§16.4.21πρῶτοι δʼ ὑπὲρ τῆς Συρίας Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ πολλάκις κατέτρεχον αὐτῆς πρὶν ἢ Ῥωμαίων γενέσθαι·
シリアの上方に最初に位置するナバテア人とサバ人が「幸福なアラビア」を領有しており、ローマの支配下に入る前は、しばしばその地を襲撃していた。
νῦν δὲ κἀκεῖνοι Ῥωμαίοις εἰσὶν ὑπήκοοι καὶ Σύροι.
しかし今では、彼らもシリア人もローマに服属している。
μητρόπολις δὲ τῶν Ναβαταίων ἐστὶν ἡ Πέτρα καλουμένη·
ナバテア人の首都はペトラと呼ばれる都市である。
κεῖται γὰρ ἐπὶ χωρίου τἆλλα ὁμαλοῦ καὶ ἐπιπέδου, κύκλῳ δὲ πέτρᾳ φρουρουμένου τὰ μὲν ἐκτὸς ἀποκρήμνου καὶ ἀποτόμου τὰ δʼ ἐντὸς πηγὰς ἀφθόνους ἔχοντος εἴς τε ὑδρείαν καὶ κηπείαν.
なぜなら、その地は他の点では平坦で平らな土地に位置しているが、周囲を岩壁で守られており、外側は険しく切り立っている一方、内側は給水や園芸のための豊富な水源を備えているからである。
ἔξω δὲ τοῦ περιβόλου χώρα ἔρημος ἡ πλείστη καὶ μάλιστα ἡ πρὸς Ἰουδαίᾳ·
囲壁の外は大部分が不毛な砂漠であり、特にユダヤに面した部分がそうである。
ταύτῃ δὲ καὶ ἐγγυτάτω ἐστὶ τριῶν ἢ τεττάρων ὁδὸς ἡμερῶν εἰς Ἱερικοῦντα, εἰς δὲ τὸν φοινικῶνα πέντε.
ここからエリコまでは、最も近くて3日か4日の道程であり、ヤシの林までは5日である。
βασιλεύεται μὲν οὖν ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους, ἔχει δʼ ὁ βασιλεὺς ἐπίτροπον τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν·
国は常に王族出身の者によって統治されているが、王は「兄弟」と呼ばれる、廷臣の中のひとりを摂政として持っている。
σφόδρα δʼ εὐνομεῖται·
そこは極めてよく統治されている。
γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος, ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος, διηγεῖτο θαυμάζων·
実際、ペトラ人のもとに滞在した哲学者であり我々の友でもあるアテノドロスは、驚嘆してこのように語ってくれた。
εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς μὲν Ῥωμαίων πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων·
すなわち、そこには多くのローマ人や他の多くの外国人が定住しているのを彼は見出したという。
τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους, τῶν δʼ ἐπιχωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας, ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς.
そして、外国人たちがしばしばお互いの間や地元の人々との間で裁判を争っているのを見る一方で、地元の人々は誰も互いに告訴し合うことなく、完全に平和な関係を保っている、と。
§16.4.22πολλὰ δὲ καὶ ἡ τῶν Ῥωμαίων ἐπὶ τοὺς Ἄραβας στρατεία νεωστὶ γενηθεῖσα ἐφʼ ἡμῶν, ὧν ἡγεμὼν ἦν Αἴλιος Γάλλος, διδάσκει τῶν τῆς χώρας ἰδιωμάτων.
また、我々の時代に最近行われた、アエリウス・ガッルスを指揮官とするローマ人のアラビア人に対する遠征も、この土地の特異性について多くのことを教えてくれる。
τοῦτον δʼ ἔπεμψεν ὁ Σεβαστὸς Καῖσαρ διαπειρασόμενον τῶν ἐθνῶν καὶ τῶν τόπων τούτων τε καὶ τῶν Αἰθιοπικῶν, ὁρῶν τήν τε Τρωγλοδυτικὴν τὴν προσεχῆ τῇ Αἰγύπτῳ γειτονεύουσαν τούτοις, καὶ τὸν Ἀράβιον κόλπον στενὸν ὄντα τελέως τὸν διείργοντα ἀπὸ τῶν Τρωγλοδυτῶν τοὺς Ἄραβας·
アウグストゥス・カエサルは、エジプトに隣接しこれらの人々(アラビア人)と近隣関係にあるトログロデュティケ地方と、トログロデュテスとアラビア人を完全に隔てているアラビア湾が極めて狭いものであるのを見て、これら(アラビア)の諸部族や地域、およびエチオピアのそれを調査するために彼を派遣した。
προσοικειοῦσθαι δὴ διενοήθη τούτους ἢ καταστρέφεσθαι·
カエサルは、彼らを味方にするか、あるいは征服しようと意図したのである。
ἦν δέ τι καὶ τὸ πολυχρημάτους ἀκούειν ἐκ παντὸς χρόνου, πρὸς ἄργυρον καὶ χρυσὸν τὰ ἀρώματα διατιθεμένους καὶ τὴν πολυτελεστάτην λιθείαν, ἀναλίσκοντας τῶν λαμβανομένων τοῖς ἔξω μηδέν·
さらに、彼らが古くから極めて富裕であり、香料や極めて高価な宝石を銀や金と引き換えに売却する一方で、得たものを外部の者に全く費やさないという噂を聞いていたことも一因であった。
ἢ γὰρ φίλοις ἤλπιζε πλουσίοις χρήσεσθαι ἢ ἐχθρῶν κρατήσειν πλουσίων·
というのも、彼らを富裕な友とすることを期待するか、さもなくば富裕な敵を制圧することを期待したからである。
ἐπῇρε δʼ αὐτὸν καὶ ἡ παρὰ τῶν Ναβαταίων ἐλπὶς φίλων ὄντων καὶ συμπράξειν ἅπανθʼ ὑπισχνουμένων.
また、友人でありすべてにおいて協力することを約束していたナバテア人からの期待も、彼を奮起させた。
§16.4.23ἐπὶ τούτοις μὲν οὖν ἔστειλε τὴν στρατείαν ὁ Γάλλος.
このようなわけで、ガッルスは遠征軍を派遣した。
ἐξηπάτησε δʼ αὐτὸν ὁ τῶν Ναβαταίων ἐπίτροπος Συλλαῖος, ὑποσχόμενος μὲν ἡγήσεσθαι τὴν ὁδὸν καὶ χορηγήσειν ἅπαντα καὶ συμπράξειν, ἅπαντα δʼ ἐξ ἐπιβουλῆς πράξας, καὶ οὔτε παράπλουν ἀσφαλῆ μηνύων οὔθʼ ὁδόν, ἀλλὰ ἀνοδίαις καὶ κυκλοπορίαις καὶ πάντων ἀπόροις χωρίοις ἢ ῥαχίαις ἀλιμένοις παραβάλλων ἢ χοιράδων ὑφάλων μεσταῖς ἢ τεναγώδεσι·
しかし、ナバテア人の摂政であるスッライオスが彼を欺いた。 スッライオスは、道案内をし、すべてを調達し、協力することを約束しながら、実際にはすべてを陰謀によって行い、安全な航路も陸路も教えず、かえって道なき道や迂回路、そしてあらゆる困難な場所、あるいは港のない岩礁海岸や暗礁だらけの場所、あるいは湿地帯へと彼らを導いた。
πλεῖστον δὲ αἱ πλημμυρίδες ἐλύπουν ἐν τοιούτοις καὶ ταῦτα χωρίοις καὶ αἱ ἀμπώτεις.
そのような、しかもあのような場所では、満潮と干潮が最も彼らを苦しめた。
πρῶτον μὲν δὴ τοῦθʼ ἁμάρτημα συνέβη τὸ μακρὰ κατασκευάσασθαι πλοῖα, μηδενὸς ὄντος μηδʼ ἐσομένου κατὰ θάλατταν πολέμου.
まず最初に起きた過ちは、海での戦争が全くなく、今後も起こる見込みがないのに、大型の船(軍船)を建造したことであった。
οὐδὲ γὰρ κατὰ γῆν σφόδρα πολεμισταί εἰσιν ἀλλὰ κάπηλοι μᾶλλον οἱ Ἄραβες καὶ ἐμπορικοί, μήτι γε κατὰ θάλατταν·
というのも、アラビア人は陸上でも決して強い戦士ではなく、むしろ小売商人や貿易商であり、海上ではなおさらそうだからである。
ὁ δʼ οὐκ ἔλαττον ὀγδοήκοντα ἐναυπηγήσατο δίκροτα καὶ τριήρεις καὶ φασήλους κατὰ Κλεοπατρίδα τὴν πρὸς τῇ παλαιᾷ διώρυγι τῇ ἀπὸ τοῦ Νείλου.
しかし、ガッルスはナイル川からの古い運河の近くにあるクレオパトリスにおいて、二段櫂船や三段櫂船、軽量船を80隻下回らない数(80隻以上)建造した。
γνοὺς δὲ διεψευσμένος ἐναυπηγήσατο σκευαγωγὰ ἑκατὸν καὶ τριάκοντα, οἷς ἔπλευσεν ἔχων περὶ μυρίους πεζοὺς τῶν ἐκ τῆς Αἰγύπτου Ῥωμαίων καὶ τῶν συμμάχων, ὧν ἦσαν Ἰουδαῖοι μὲν πεντακόσιοι Ναβαταῖοι δὲ χίλιοι μετὰ τοῦ Συλλαίου.
しかし、自分が欺かれたことに気づくと、彼は荷物運搬船を130隻建造し、エジプト出身のローマ人と同盟軍からなる約1万人の歩兵を率いて出航した。 同盟軍のうち、ユダヤ人は500人、ナバテア人はスッライオスとともに1000人であった。
πολλὰ δὲ παθὼν καὶ ταλαιπωρηθεὶς πεντεκαιδεκαταῖος ἧκεν εἰς Λευκὴν κώμην τῆς Ναβαταίων γῆς, ἐμπόριον μέγα, πολλὰ τῶν πλοίων ἀποβαλὼν (ὧν ἔνια καὶ αὔτανδρα) ὑπὸ δυσπλοίας, πολεμίου δʼ οὐδενός·
多くの苦難と労苦をなめた末、彼は15日目にナバテア人の土地の大きな商業地であるレウケ・コメ(白い村)に到着したが、航海が困難であったために(敵が誰もいなかったにもかかわらず)、多くの船を(中には乗組員ごと)失った。
τοῦτο δʼ ἀπειργάσατο ἡ τοῦ Συλλαίου κακία τοῦ πεζῇ φήσαντος ἀνόδευτα εἶναι στρατοπέδοις εἰς τὴν Λευκὴν κώμην, εἰς ἣν καὶ ἐξ ἧς οἱ καμηλέμποροι τοσούτῳ πλήθει ἀνδρῶν καὶ καμήλων ὁδεύουσιν ἀσφαλῶς καὶ εὐπόρως εἰς Πέτραν ἐκ Πέτρας, ὥστε μὴ διαφέρειν μηδὲν στρατοπέδου.
これは、陸路ではレウケ・コメへの軍隊の移動は不可能であると言ったスッライオスの悪意がもたらした結果であった。 実際には、ラクダ商人が非常に多くの人々やラクダを連れて、ペトラへと、またペトラから、安全かつ容易に旅をしており、その様子は軍隊の行軍と何ら変わらないほどであるのに。