τούτων φύεται στύραξ οὐκ ὀλίγος.
彼らのうちの一部の人々のところでは、少なからぬ量のソ合香が自生している。
συνάγουσι δὲ ταῖς ἀμπώτεσιν οἱ ἰχθυοφάγοι τοὺς ἰχθῦς·
魚食民たちは、引き潮の時に魚を集める。
ἐπιρρίψαντες δὲ ταῖς πέτραις κατοπτῶσι πρὸς τὸν ἥλιον, εἶτʼ ἐξοπτήσαντες τὰς ἀκάνθας μὲν σωρεύουσι, τὴν δὲ σάρκα πατήσαντες μάζας ποιοῦνται, πάλιν δὲ ταύτας ἡλιάζοντες σιτοῦνται·
そして、それらを岩の上に投げ出し、太陽で焼き、焼き上がると骨をうずたかく積み上げ、肉を足で踏みつけて塊を作り、これらを再び天日に干して食べる。
χειμῶνος δʼ ἀδυνατήσαντες συνάγειν τοὺς ἰχθῦς τὰς σεσωρευμένας ἀκάνθας κόψαντες μάζας ἀναπλάττονται καὶ χρῶνται, τὰς δὲ νεαρὰς ἐκμυζῶσιν·
冬に魚を集めることができなくなると、積み上げておいた骨を砕いて塊に成形して用い、また新鮮なものは骨髄を吸う。
ἔνιοι δὲ τὰς κόγχας ἐχούσας τὴν σάρκα σιτεύουσι, καταβάλλοντες εἰς χαράδρια καὶ συστάδας θαλάττης, εἶτʼ ἰχθύδια παραρριπτοῦντες τροφὴν αὐταῖς χρῶνται ἐν τῇ τῶν ἰχθύων σπάνει·
ある人々は、身の入った貝を谷や海のよどみに投げ入れて飼育し、魚の不足している時にそれらに小さな魚を投げ与えて、自らの食物とする。
ἔστι δʼ αὐτοῖς καὶ ἰχθυοτροφεῖα παντοῖα, ἀφʼ ὧν ταμιεύονται.
また、彼らのところには様々な魚の養殖池があり、そこから蓄えている。
ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ, ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἕως ἐκτυμπανώσεως τῆς γαστρός, εἶτʼ ἀπίασιν ἐπὶ θάλατταν πάλιν·
水のない沿岸に住む人々の一部は、五日ごとに、家族総出で讃歌を歌いながら給水所へと登っていき、うつ伏せに身を投げ出して、腹が太鼓のように張るまで牛のように水を飲み、それから再び海へと戻っていく。
οἰκοῦσι δʼ ἐν σπηλαίοις ἢ μάνδραις στεγασταῖς ἀπὸ δοκῶν μὲν καὶ στρωτήρων τῶν κητείων ὀστέων καὶ ἀκανθῶν, φυλλάδος δʼ ἐλαΐνης.
彼らは洞窟や、鯨の骨や背骨を梁や垂木とし、オリーブの葉を屋根とした小屋に住んでいる。