Humanitext Reader

ストラボン · 地理誌 §16.4.14-16.4.15

カメ食民と南方の香料産地およびサイの生態

534 / 577 箇所 · ギリシア語

要旨

カメ食民の特異な生活様式や沿岸の島々、デイレから「南の角」にいたるまでの香料産地や地形を記述し、さらにその地域に生息する象、ライオン、サイ(特にその形態や象との闘い)について詳述する。

§16.4.14οἱ δὲ χελωνοφάγοι τοῖς ὀστράκοις αὐτῶν σκεπάζονται μεγάλοις οὖσιν ὥστε καὶ πλεῖσθαι ἐν αὐτοῖς·
またカメ食民は、カメの甲羅が非常に大きいために、それで自らを覆い、その中で船旅をすることさえできる。
ἔνιοι δὲ τοῦ φύκους ἀποβεβλημένου πολλοῦ καὶ θῖνας ὑψηλὰς καὶ λοφώδεις ποιοῦντος, ὑπορύττοντες ταύτας ὑποικοῦσι·
ある人々は、大量の海藻が打ち寄せられて高くて丘のような砂丘を作っているところで、その下に穴を掘って暮らしている。
τοὺς δὲ νεκροὺς ῥίπτουσι τροφὴν τοῖς ἰχθύσιν, ἀναλαμβανομένους ὑπὸ τῶν πλημμυρίδων.
彼らは死体を満潮によって連れ去られるに任せ、魚の餌として投げ捨てる。
τῶν δὲ νήσων τινὲς τρεῖς ἐφεξῆς κεῖνται, ἡ μὲν χελωνῶν ἡ δὲ φωκῶν ἡ δʼ ἱεράκων λεγομένη.
それらの島々のうち、三つの島が連続して横たわっており、それぞれカメの島、アザラシの島、ハヤブサの島と呼ばれている。
πᾶσα δʼ ἡ παραλία φοίνικάς τε ἔχει καὶ ἐλαιῶνας καὶ δαφνῶνας, οὐχ ἡ ἐντὸς τῶν στενῶν μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς πολλή.
沿岸一帯にはナツメヤシ、オリーブの園、月桂樹の園があり、海峡の内側だけでなく、外側の多くもそうである。
ἔστι δέ τις καὶ Φιλίππου νῆσος, καθʼ ἣν ὑπέρκειται τὸ Πυθαγγέλου καλούμενον τῶν ἐλεφάντων κυνήγιον·
またフィリッポスの島というものもあり、その上方には「ピュタンゲロスの」と呼ばれる象の狩猟地がある。
εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν, καὶ μετὰ ταῦτα ἡ Δειρή·
それからアルシノエという都市と港があり、その後にデイレがある。
καὶ τούτων ὑπέρκειται θήρα τῶν ἐλεφάντων.
これらの上方にも象の狩猟地がある。
ἀπὸ δὲ τῆς Δειρῆς ἡ ἐφεξῆς ἐστιν ἀρωματοφόρος, πρώτη μὲν ἡ τὴν σμύρναν φέρουσα, καὶ αὕτη μὲν ἰχθυοφάγων καὶ κρεοφάγων·
デイレから先は香料産地であり、最初は没薬を産する地域で、ここは魚食民と肉食民のものである。
φύει δὲ καὶ περσέαν καὶ συκάμινον Αἰγύπτιον·
そこにはペルセアやエジプトのイチジクグワも自生している。
ὑπέρκειται δʼ ἡ Λίχα θήρα τῶν ἐλεφάντων·
その上方には「リカスの」と呼ばれる象の狩猟地がある。
πολλαχοῦ δʼ εἰσὶ συστάδες τῶν ὀμβρίων ὑδάτων, ὧν ἀναξηρανθεισῶν οἱ ἐλέφαντες ταῖς προβοσκίσι καὶ τοῖς ὀδοῦσι φρεωρυχοῦσι καὶ ἀνευρίσκουσιν ὕδωρ.
いたるところに雨水の溜まり場があり、それらが干上がると、象たちは鼻と牙で井戸を掘り、水を見つけ出す。
ἐν δὲ τῇ παραλίᾳ ταύτῃ μέχρι τοῦ Πυθολάου ἀκρωτηρίου δύο λίμναι εἰσὶν εὐμεγέθεις·
この沿岸、すなわちピュトラオス岬に至るまでには、二つの非常に大きな湖がある。
ἡ μὲν ἁλμυροῦ ὕδατος, ἣν καλοῦσι θάλατταν, ἡ δὲ γλυκέος, ἣ τρέφει καὶ ἵππους ποταμίους καὶ κροκοδείλους, περὶ τὰ χείλη δὲ πάπυρον·
一つは塩水の湖で、人々は「海」と呼んでおり、もう一つは淡水の湖で、カバやワニを育み、その岸辺にはパピルスが茂っている。
ὁρῶνται δὲ καὶ ἴβεις περὶ τὸν τόπον.
その場所の周辺にはトキも見られる。
ἤδη δὲ καὶ οἱ πλησίον τῆς ἄκρας τῆς Πυθολάου τὰ σώματα ὁλόκληροί εἰσι.
そしてピュトラオス岬の近くの人々は、すでに身体に欠損がない。
μετὰ δὲ τούτους ἡ λιβανωτοφόρος·
これらの人々の先は乳香の産地である。
ἐνταῦθα ἄκρα ἐστὶ καὶ ἱερὸν αἰγειρῶνα ἔχον.
そこには岬があり、ポプラの神聖な森がある。
ἐν δὲ τῇ μεσογαίᾳ ποταμία τις Ἴσιδος λεγομένη καὶ ἄλλη τις Νεῖλος, ἄμφω καὶ σμύρναν καὶ λίβανον παραπεφυκότα ἔχουσαι.
内陸には、イシスの川と呼ばれる川と、もう一つのナイルと呼ばれる川があり、どちらも没薬と乳香が川沿いに自生している。
ἔστι δὲ καὶ δεξαμενή τις τοῖς ἐκ τῶν ὀρῶν ὕδασι πληρουμένη καὶ μετὰ ταῦτα Λέοντος σκοπὴ καὶ Πυθαγγέλου λιμήν·
また、山からの水で満たされる貯水池があり、その後にはレオンの物見台とピュタンゲロスの港がある。
ἡ δʼ ἑξῆς ἔχει καὶ ψευδοκασίαν.
その先には擬カシアも生えている。
συνεχῶς δʼ εἰσὶ ποτάμιαι τε πλείους ἔχουσαι λίβανον παραπεφυκότα καὶ ποταμοὶ μέχρι τῆς κινναμωμοφόρου·
引き続いて、乳香が川沿いに自生している多くの河谷や川が、肉桂の産地にいたるまで存在している。
ὁ δʼ ὁρίζων ταύτην ποταμὸς φέρει καὶ φλοῦν πάμπολυν·
この地域を画する川は、大量のパピルスも運んでくる。
εἶτʼ ἄλλος ποταμὸς καὶ Δαφνοῦς λιμὴν καὶ ποταμία Ἀπόλλωνος καλουμένη, ἔχουσα πρὸς τῷ λιβάνῳ καὶ σμύρναν καὶ κιννάμωμον·
それから別の川とダフヌスの港があり、アポロンの川と呼ばれる川があり、そこには乳香のほかに没薬と肉桂もある。
τοῦτο δὲ πλεονάζει μᾶλλον περὶ τοὺς ἐν βάθει τόπους·
これは内陸の周辺でより豊富である。
εἶθʼ ὁ Ἐλέφας τὸ ὄρος ἐκκείμενον εἰς θάλατταν, καὶ διῶρυξ καὶ ἐφεξῆς Ψυγμοῦ λιμὴν μέγας καὶ ὕδρευμα τὸ κυνοκεφάλων καλούμενον, καὶ τελευταῖον ἀκρωτήριον τῆς παραλίας ταύτης, τὸ Νότου κέρας.
それから海に突き出たエラファス(象)山、および運河、そして続いてプシュグモスの大港、および「犬頭の」と呼ばれる給水所があり、最後にこの沿岸の端である「南の角」岬がある。
κάμψαντι δὲ τοῦτο ὡς ἐπὶ μεσημβρίαν οὐκέτι, φησίν, ἔχομεν λιμένων ἀναγραφὰς οὐδὲ τόπων διὰ τὸ μηκέτι εἶναι γνώριμον * ἐν δὲ τῇ ἑξῆς παραλίᾳ.
これを回って南の方へ行くと、それ以降は、その先に続く沿岸がもはや知られていないために、港や場所の記録がもはや存在しない、と彼は言う。
§16.4.15εἰσὶ καὶ στῆλαι καὶ βωμοὶ Πυθολάου καὶ Λίχα καὶ Πυθαγγέλου καὶ Λέοντος καὶ Χαριμόρτου κατὰ τὴν γνώριμον παραλίαν τὴν ἀπὸ Δειρῆς μέχρι Νότου κέρως, τὸ δὲ διάστημα οὐ γνώριμον.
デイレから「南の角」までの知られている沿岸に沿って、ピュトラオス、リカス、ピュタンゲロス、レオン、カリモルトスの碑や祭壇があるが、その間隔は知られていない。
πληθύει δʼ ἐλέφασιν ἡ χώρα καὶ λέουσι τοῖς καλουμένοις μύρμηξιν·
この土地には象や、「蟻」と呼ばれるライオンが満ちている。
ἀπεστραμμένα δʼ ἔχουσι τὰ αἰδοῖα * καὶ χρυσοειδεῖς τὴν χρόαν, ψιλότεροι δὲ τῶν κατὰ τὴν Ἀραβίαν·
それらは生殖器が後ろ向きについており、色は金色のようであり、アラビアのライオンよりも毛が薄い。
φέρει δὲ καὶ παρδάλεις ἀλκίμους καὶ ῥινοκέρωτας·
また、強いヒョウやサイも産する。
οὗτοι δὲ μικρὸν ἀπολείπονται τῶν ἐλεφάντων οἱ ῥινοκέρωτες, ὥσπερ Ἀρτεμίδωρός φησιν, ἐπὶ σειρὰν τῷ μήκει, καίπερ ἑωρακέναι φήσας ἐν Ἀλεξανδρείᾳ, ἀλλὰ σχεδόν τι ὅσον τῷ ὕψει, ἀπό γε τοῦ ὑφʼ ἡμῶν ὁραθέντος·
これらのサイは、アルテミドロスが言うには、アレクサンドリアで見たことがあると語っているにもかかわらず、一続きの体長において象に少し劣るだけであると言うが、私たちが実際に見たものからすれば、ほぼ高さと同じくらいである。
οὐδὲ πύξῳ τὸ χρῶμα ἐμφερές, ἀλλʼ ἐλέφαντι μᾶλλον·
色はツゲに似ておらず、むしろ象のようである。
μέγεθος δʼ ἐστὶ ταύρου·
大きさは雄牛ほどである。
μορφὴ δʼ ἐγγυτάτω συάγρου καὶ μάλιστα κατὰ τὴν προτομὴν πλὴν τῆς ῥινός, ὅτι ἔστι κέρας σιμὸν στερεώτερον ὀστέου παντός·
形は野生のイノシシに極めて近く、特に鼻を除いた上半身がそうであり、鼻にはいかなる骨よりも硬い、上向きに曲がった角がある。
χρῆται δʼ ὅπλῳ, καθάπερ καὶ τοῖς ὀδοῦσιν ὁ σύαγρος·
そして、野生のイノシシが牙を用いるように、それを武器として用いる。
ἔχει δὲ καὶ τύλους δύο ὡς ἂν σπείρας δρακόντων ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς περικειμένας, τὴν μὲν πρὸς τῷ λόφῳ τὴν δὲ πρὸς τῇ ὀσφύι.
また、背中から腹にかけて、蛇のとぐろのように巻いた二つのひだがあり、一つは首の近くに、もう一つは腰の近くにある。
ἐκ μὲν δὴ τοῦ ὑφʼ ἡμῶν ὁραθέντος ταῦτά φαμεν ἡμεῖς, ἐκεῖνος δὲ προσδιασαφεῖ διότι καὶ ἐλεφαντομάχον ἰδίως ἐστὶ τὸ ζῷον περὶ τῆς νομῆς, ὑποδῦνον τῇ προτομῇ καὶ ἀνακεῖρον τὴν γαστέρα, ἐὰν μὴ προληφθῇ τῇ προβοσκίδι καὶ τοῖς ὀδοῦσι.
私たちが実際に見たものからはこれらを私たちは述べるが、彼はさらに、この動物は特に牧草をめぐって象と戦うものであり、その下にもぐり込んで上半身でその腹を切り裂くのだ、ただし象の鼻や牙によって先手を打たれなければ、と説明している。

語釈・文法注

  1. 16.4.14ἀναλαμβανομένους — 受動態現在分詞の対格複数であり、先行する名詞 τοὺς νεκρούς(死体)に係る。満潮によって死体が海に引き込まれ、結果として魚の餌になるプロセスを補足的に描写している。
  2. 16.4.15ἐπὶ σειρὰν τῷ μήκει — σειρά(綱、鎖、列)を用いた極めて珍しい表現であり、「頭から尾までの一続きの長さにおいて」を意味すると思われる。τῷ μήκει は観点の与格で、「長さの点において」を限定している。
  3. 16.4.15ἐὰν μὴ προληφθῇ — 接続法過去受動態の3人称単数形であり、条件節(仮定法未来・一般条件)を形成する。サイが象の下に潜り込んで腹を割くという行動について、「象が鼻や牙で先手を打たなければ」という例外条件を表す。

この箇所を引用する

ストラボン, 地理誌 §16.4.14-16.4.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.14-16.4.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。