Humanitext Reader

ストラボン · 地理誌 §16.2.6-16.2.8

ダフネの聖所とオロンテス川の流路および周辺地勢

518 / 577 箇所 · ギリシア語

要旨

アンティオケイア近郊の避難所を持つ聖地ダフネ、およびオロンテス川の流路とそれを取り巻くテュポンの神話について説明し、周辺の山脈、要塞、川、歴史的戦場を詳細に記述している。

§16.2.6̔υπέρκειται δὲ τετταράκοντα σταδίοις ἡ Δάφνη, κατοικία μετρία, μέγα δὲ καὶ συνηρεφὲς ἄλσος διαρρεόμενον πηγαίοις ὕδασιν, ἐν μέσῳ δὲ ἄσυλον τέμενος καὶ νεὼς Ἀπόλλωνος καὶ Ἀρτέμιδος.
ダフネは、その上方四十スタディオンのところに位置しており、そこは中規模の居住地であるが、泉の水が流れ込む、大きくて樹木の生い茂った聖林があり、その中央にはアポロンとアルテミスの避難特権を持つ境内と神殿がある。
ἐνταῦθα δὲ πανηγυρίζειν ἔθος τοῖς Ἀντιοχεῦσι καὶ τοῖς ἀστυγείτοσι·
アンティオケイアの人々や近隣の住民たちが、ここに集まって祝祭を催すのが習慣である。
κύκλος δὲ τοῦ ἄλσους ὀγδοήκοντα στάδιοι.
この聖林の周囲は八十スタディオンである。
§16.2.7̔ρεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός·
この都市の近くをオロンテス川が流れている。
οὗτος δʼ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθʼ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα, καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῇ πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν·
この川はコイレ・シリアに源を発し、それから地下を通って運ばれた後、再びその流れを地上に現す。 そして、アパメイアの人々の土地を通ってアンティオケイアへと進み、都市に近づいてから、セレウケイアのあたりで海へと流れ下る。
τὸ δʼ ὄνομα τοῦ γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε, καλούμενος πρότερον Τυφών.
この川はかつてテュポンと呼ばれていたが、川に橋を架けたオロンテスという男の名を受け継いだ。
μυθεύουσι δʼ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους, περὶ ὧν εἴπομεν καὶ πρότερον·
人々はこのあたりのどこかで、テュポンが雷を打たれたことと、我々が以前にも語ったアリマ人に関する伝説を語っている。
φασὶ δὲ τυπτόμενον τοῖς κεραυνοῖς (εἶναι δὲ δράκοντα) φεύγειν κατάδυσιν ζητοῦντα·
彼らが言うには、雷を打たれたテュポン(彼は竜であった)は、隠れ場所を求めて逃げた。
τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δʼ εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν·
そして、のたうつ体躯の跡によって大地を刻み、川の流路を作り出し、地下に潜る際にその水源を噴き出させたという。
ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῷ ποταμῷ.
このことからこの川の名が生じたのだという。
πρὸς δύσιν μὲν οὖν θάλαττα ὑπόκειται τῇ Ἀντιοχείᾳ κατὰ Σελεύκειαν, πρὸς ᾗ καὶ τὰς ἐκβολὰς ὁ Ὀρόντης ποιεῖται, διεχούσῃ τῶν μὲν ἐκβολῶν σταδίους τετταράκοντα, τῆς δʼ Ἀντιοχείας ἑκατὸν εἴκοσιν.
さて、アンティオケイアの西には、セレウケイアに面して海が広がっており、その近くにオロンテス川は河口を開いている。 このセレウケイアは、河口からは四十スタディオン、アンティオケイアからは百二十スタディオン離れている。
ἀνάπλους δʼ ἐκ θαλάττης ἐστὶν εἰς τὴν Ἀντιόχειαν αὐθημερόν.
海からアンティオケイアへは、一日のうちに船で上ることができる。
πρὸς ἕω δʼ ὁ Εὐφράτης ἐστὶ καὶ ἡ Βαμβύκη καὶ ἡ Βέροια καὶ ἡ Ἡράκλεια τῇ Ἀντιοχείᾳ, πολίχνια τυραννούμενά ποτε ὑπὸ Διονυσίου τοῦ Ἡρακλέωνος.
またアンティオケイアにとって東には、ユーフラテス川、バムビュケ、ベロイア、そしてヘラクレイアがあり、これらはかつてヘラクレオンの子ディオニュシオスによって支配されていた小都市である。
διέχει δʼ ἡ Ἡράκλεια σταδίους εἴκοσι τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ τῆς Κυρρηστίδος.
ヘラクレイアは、キュレステスのアテナの神殿から二十スタディオン離れている。
§16.2.8εἶτα ἡ Κυρρηστικὴ μέχρι τῆς Ἀντιοχίδος·
次いで、キュレスティケ地方がアンティオキスの地まで広がっている。
ἀπὸ δὲ τῶν ἄρκτων ἐστὶ τό τε Ἀμανὸν πλησίον καὶ ἡ Κομμαγηνή·
北には、近くにあるアマノス山脈とコッマゲネがある。
συνάπτει δὲ τούτοις ἡ Κυρρηστικὴ μέχρι δεῦρο παρατείνουσα.
そしてキュレスティケは、このあたりまで延びてこれらに隣接している。
ἐνταῦθα δʼ ἐστὶ πόλις Γίνδαρος, ἀκρόπολις τῆς Κυρρηστικῆς καὶ λῃστήριον εὐφυές, καὶ Ἡράκλειόν τι καλούμενον πλησίον ἱερόν·
ここには、キュレスティケの要塞であり、山賊の活動に格好な場所であるギンダロスという都市があり、その近くにはヘラクレイオンと呼ばれる神殿がある。
περὶ οὓς τόπους ὑπὸ Ὀυεντιδίου Πάκορος διεφθάρη, ὁ πρεσβύτατος τῶν τοῦ Παρθυαίου παίδων, ἐπιστρατεύσας τῇ Συρίᾳ.
この地帯の周辺で、パルティア王の息子たちのうち最年長で、シリアに遠征してきたパコロスが、ウェンティディウスによって討ち取られた。
τῇ δὲ Γινδάρῳ συνάπτουσιν αἱ Πάγραι τῆς Ἀντιοχίδος, χωρίον ἐρυμνὸν κατὰ τὴν ὑπέρθεσιν τοῦ Ἀμανοῦ τὴν ἐκ τῶν Ἀμανίδων πυλῶν εἰς τὴν Συρίαν κείμενον.
ギンダロスにはアンティオキスのパグライが隣接しており、これはアマノス山脈の、アマノス門からシリアへの峠路に位置する堅固な場所である。
ὑποπίπτει μὲν οὖν ταῖς Πάγραις τὸ τῶν Ἀντιοχέων πεδίον, διʼ οὗ ῥεῖ ὁ Ἄρκευθος ποταμὸς καὶ ὁ Ὀρόντης καὶ ὁ Λαβώτας.
さて、パグライの下方にはアンティオケイア人たちの平野が広がっており、そこをアルケウトス川、オロンテス川、ラボタス川が流れている。
ἐν δὲ τούτῳ ἐστὶ τῷ πεδίῳ καὶ ὁ Μελεάγρου χάραξ καὶ ὁ Οἰνοπάρας ποταμός, ἐφʼ ᾧ τὸν Βάλαν Ἀλέξανδρον μάχῃ νικήσας ὁ φιλομήτωρ Πτολεμαῖος ἐτελεύτησεν ἐκ τραύματος.
この平野には、メレアグロスの砦とオイノパラス川があり、この川のほと地で、プトレマイオス・フィロメトルはアレクサンドロス・バラスを戦闘で破ったものの、傷がもとで亡くなった。
ὑπέρκειται δʼ αὐτῶν λόφος Τραπεζὼν ἀπὸ τῆς ὁμοιότητος καλούμενος, ἐφʼ ᾧ Ὀυεντίδιος πρὸς Φρανικάτην τὸν Παρθυαίων στρατηγὸν ἔσχε τὸν ἀγῶνα.
それらの上方には、その形状からトラペズスと呼ばれる丘がそびえており、そこでウェンティディウスはパルティアの将軍プラニカテスと戦いを交えた。
πρὸς θαλάττῃ δὲ τούτων ἐστὶν ἡ Σελεύκεια καὶ ἡ Πιερία, ὄρος συνεχὲς τῷ Ἀμανῷ, καὶ ἡ Ῥωσὸς μεταξὺ Ἰσσοῦ καὶ Σελευκείας ἱδρυμένη.
これらより海寄りには、セレウケイアがあり、またアマノス山脈に連なる山であるピエリアがあり、イッソスとセレウケイアの間に位置するローソスがある。
ἐκαλεῖτο δʼ ἡ Σελεύκεια πρότερον Ὕδατος ποταμοί·
セレウケイアはかつて「水の河川」と呼ばれていた。
ἔρυμα δέ ἐστιν ἀξιόλογον καὶ κρεῖττον βίας ἡ πόλις.
この都市は注目すべき要塞であり、武力による攻略が不可能なほどである。
διόπερ καὶ ἐλευθέραν αὐτὴν ἔκρινε Πομπήιος ἀποκλείσας Τιγράνην.
それゆえに、ポンペイウスはティグラネスを排除した後、これを自由都市と裁定した。
πρὸς νότον δʼ ἐστὶ τοῖς μὲν Ἀντιοχεῦσιν Ἀπάμεια ἐν μεσογαίᾳ κειμένη, τοῖς δὲ Σελευκεῦσι τὸ Κάσιον ὄρος καὶ τὸ Ἀντικάσιον·
南には、アンティオケイアの人々にとっては内陸に位置するアパメイアがあり、セレウケイアの人々にとってはカシオス山とアンティカシオス山がある。
ἔτι δὲ πρότερον μετὰ τὴν Σελεύκειαν αἱ ἐκβολαὶ τοῦ Ὀρόντου· εἶτα τὸ νυμφαῖον, σπήλαιόν τι ἱερόν· εἶτα τὸ Κάσιον· ἐφεξῆς δὲ Ποσείδιον πολίχνη καὶ Ἡράκλεια.
また、それよりも手前、セレウケイアの次にはオロンテス川の河口があり、次いで聖なる洞窟であるニュムパイオンがあり、次いでカシオス山があり、それに続いてポセイディオンという小都市とヘラクレイアがある。

語釈・文法注

  1. 16.2.6κατοικία μετρία, μέγα δὲ καὶ συνηρεφὲς ἄλσος — 名詞句 `κατοικία μετρία`(適度な居住地)と `μέγα δὲ καὶ συνηρεφὲς ἄλσος`(大きくて樹木の生い茂った聖林)が、先行する動詞 `ὑπέρκειται` の主語である `ἡ Δάφνη` に対する同格、または `ἐστίν` を補って独立した文として解釈される。本訳では、ダフネの場所的性格を補足説明する同格的名詞句として処理している。
  2. 16.2.7διεχούσῃ — 現在分詞与格女性単数形 `διεχούσῃ` は、前置詞句 `καὰ Σελεύκειαν` に含まれる固有名詞 `Σελεύκειαν`(対格)を関係代名詞 `ᾗ`(与格)が受けていることに連動し、その関係詞節内の名詞(セレウケイア)に一致する与格として機能している。「(そのセレウケイアは)〜から離れており」と補足的に修飾する。
  3. 16.2.7τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν — テュポンの這った跡(ὁλκός)に関する文。`ἐντεμεῖν` は、先行する `φασί`(彼らは言う)に支配される対格不定法構文(主語の対格は省略されたテュポン、あるいは蛇としての彼)の一部。`τοῖς ὁλκοῖς` は道具や手段を示す与格で、「のたうつ引きずり跡によって」を意味する。

この箇所を引用する

ストラボン, 地理誌 §16.2.6-16.2.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.6-16.2.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。