§16.4.19συνάπτει δʼ ἡ τῶν Σαβαίων εὐδαιμονεστάτη, μεγίστου ἔθνους, παρʼ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κιννάμωμον· ἐν δὲ τῇ παραλίᾳ καὶ βάλσαμον καὶ ἄλλη τις πόα σφόδρα εὐώδης, ταχὺ δʼ ἐξίτηλον τὴν ὀδμὴν ἔχουσα· εἰσὶ δὲ καὶ φοίνικες εὐώδεις καὶ κάλαμος, ὄφεις δὲ σπιθαμιαῖοι φοινικοῖ τὴν χρόαν, προσαλλόμενοι καὶ μέχρι λαγόνος, τὸ δῆγμα ἔχοντες ἀνήκεστον.
紧邻着的是萨巴人的土地,那是极度富庶繁荣的,属于一个极大的部落,他们那里产有没药、乳香和肉桂;在沿岸地区还有香脂和另一种极香的草,但其香气很快就会消失;还有芳香的椰枣和芦苇,以及身长一跨(约二十二厘米)、颜色呈深红色的蛇,它们能向上跳跃,甚至可以跳到人腰的高度,其咬伤是无法医治的。
διὰ δὲ τὴν ἀφθονίαν τῶν καρπῶν ἀργοὶ καὶ ῥᾴθυμοι τοῖς βίοις εἰσὶν οἱ ἄνθρωποι· κοιτάζονται δὲ ἐπὶ * τῶν ῥιζῶν τῶν δένδρων ἐκτέμνοντες οἱ πολλοὶ καὶ δημοτικοί· διαδεχόμενοι δʼ οἱ σύνεγγυς ἀεὶ τὰ φορτία, τοῖς μετʼ αὐτοὺς παραδιδόασι μέχρι Συρίας καὶ Μεσοποταμίας· καρούμενοι δʼ ὑπὸ τῶν εὐωδιῶν αἴρουσι τὸν κάρον ἀσφάλτου θυμιάματι καὶ τράγου πώγωνος.
由于作物的丰饶,人们在生活中变得懒惰而散漫;大多数普通百姓都会砍下枝条,在树根上睡觉;邻近的人总是接力接收这些货物,并把它们传递给身后的人,一直传到叙利亚和美索不达米亚;当他们被香气熏得昏昏欲睡时,便用沥青和山羊胡须的熏烟来驱散这种昏睡。
ἡ δὲ πόλις τῶν Σαβαίων, ἡ Μαρίαβα, κεῖται μὲν ἐπʼ ὄρους εὐδένδρου.
萨巴人的城市马里亚巴坐落在山林茂密的山上。
βασιλέα δʼ ἔχει κύριον τῶν κρίσεων καὶ τῶν ἄλλων, ἐκ δὲ τῶν βασιλείων οὐ θέμις ἐξιέναι, ἢ καταλεύουσιν αὐτὸν παραχρῆμα οἱ ὄχλοι κατά τι λόγιον· ἐν χλιδῇ δʼ ἐστὶ γυναικείᾳ καὶ αὐτὸς καὶ οἱ περὶ αὐτόν· τὰ δὲ πλήθη τὰ μὲν γεωργεῖ τὰ δʼ ἐμπορεύεται τὰ ἀρώματα τά τε ἐπιχώρια καὶ τὰ ἀπὸ τῆς Αἰθιοπίας, πλέοντες ἐπʼ αὐτὰ διὰ τῶν στενῶν δερματίνοις πλοίοις· τοσαῦτα δʼ ἐστὶ τὸ πλῆθος ὥστʼ ἀντὶ φρυγάνων καὶ τῆς καυσίμου ὕλης χρῆσθαι κινναμώμῳ καὶ κασίᾳ καὶ τοῖς ἄλλοις.
他们有一位主宰审判和其他事务的国王,但根据神圣法律,国王不得离开王宫,否则群众会根据某项神谕立即用石头砸死他;他本人和身边的人都生活在女性般的奢华之中;至于平民,有的务农,有的交易香料,既有当地的,也有来自埃塞俄比亚的,他们乘坐皮船穿过狭窄的海峡去运送这些香料;这些香料的数量如此巨大,以至于他们用肉桂、桂皮及其他香料代替柴火和燃料。
γίνεται δʼ ἐν τοῖς Σαβαίοις καὶ τὸ λάριμνον, εὐωδέστατον θυμίαμα.
在萨巴人中还产有拉里姆农,这是一种极香的香料。
ἐκ δὲ τῆς ἐμπορίας οὗτοί τε καὶ Γερραῖοι πλουσιώτατοι πάντων εἰσίν, ἔχουσί τε παμπληθῆ κατασκευὴν χρυσωμάτων τε καὶ ἀργυρωμάτων, κλινῶν τε καὶ τριπόδων καὶ κρατήρων σὺν ἐκπώμασι καὶ τῇ τῶν οἴκων πολυτελείᾳ· καὶ γὰρ θυρώματα καὶ τοῖχοι καὶ ὀροφαὶ διʼ ἐλέφαντος καὶ χρυσοῦ καὶ ἀργύρου λιθοκολλήτου τυγχάνει διαπεποικιλμένα.
靠着贸易,他们和杰拉人成为所有人中最富有的,拥有大量的金银器具、床榻、三脚祭器、混酒器和杯子,他们的房屋也极尽奢华;因为他们的门扉、墙壁和天花板都用象牙、黄金和镶嵌着宝石的白银交错装饰。
ταῦτα μὲν περὶ τούτων εἴρηκε, τἆλλα δὲ τὰ μὲν παραπλησίως τῷ Ἐρατοσθένει λέγει, τὰ δὲ παρὰ τῶν ἄλλων ἱστορικῶν παρατίθησιν.
关于这些人的事他就说到这里,至于其余的事,他有些叙述与埃拉托斯特尼相似,有些则是引用其他历史学家的记载。
§16.4.20Ἐρυθρὰν γὰρ λέγειν τινὰς τὴν θάλατταν ἀπὸ τῆς χροιᾶς τῆς ἐμφαινομένης κατʼ ἀνάκλασιν, εἴτε ἀπὸ τοῦ ἡλίου κατὰ κορυφὴν ὄντος εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ἐκ τῆς ἀποκαύσεως· ἀμφοτέρως γὰρ εἰκάζειν·
因为他说,有些人之所以称该海为红海(埃里特拉海),是因为反射呈现出的颜色,这或是因为太阳正处于头顶,或是因为山脉因烈日曝晒而变红;因为他们对这两种情况都有所推测。
Κτησίαν δὲ τὸν Κνίδιον πηγὴν ἱστορεῖν ἐκδιδοῦσαν εἰς τὴν θάλατταν ἐρευθὲς καὶ μιλτῶδες ὕδωρ·
而克尼多斯的克特西亚斯则记载,有一处泉水向海中排出红色且呈赭石色的水。
Ἀγαθαρχίδην δὲ τὸν ἐκείνου πολίτην παρά τινος Βόξου, τὸ γένος, ἱστορῆσαι διότι Πέρσης τις Ἐρύθρας, ἱπποφορβίου τινὸς ὑπὸ λεαίνης οἴστρῳ κατασχομένης ἐξελαθέντος μέχρι θαλάττης κἀκεῖθεν εἰς νῆσόν τινα διάραντος, σχεδίαν πηξάμενος πρῶτος περαιωθείη πρὸς τὴν νῆσον·
而他的同乡阿加塔尔基德斯根据一个名叫博克索斯(按族属是波斯人)的人的记载说,有一个名叫埃里特拉斯的波斯人,在一群马被一只因发情而发狂的雌狮驱赶到海边,并从那里渡到某座岛上时,他建造了一只木筏,最先渡到了那座岛上。
ἰδὼν δὲ καλῶς οἰκήσιμον τὴν μὲν ἀγέλην εἰς τὴν Περσίδα ἀπαγάγοι πάλιν, ἀποίκους δʼ ἐκεῖ στείλαι τε καὶ τὰς ἄλλας νήσους καὶ τὴν παραλίαν, ἐπώνυμον δὲ ποιήσειεν ἑαυτοῦ τὸ πέλαγος.
他看到那座岛非常适合居住,便把马群又带回了波斯,并派遣移民到那里以及其他岛屿和海岸,使该海以自己的名字命名。
τοὺς δὲ Περσέως υἱὸν ἀποφαίνεσθαι τὸν Ἐρύθραν, ἡγήσασθαί τε τῶν τόπων.
而另一些人则声称埃里特拉斯是珀尔修斯的儿子,曾统治过这些地方。
λέγεται δʼ ὑπό τινων τὰ ἀπὸ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου μέχρι τῆς κινναμωμοφόρου τῆς ἐσχάτης πεντακισχιλίων σταδίων, οὐκ εὐκρινῶς, εἴτʼ ἐπὶ νότον εἴτʼ ἐπὶ τὰς ἀνατολάς.
有些人说,从阿拉伯湾的狭窄海峡到最远的产肉桂之地,距离为五千斯塔迪亚,但并不明确是向南还是向东。
λέγεται δὲ καὶ διότι ὁ σμάραγδος καὶ ὁ βήρυλλος ἐν τοῖς τοῦ χρυσίου μετάλλοις ἐγγίνεται.
据说在金矿中还产有祖母绿和绿柱石。
εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν, ὥς φησι Ποσειδώνιος.
如同波塞多尼乌斯所说,在阿拉伯人中也有芳香的盐。