§16.2.9εἶτα Λαοδίκεια, ἐπὶ τῇ θαλάττῃ κάλλιστα ἐκτισμένη καὶ εὐλίμενος πόλις χώραν τε ἔχουσα πολύοινον πρὸς τῇ ἄλλῃ εὐκαρπίᾳ.
Then comes Laodicea, most beautifully built on the sea and a city with a good harbor, possessing a territory very rich in wine in addition to its other fertility.
τοῖς μὲν οὖν Ἀλεξανδρεῦσιν αὕτη παρέχει τὸ πλεῖστον τοῦ οἴνου, τὸ ὑπερκείμενον τῆς πόλεως ὄρος πᾶν κατάμπελον ἔχουσα μέχρι σχεδόν τι τῶν κορυφῶν· αἱ δὲ κορυφαὶ τῆς μὲν Λαοδικείας πολὺ ἄπωθέν εἰσιν, ἠρέμα ἀπʼ αὐτῆς καὶ κατʼ ὀλίγον ἀνακλινόμεναι, τῆς Ἀπαμείας δʼ ὑπερκύπτουσιν ἐπʼ ὄρθιον ὕψος ἀνατεταμέναι.
To the Alexandrians, then, this city supplies most of their wine, since it has the mountain lying above the city completely covered with vines, almost to its very summits; but the summits are far away from Laodicea, gently and gradually sloping back from it, while they tower above Apameia, rising to a steep height.
ἐλύπησε δʼ οὐ μετρίως Δολαβέλλας καταφυγὼν εἰς αὐτὴν καὶ ἐμπολιορκηθεὶς ὑπὸ Κασσίου μέχρι θανάτου, συνδιαφθείρας ἑαυτῷ καὶ τῆς πόλεως πολλὰ μέρη.
Dolabella brought no moderate distress upon it when he fled to it for refuge and was besieged to death by Cassius, destroying along with himself many parts of the city.
§16.2.10̔η δʼ Ἀπάμεια καὶ πόλιν ἔχει τὸ πλέον εὐερκῆ· λόφος γάρ ἐστιν ἐν πεδίῳ κοίλῳ τετειχισμένος καλῶς, ὃν ποιεῖ χερρονησίζοντα ὁ Ὀρόντης καὶ λίμνη περικειμένη μεγάλη καὶ ἕλη πλατέα λειμῶνάς τε βουβότους καὶ ἱπποβότους διαχεομένους ὑπερβάλλοντας τὸ μέγεθος· ἥ τε δὴ πόλις οὕτως ἀσφαλῶς κεῖται (καὶ δὴ καὶ Χερρόνησος ἐκλήθη διὰ τὸ συμβεβηκός) καὶ χώρας εὐπορεῖ παμπόλλης εὐδαίμονος, διʼ ἧς ὁ Ὀρόντης ῥεῖ· καὶ περιπόλια συχνὰ ἐν ταύτῃ.
Apameia also has its city for the most part very well fortified; for it is a hill beautifully walled in a hollow plain, which the Orontes and a large lake lying around, as well as wide marshes and pastures for cattle and horses of exceeding size flowing through, make into a peninsula; and so the city lies thus securely (and indeed it was called Chersonesus from this circumstance) and is well provided with a very large and fertile territory, through which the Orontes flows; and there are many outlying forts in this.
ἐνταῦθα δὲ καὶ ὁ Νικάτωρ Σέλευκος τοὺς πεντακοσίους ἐλέφαντας ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς καὶ οἱ ὕστερον βασιλεῖς.
Here Seleucus Nicator kept his five hundred elephants and the greater part of his army, as did the later kings.
ἐκαλεῖτο δὲ καὶ Πέλλα ποτὲ ὑπὸ τῶν πρώτων Μακεδόνων διὰ τὸ τοὺς πλείστους τῶν Μακεδόνων ἐνταῦθα οἰκῆσαι τῶν στρατευομένων, τὴν δὲ Πέλλαν ὥσπερ μητρόπολιν γεγονέναι τῶν Μακεδόνων τὴν Φιλίππου καὶ Ἀλεξάνδρου πατρίδα.
It was also once called Pella by the first Macedonians, because the majority of the Macedonians who served in the army settled here, and Pella, the homeland of Philip and Alexander, had become, as it were, the mother-city of the Macedonians.
ἐνταῦθα δὲ καὶ τὸ λογιστήριον τὸ στρατιωτικὸν καὶ τὸ ἱπποτροφεῖον, θήλειαι μὲν ἵπποι βασιλικαὶ πλείους τῶν τρισμυρίων, ὀχεῖα δὲ τούτων τριακόσια· ἐνταῦθα δὲ καὶ πωλοδάμναι καὶ ὁπλομάχοι καὶ ὅσοι παιδευταὶ τῶν πολεμικῶν ἐμισθοδοτοῦντο.
Here too were the military registry and the horse-breeding establishment, more than thirty thousand royal mares, and three hundred stallions for them; and here too horse-breakers and instructors in heavy-armed fighting and whoever was paid to teach military arts were employed.
δηλοῖ δὲ τὴν δύναμιν ταύτην ἥ τε τοῦ Τρύφωνος ἐπικληθέντος Διοδότου παραύξησις καὶ ἐπίθεσις τῇ βασιλείᾳ τῶν Σύρων, ἐντεῦθεν ὁρμηθέντος.
This power is shown both by the rise of Diodotus surnamed Tryphon and his attack upon the kingdom of the Syrians, since he started from here.
ἐγεγένητο μὲν γὰρ ἐν Κασιανοῖς, φρουρίῳ τινὶ τῆς Ἀπαμέων γῆς, τραφεὶς δʼ ἐν τῇ Ἀπαμείᾳ καὶ συσταθεὶς τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν, ἐπειδὴ νεωτερίζειν ὥρμησεν, ἐκ τῆς πόλεως ταύτης ἔσχε τὰς ἀφορμὰς καὶ τῶν περιοικίδων, Λαρίσης τε καὶ τῶν Κασιανῶν καὶ Μεγάρων καὶ Ἀπολλωνίας καὶ ἄλλων τοιούτων, αἳ συνετέλουν εἰς τὴν Ἀπάμειαν ἅπασαι·
For he had been born in Casiana, a certain fortress of the Apameians' land, and having been brought up in Apameia and having been introduced to the king and his courtiers, when he resolved to revolt, he got his starting-points from this city and the surrounding towns, Larisa, Casiana, Megara, Apollonia, and all others of the kind, which all contributed to Apameia; and so he was proclaimed king of this territory and held out for a long time.
ἐκεῖνός τε δὴ βασιλεὺς τῆσδε τῆς χώρας ἀνεδείχθη καὶ ἀντέσχε πολὺν χρόνον, Βάσσος τε Καικίλιος μετὰ δυεῖν ταγμάτων ἀποστήσας τὴν Ἀπάμειαν διεκαρτέρησε τοσοῦτον χρόνον πολιορκούμενος ὑπὸ δυεῖν στρατοπέδων μεγάλων Ῥωμαϊκῶν ὥστʼ οὐ πρότερον εἰς τὴν ἐξουσίαν ἧκε πρὶν ἑκὼν ἐνεχείρισεν ἑαυτὸν ἐφʼ οἷς ἐβεβούλητο· καὶ γὰρ τὴν στρατιὰν ἀπέτρεφεν ἡ χώρα καὶ συμμάχων εὐπόρει τῶν πλησίον φυλάρχων ἐχόντων εὐερκῆ χωρία· ὧν ἐστι καὶ ἡ Λυσιάς, ὑπὲρ τῆς λίμνης κειμένη τῆς πρὸς Ἀπαμείᾳ, καὶ Ἀρέθουσα ἡ Σαμψικεράμου καὶ Ἰαμβλίχου τοῦ ἐκείνου παιδός, φυλάρχων τοῦ Ἐμισηνῶν ἔθνους· οὐ πόρρω δʼ οὐδʼ Ἡλιούπολις καὶ Χαλκὶς ἡ ὑπὸ Πτολεμαίῳ τῷ Μενναίου τῷ τὸν Μασσύαν κατέχοντι καὶ τὴν Ἰτουραίων ὀρεινήν.
Caecilius Bassus also, having revolted Apameia with two legions, held out for so long a time under siege by two large Roman armies that he did not come into their power before he voluntarily surrendered himself on his own terms; for the territory supported his army and he had plenty of allies among the neighboring chieftains who held well-fortified places; of whom is Lysias, situated above the lake near Apameia, and Arethusa, that of Sampsiceramus and his son Iamblichus, chieftains of the Emisene tribe; and not far off was also Heliopolis and Chalcis, which was under Ptolemy the son of Mennaeus, who held Massyas and the mountainous country of the Ituraeans.
τῶν δὲ συμμαχούντων τῷ Βάσσῳ ἦν καὶ Ἀλχαίδαμνος, ὁ τῶν Ῥαμβαίων βασιλεὺς τῶν ἐντὸς τοῦ Εὐφράτου νομάδων· ἦν δὲ φίλος Ῥωμαίων, ἀδικεῖσθαι δὲ νομίσας ὑπὸ τῶν ἡγεμόνων, ἐκπεσὼν εἰς τὴν Μεσοποταμίαν ἐμισθοφόρει τότε τῷ Βάσσῳ.
Among those who allied with Bassus was also Alchaidamnus, the king of the Rhambaeans, nomads within the Euphrates; he was a friend of the Romans, but thinking himself wronged by the governors, he had escaped into Mesopotamia and was at that time serving as a mercenary for Bassus.
ἐντεῦθεν δʼ ἐστὶ Ποσειδώνιος ὁ στωικός, ἀνὴρ τῶν καθʼ ἡμᾶς φιλοσόφων πολυμαθέστατος.
And from here comes Posidonius the Stoic, the most learned man among the philosophers of our time.