§16.4.25τὴν μὲν οὖν ἀρωματοφόρον διαιροῦσιν εἰς τέτταρας μερίδας, ὥσπερ εἰρήκαμεν·
さて、香料産出地(アラビア)は、すでに述べたように、彼らは4つの地域に分割している。
τῶν ἀρωμάτων δὲ λίβανον μὲν καὶ σμύρναν ἐκ δένδρων γίνεσθαί φασι, κασίαν δὲ καὶ ἐκ θάμνων·
香料のうち、乳香と没薬は樹木から、カシアは低木から生じると彼らは言う。
τινὲς δὲ τὴν πλείω ἐξ Ἰνδῶν εἶναι, τοῦ δὲ λιβάνου βέλτιστον τὸν πρὸς τῇ Περσίδι.
ある人々は、その大部分はインドから来ると言い、乳香のうち最も優れたものはペルシア近隣のものであると言う。
κατʼ ἄλλην δὲ διαίρεσιν σύμπασαν τὴν εὐδαίμονα πενταχῆ σχίζουσιν εἰς βασιλείας, ὧν ἡ μὲν τοὺς μαχίμους ἔχει καὶ προαγωνιστὰς ἁπάντων, ἡ δὲ τοὺς γεωργοὺς παρʼ ὧν ὁ σῖτος εἰς τοὺς ἄλλους εἰσάγεται, ἡ δὲ τοὺς βαναυσοτεχνοῦντας, καὶ ἡ μὲν σμυρνοφόρος, ἡ δὲ λιβανωτοφόρος·
別の分割によれば、彼らは幸福な(アラビア)全体を5つの王国に引き裂いて(分割して)いる。 それらのうち、あるものは戦士たちと全員の先頭に立って戦う人々を擁し、別のものはそこから穀物が他の者たちへともたらされる農民たちを擁し、別のものは手工業者たちを擁し、またあるものは没薬を産出し、別のものは乳香を産出する。
αἱ δʼ αὐταὶ καὶ τὴν κασίαν καὶ τὸ κιννάμωμον καὶ τὴν νάρδον φέρουσι·
これらと同じ(王国)がカシアやシナモン、ナルド(ナルド香)をも産する。
παρʼ ἀλλήλων δʼ οὐ μεταφοιτᾷ τὰ ἐπιτηδεύματα, ἀλλʼ ἐν τοῖς πατρίοις διαμένουσιν ἕκαστοι.
職業は互いの間で移り変わることはなく、それぞれが先祖伝来の職業に留まる。
οἶνος δʼ ἐκ φοινίκων ὁ πλείων.
ワイン(酒)はその大部分がヤシから作られる。
ἀδελφοὶ τιμιώτεροι τῶν τέκνων·
兄弟は子供たちよりも重んじられる。
κατὰ πρεσβυγένειαν καὶ βασιλεύουσιν οἱ ἐκ τοῦ γένους καὶ ἄλλας ἀρχὰς ἄρχουσι·
一族のうちの者たちは、長子相続(年齢順)に従って、王位に就いたり他の官職を務めたりする。
κοινὴ κτῆσις ἅπασι τοῖς συγγενέσι, κύριος δὲ ὁ πρεσβύτατος·
財産は親族一同ですべて共有され、最年長の者がその管理者となる。
μία δὲ καὶ γυνὴ πᾶσιν, ὁ δὲ φθάσας εἰσιὼν μίγνυται προθεὶς τῆς θύρας τὴν ῥάβδον·
妻もまた全員で一人を共有し、最初に(家へ)入った者が、戸口の前に杖を置いて交わる。
ἑκάστῳ γὰρ δεῖν ῥαβδοφορεῖν ἔθος·
というのも、それぞれが杖を携行することが習慣だからである。
νυκτερεύει δὲ παρὰ τῷ πρεσβυτάτῳ·
しかし、彼女は最年長の者のところで夜を過ごす。
διὸ καὶ πάντες ἀδελφοὶ πάντων εἰσί·
そのため、すべての者がすべての者の兄弟なのである。
μίγνυνται δὲ καὶ μητράσι·
彼らは母親とも交わる。
μοιχῷ δὲ ζημία θάνατος·
姦通者に対する罰は死刑である。
μοιχὸς δʼ ἐστὶν ὁ ἐξ ἄλλου γένους.
姦通者とは他の一族の者のことである。
θυγάτηρ δὲ τῶν βασιλέων τινὸς θαυμαστὴ τὸ κάλλος, ἔχουσα ἀδελφοὺς πεντεκαίδεκα ἐρῶντας αὐτῆς πάντας, καὶ διὰ τοῦτʼ ἀδιαλείπτως ἄλλον ἐπʼ ἄλλῳ παριόντα ὡς αὐτήν, κάμνουσα ἤδη παραδέδοται νοήματι χρήσασθαι τοιούτῳ·
ある王の娘で、驚くほど美しい者がいた。 彼女には 15人の兄弟がいて、全員が彼女を愛しており、そのため絶え間なく次から次へと彼女のもとを訪れていた。 彼女はついに疲れ果て、次のような計略を用いるに至った。
ποιησαμένη ῥάβδους ὁμοίας ταῖς ἐκείνων, ὅτʼ ἐξίοι παρʼ αὐτῆς τις, ἀεί τινα προὐτίθει τῆς θύρας τὴν ὁμοίαν ἐκείνῃ, καὶ μικρὸν ὕστερον ἄλλην, εἶτʼ ἄλλην, στοχαζομένη ὅπως μὴ ἐκείνῃ τὴν παραπλησίαν ἔχοι ὁ μέλλων προσιέναι·
彼女は彼らのものに似た杖を(複数)作り、誰かが彼女のもとから出て行くときには、常にその者のものに似た杖を戸口の前に置き、その少し後には別のものを、さらにその後には別のものを置いて、次に近づこうとする者が、それ(戸口にある杖)と似たものを持たないように狙いを定めた。
καὶ δὴ πάντων ποτὲ κατʼ ἀγορὰν ὄντων, ἕνα προσιόντα τῇ θύρᾳ καὶ ἰδόντα τὴν ῥάβδον, ἐκ μὲν ταύτης εἰκάσαι διότι παρʼ αὐτήν τις εἴη·
そして、あるとき全員が市場にいた際、ある兄弟が戸口に近づき、その杖を見て、それから彼女のもとに誰かがいるのだと推測した。
ἐκ δὲ τοῦ τοὺς ἀδελφοὺς πάντας ἐν τῇ ἀγορᾷ καταλιπεῖν ὑπονοῆσαι μοιχόν·
しかし、兄弟全員を市場に残してきたことから、姦通者(他の一族の者)ではないかと疑った。
δραμόντα δὲ πρὸς τὸν πατέρα καὶ ἐπαγαγόντα ἐκεῖνον ἐλεγχθῆναι καταψευσάμενον τῆς ἀδελφῆς.
そこで彼は父(王)のもとへ走り、彼を連れてきたが、姉妹に対して偽りの告発をしたとして、自らの非を証明されることになった。
§16.4.26σώφρονες δʼ εἰσὶν οἱ Ναβαταῖοι καὶ κτητικοί, ὥστε καὶ δημοσίᾳ τῷ μὲν μειώσαντι τὴν οὐσίαν ζημία κεῖται, τῷ δʼ αὐξήσαντι τιμαί.
ナバテア人たちは節度があり、財産を蓄える傾向がある。 そのため公的にも、財産を減らした者には罰が定められており、増やした者には栄誉が与えられるほどである。
ὀλιγόδουλοι δʼ ὄντες ὑπὸ τῶν συγγενῶν διακονοῦνται τὸ πλέον ἢ ὑπʼ ἀλλήλων ἢ αὐτοδιάκονοι, ὥστε καὶ μέχρι τῶν βασιλέων διατείνειν τὸ ἔθος.
彼らは奴隷をほとんど持たないため、大抵は親族によって仕えられるか、あるいは互いに仕え合うか、自分自身で仕える(自給自足する)。 この習慣は王たちにまで及ぶほどである。
συσσίτια δὲ ποιοῦνται κατὰ τρισκαίδεκα ἀνθρώπους, μουσουργοὶ δὲ δύο τῷ συμποσίῳ ἑκάστῳ.
彼らは13人ずつ共同の食事(会食)を行い、それぞれの宴会(シンポシオン)に2人の音楽家(奏者)がつく。
ὁ δὲ βασιλεὺς ἐν οἴκῳ μεγάλῳ πολλὰ συνέχει συμπόσια· πίνει δʼ οὐδεὶς πλέον τῶν ἕνδεκα ποτηρίων ἄλλῳ καὶ ἄλλῳ χρυσῷ ἐκπώματι.
王は大広間で多くの宴会を催すが、誰も11杯を超える酒を飲むことはなく、その都度異なる金製の杯を用いる。
οὕτω δʼ ὁ βασιλεύς ἐστι δημοτικὸς ὥστε πρὸς τῷ αὐτοδιακόνῳ καί ποτʼ ἀντιδιάκονον τοῖς ἄλλοις καὶ αὐτὸν γίνεσθαι·
王はきわめて庶民的(民主的)であり、自ら給仕するだけでなく、時には他の人々に対して自ら進んで代わって給仕することさえある。
πολλάκις δὲ καὶ ἐν τῷ δήμῳ δίδωσιν εὐθύνας, ἔσθʼ ὅτε καὶ ἐξετάζεται τὰ περὶ τὸν βίον·
また、しばしば民衆の前で釈明を行い、時には彼の私生活について審査を受けることさえある。
οἰκήσεις δὲ διὰ λίθου πολυτελεῖς, αἱ δὲ πόλεις ἀτείχιστοι διʼ εἰρήνην·
彼らの住居は石造りで豪華であるが、都市は平和のために城壁を持たない。
εὔκαρπος ἡ πολλὴ πλὴν ἐλαίου, χρῶνται δὲ σησαμίνῳ.
土地の大部分は豊穣であるが、オリーブだけは例外であり、彼らはゴマ油を用いる。
πρόβατα λευκότριχα, βόες μεγάλοι, ἵππων ἄφορος ἡ χώρα·
羊は白い毛をしており、牛は大きく、土地は馬を産出しない。
κάμηλοι δὲ τὴν ὑπουργίαν ἀντʼ ἐκείνων παρέχονται·
馬の代わりにラクダがその役目を果たす。
ἀχίτωνες δʼ ἐν περιζώμασι καὶ βλαυτίοις προΐασι καὶ οἱ βασιλεῖς, ἐν πορφύρᾳ δʼ οὗτοι·
彼らはチュニックを着用せず、腰布とサンダルだけで外出する。 王たちも同様であるが、王たちは紫色の衣をまとう。
εἰσαγώγιμα δʼ ἐστὶ τὰ μὲν τελέως τὰ δʼ οὐ παντελῶς, ἄλλως τε καὶ ἐπιχωριάζει, καθάπερ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν ἀρωμάτων·
品物のうち、あるものは完全に輸入され、あるものはそうではない。 特に国内で産出されるもの、例えば金や銀、そして香料の大部分はそうである。
χαλκὸς δὲ καὶ σίδηρος καὶ ἔτι πορφυρᾶ ἐσθὴς στύραξ κρόκος κοστάρια τόρευμα γραφὴ πλάσμα οὐκ ἐπιχώρια·
銅、鉄、そしてさらに紫色の衣、ソ合香(スチラックス)、サフラン、コスタス(香草の一種)、浮彫り、絵画、彫刻(塑造)は国内では産出されない(輸入される)。
ἴσα κοπρίαις ἡγοῦνται τὰ νεκρὰ σώματα, καθάπερ Ἡράκλειτός φησι νέκυες κοπρίων ἐκβλητότεροι.
彼らは死体を糞尿(肥やし)と同等にみなしている。 ヘラクレイトスが『死体は肥やしよりも投げ捨てられるにふわしい』と言うように。
διὸ καὶ παρὰ τοὺς κοπρῶνας κατορύττουσι καὶ τοὺς βασιλεῖς.
それゆえ、王たちでさえ糞尿溜めの近くに埋葬する。
ἥλιον τιμῶσιν ἐπὶ τοῦ δώματος ἱδρυσάμενοι βωμόν, σπένδοντες ἐν αὐτῷ καθʼ ἡμέραν καὶ λιβανωτίζοντες.
彼らは屋根の上に祭壇を築いて太陽を崇拝し、そこで毎日、献酒を捧げ、乳香を焚く。