§16.4.14οἱ δὲ χελωνοφάγοι τοῖς ὀστράκοις αὐτῶν σκεπάζονται μεγάλοις οὖσιν ὥστε καὶ πλεῖσθαι ἐν αὐτοῖς·
而食龟民用龟壳来遮蔽自己,这些龟壳非常巨大,以至于他们甚至能乘其在海上航行。
ἔνιοι δὲ τοῦ φύκους ἀποβεβλημένου πολλοῦ καὶ θῖνας ὑψηλὰς καὶ λοφώδεις ποιοῦντος, ὑπορύττοντες ταύτας ὑποικοῦσι·
有些人,在大量海藻被冲上岸并形成高大如丘的沙丘处,便在下面挖洞居住。
τοὺς δὲ νεκροὺς ῥίπτουσι τροφὴν τοῖς ἰχθύσιν, ἀναλαμβανομένους ὑπὸ τῶν πλημμυρίδων.
他们将死者扔掉,任由涨潮的潮水带走,作为鱼类的食物。
τῶν δὲ νήσων τινὲς τρεῖς ἐφεξῆς κεῖνται, ἡ μὲν χελωνῶν ἡ δὲ φωκῶν ἡ δʼ ἱεράκων λεγομένη.
在这些岛屿中,有三座连续相连,分别被称为龟岛、海豹岛和鹰岛。
πᾶσα δʼ ἡ παραλία φοίνικάς τε ἔχει καὶ ἐλαιῶνας καὶ δαφνῶνας, οὐχ ἡ ἐντὸς τῶν στενῶν μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς πολλή.
整个沿海地带都生长着椰枣、橄榄林和月桂林,不仅在海峡内侧,在外侧的许多地方也是如此。
ἔστι δέ τις καὶ Φιλίππου νῆσος, καθʼ ἣν ὑπέρκειται τὸ Πυθαγγέλου καλούμενον τῶν ἐλεφάντων κυνήγιον·
还有一座菲利普岛,在其上方有被称为“毕萨格鲁斯的”捕象场。
εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν, καὶ μετὰ ταῦτα ἡ Δειρή· καὶ τούτων ὑπέρκειται θήρα τῶν ἐλεφάντων.
然后是阿尔西诺埃城和港口,接着是德雷;在这些地方上方也有一处捕象场。
ἀπὸ δὲ τῆς Δειρῆς ἡ ἐφεξῆς ἐστιν ἀρωματοφόρος, πρώτη μὲν ἡ τὴν σμύρναν φέρουσα, καὶ αὕτη μὲν ἰχθυοφάγων καὶ κρεοφάγων·
从德雷开始,接下来的地区出产香料,第一部分是产没药的地区,这里属于食鱼民和食肉民。
φύει δὲ καὶ περσέαν καὶ συκάμινον Αἰγύπτιον·
这里也生长着布氏甜樱桃(贝尔塞亚)和埃及无花果。
ὑπέρκειται δʼ ἡ Λίχα θήρα τῶν ἐλεφάντων·
上方是“利卡斯”捕象场。
πολλαχοῦ δʼ εἰσὶ συστάδες τῶν ὀμβρίων ὑδάτων, ὧν ἀναξηρανθεισῶν οἱ ἐλέφαντες ταῖς προβοσκίσι καὶ τοῖς ὀδοῦσι φρεωρυχοῦσι καὶ ἀνευρίσκουσιν ὕδωρ.
在许多地方有雨水的积水处,当这些水干涸时,大象就会用它们的鼻子和牙齿掘井并寻找水源。
ἐν δὲ τῇ παραλίᾳ ταύτῃ μέχρι τοῦ Πυθολάου ἀκρωτηρίου δύο λίμναι εἰσὶν εὐμεγέθεις· ἡ μὲν ἁλμυροῦ ὕδατος, ἣν καλοῦσι θάλατταν, ἡ δὲ γλυκέος, ἣ τρέφει καὶ ἵππους ποταμίους καὶ κροκοδείλους, περὶ τὰ χείλη δὲ πάπυρον· ὁρῶνται δὲ καὶ ἴβεις περὶ τὸν τόπον.
在这片海岸上,直到皮托劳斯岬,有两个巨大的湖泊:一个是咸水湖,人们称之为“海”,另一个是淡水湖,滋养着河马和鳄鱼,湖边长有纸草;该地区周围也能看到朱鹭。
ἤδη δὲ καὶ οἱ πλησίον τῆς ἄκρας τῆς Πυθολάου τὰ σώματα ὁλόκληροί εἰσι.
而靠近皮托劳斯岬的人们,其身体已经是完整的。
μετὰ δὲ τούτους ἡ λιβανωτοφόρος· ἐνταῦθα ἄκρα ἐστὶ καὶ ἱερὸν αἰγειρῶνα ἔχον.
在他们之后是产乳香的地区;这里有一个岬角,还有一座拥有杨树林的圣所。
ἐν δὲ τῇ μεσογαίᾳ ποταμία τις Ἴσιδος λεγομένη καὶ ἄλλη τις Νεῖλος, ἄμφω καὶ σμύρναν καὶ λίβανον παραπεφυκότα ἔχουσαι.
在内陆有一条被称为“伊西斯”的河谷和另一条被称为“尼罗河”的河谷,两旁都生长着没药和乳香。
ἔστι δὲ καὶ δεξαμενή τις τοῖς ἐκ τῶν ὀρῶν ὕδασι πληρουμένη καὶ μετὰ ταῦτα Λέοντος σκοπὴ καὶ Πυθαγγέλου λιμήν· ἡ δʼ ἑξῆς ἔχει καὶ ψευδοκασίαν.
还有一个装满山泉水的蓄水池,在这之后是雷翁的哨所和毕萨格鲁斯港;接下来的地区也产假肉桂。
συνεχῶς δʼ εἰσὶ ποτάμιαι τε πλείους ἔχουσαι λίβανον παραπεφυκότα καὶ ποταμοὶ μέχρι τῆς κινναμωμοφόρου· ὁ δʼ ὁρίζων ταύτην ποταμὸς φέρει καὶ φλοῦν πάμπολυν·
紧接着有许多河谷,其旁生长着乳香,还有河流一直延伸到产肉桂的地区;而界定该地区的河流还运送着大量的芦苇。
εἶτʼ ἄλλος ποταμὸς καὶ Δαφνοῦς λιμὴν καὶ ποταμία Ἀπόλλωνος καλουμένη, ἔχουσα πρὸς τῷ λιβάνῳ καὶ σμύρναν καὶ κιννάμωμον· τοῦτο δὲ πλεονάζει μᾶλλον περὶ τοὺς ἐν βάθει τόπους·
然后是另一条河流和达夫努斯港,以及被称为“阿波罗”的河谷,这里除乳香外,还产没药和肉桂;而这在内陆深处的地区更为丰富。
εἶθʼ ὁ Ἐλέφας τὸ ὄρος ἐκκείμενον εἰς θάλατταν, καὶ διῶρυξ καὶ ἐφεξῆς Ψυγμοῦ λιμὴν μέγας καὶ ὕδρευμα τὸ κυνοκεφάλων καλούμενον, καὶ τελευταῖον ἀκρωτήριον τῆς παραλίας ταύτης, τὸ Νότου κέρας.
然后是突入海中的大象山,以及一条运河,接着是普斯格穆斯大港,以及被称为“犬头人”的饮水处,最后是这片海岸的最后一个岬角,即南角。
κάμψαντι δὲ τοῦτο ὡς ἐπὶ μεσημβρίαν οὐκέτι, φησίν, ἔχομεν λιμένων ἀναγραφὰς οὐδὲ τόπων διὰ τὸ μηκέτι εἶναι γνώριμον * ἐν δὲ τῇ ἑξῆς παραλίᾳ.
他指出,绕过这里向南走,由于接下来的海岸不再为人所知,我们便不再有港口或地点的记录。
§16.4.15εἰσὶ καὶ στῆλαι καὶ βωμοὶ Πυθολάου καὶ Λίχα καὶ Πυθαγγέλου καὶ Λέοντος καὶ Χαριμόρτου κατὰ τὴν γνώριμον παραλίαν τὴν ἀπὸ Δειρῆς μέχρι Νότου κέρως, τὸ δὲ διάστημα οὐ γνώριμον.
在从德雷到南角这段为人所知的海岸上,有皮托劳斯、利卡斯、毕萨格鲁斯、雷翁和查里莫特斯的石柱和祭坛,但它们之间的距离并不清楚。
πληθύει δʼ ἐλέφασιν ἡ χώρα καὶ λέουσι τοῖς καλουμένοις μύρμηξιν·
这个地区盛产大象和被称为“蚂蚁”的狮子。
ἀπεστραμμένα δʼ ἔχουσι τὰ αἰδοῖα * καὶ χρυσοειδεῖς τὴν χρόαν, ψιλότεροι δὲ τῶν κατὰ τὴν Ἀραβίαν·
这些狮子的生殖器向后倾斜,肤色呈金色,且比阿拉伯的狮子毛发更少。
φέρει δὲ καὶ παρδάλεις ἀλκίμους καὶ ῥινοκέρωτας·
它还产强壮的豹子和犀牛。
οὗτοι δὲ μικρὸν ἀπολείπονται τῶν ἐλεφάντων οἱ ῥινοκέρωτες, ὥσπερ Ἀρτεμίδωρός φησιν, ἐπὶ σειρὰν τῷ μήκει, καίπερ ἑωρακέναι φήσας ἐν Ἀλεξανδρείᾳ, ἀλλὰ σχεδόν τι ὅσον τῷ ὕψει, ἀπό γε τοῦ ὑφʼ ἡμῶν ὁραθέντος·
这些犀牛,正如阿尔特米德罗斯所说,尽管他声称在亚历山大里亚见过,但在整条身长上仅比大象稍逊一筹,但从我们所见来看,高度上几乎与大象相当。
οὐδὲ πύξῳ τὸ χρῶμα ἐμφερές, ἀλλʼ ἐλέφαντι μᾶλλον· μέγεθος δʼ ἐστὶ ταύρου·
它的颜色不像黄杨木,而更像大象;体型如牛。
μορφὴ δʼ ἐγγυτάτω συάγρου καὶ μάλιστα κατὰ τὴν προτομὴν πλὴν τῆς ῥινός, ὅτι ἔστι κέρας σιμὸν στερεώτερον ὀστέου παντός·
它的形状极像野猪,尤其是在前半身,除了鼻子,因为鼻子上有一只比任何骨头都坚硬、向上弯曲的角。
χρῆται δʼ ὅπλῳ, καθάπερ καὶ τοῖς ὀδοῦσιν ὁ σύαγρος·
它将此用作武器,就像野猪使用獠牙一样。
ἔχει δὲ καὶ τύλους δύο ὡς ἂν σπείρας δρακόντων ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς περικειμένας, τὴν μὲν πρὸς τῷ λόφῳ τὴν δὲ πρὸς τῇ ὀσφύι.
它还有两个像龙盘一样的褶皱,从脊椎环绕到腹部,一个靠近颈部,另一个靠近腰部。
ἐκ μὲν δὴ τοῦ ὑφʼ ἡμῶν ὁραθέντος ταῦτά φαμεν ἡμεῖς, ἐκεῖνος δὲ προσδιασαφεῖ διότι καὶ ἐλεφαντομάχον ἰδίως ἐστὶ τὸ ζῷον περὶ τῆς νομῆς, ὑποδῦνον τῇ προτομῇ καὶ ἀνακεῖρον τὴν γαστέρα, ἐὰν μὴ προληφθῇ τῇ προβοσκίδι καὶ τοῖς ὀδοῦσι.
根据我们所见,我们陈述了这些;但他进一步解释说,该动物因争夺牧草而特别会与大象搏斗,它钻入大象的前半身下方并切开其腹部,除非它被大象的长鼻和牙齿先发制人。