Humanitext Reader

斯特拉波 · 地理学 §16.2.6-16.2.8

达芙妮圣所、奥龙特斯河流向及周边地理

第 518 段,共 577 段 · 希腊语

内容简介

本节介绍了安条克附近拥有避难所的圣地达芙妮,以及奥龙特斯河的流向与相关的提丰神话,并详细描述了周边的山脉、要塞、河流和历史战役遗址。

§16.2.6̔υπέρκειται δὲ τετταράκοντα σταδίοις ἡ Δάφνη, κατοικία μετρία, μέγα δὲ καὶ συνηρεφὲς ἄλσος διαρρεόμενον πηγαίοις ὕδασιν, ἐν μέσῳ δὲ ἄσυλον τέμενος καὶ νεὼς Ἀπόλλωνος καὶ Ἀρτέμιδος.
达芙妮位于该城上方四十斯塔迪翁处,它是一个中等规模的定居点,但拥有一片巨大且树荫茂密的圣林,林中有泉水流经,中央是享有避难权的圣所,以及阿波罗和阿耳忒弥斯的神庙。
ἐνταῦθα δὲ πανηγυρίζειν ἔθος τοῖς Ἀντιοχεῦσι καὶ τοῖς ἀστυγείτοσι· κύκλος δὲ τοῦ ἄλσους ὀγδοήκοντα στάδιοι.
安条克人及邻近的居民习惯在此举行节日盛会;圣林的周长为八十斯塔迪翁。
§16.2.7̔ρεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός·
奥龙特斯河在该城附近流过。
οὗτος δʼ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθʼ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα, καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῇ πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν· τὸ δʼ ὄνομα τοῦ γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε, καλούμενος πρότερον Τυφών.
这条河发源于柯里叙利亚,然后流经地下,再次将水流呈现在地上,并通过阿帕米亚人的土地前进到安条克,在接近该城后,流下到塞琉西亚附近的海洋;它继承了为其架桥的奥龙特斯之名,此前被称为提丰。
μυθεύουσι δʼ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους, περὶ ὧν εἴπομεν καὶ πρότερον·
人们在此处的某个地方流传着关于提丰遭受雷击以及我们此前也提到过的阿里马人的神话。
φασὶ δὲ τυπτόμενον τοῖς κεραυνοῖς (εἶναι δὲ δράκοντα) φεύγειν κατάδυσιν ζητοῦντα·
他们说,被雷电击中的提丰(他是一条巨龙)在寻找潜藏之所时逃跑。
τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δʼ εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν· ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῷ ποταμῷ.
他用拖曳身躯的痕迹在大地上开凿,形成了河流的河床,并在钻入地下时喷涌出了水源;这条河的名字便由此而来。
πρὸς δύσιν μὲν οὖν θάλαττα ὑπόκειται τῇ Ἀντιοχείᾳ κατὰ Σελεύκειαν, πρὸς ᾗ καὶ τὰς ἐκβολὰς ὁ Ὀρόντης ποιεῖται, διεχούσῃ τῶν μὲν ἐκβολῶν σταδίους τετταράκοντα, τῆς δʼ Ἀντιοχείας ἑκατὸν εἴκοσιν.
在西面,安条克下方是靠近塞琉西亚的海洋,奥龙特斯河也在其附近入海,塞琉西亚距离该河口四十斯塔迪翁,距离安条克一百二十斯塔迪翁。
ἀνάπλους δʼ ἐκ θαλάττης ἐστὶν εἰς τὴν Ἀντιόχειαν αὐθημερόν.
从海边乘船逆流而上到安条克在一天之内即可完成。
πρὸς ἕω δʼ ὁ Εὐφράτης ἐστὶ καὶ ἡ Βαμβύκη καὶ ἡ Βέροια καὶ ἡ Ἡράκλεια τῇ Ἀντιοχείᾳ, πολίχνια τυραννούμενά ποτε ὑπὸ Διονυσίου τοῦ Ἡρακλέωνος.
在东面,对于安条克而言,有幼发拉底河、班比刻、贝罗埃亚以及赫拉克利亚,这些是曾经由赫拉克莱翁之子狄奥尼修斯统治的小城镇。
διέχει δʼ ἡ Ἡράκλεια σταδίους εἴκοσι τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ τῆς Κυρρηστίδος.
赫拉克利亚距离基雷斯蒂斯之阿西娜神庙二十斯塔迪翁。
§16.2.8εἶτα ἡ Κυρρηστικὴ μέχρι τῆς Ἀντιοχίδος· ἀπὸ δὲ τῶν ἄρκτων ἐστὶ τό τε Ἀμανὸν πλησίον καὶ ἡ Κομμαγηνή· συνάπτει δὲ τούτοις ἡ Κυρρηστικὴ μέχρι δεῦρο παρατείνουσα.
随后是基雷斯蒂卡,一直延伸到安条克斯;在北面是附近的阿马诺斯和科马吉尼;基雷斯蒂卡与这些地区相接,并一直延伸到这里。
ἐνταῦθα δʼ ἐστὶ πόλις Γίνδαρος, ἀκρόπολις τῆς Κυρρηστικῆς καὶ λῃστήριον εὐφυές, καὶ Ἡράκλειόν τι καλούμενον πλησίον ἱερόν· περὶ οὓς τόπους ὑπὸ Ὀυεντιδίου Πάκορος διεφθάρη, ὁ πρεσβύτατος τῶν τοῦ Παρθυαίου παίδων, ἐπιστρατεύσας τῇ Συρίᾳ.
此地有金达罗斯城,是基雷斯蒂卡的卫城,也是一个天然的强盗据点,附近还有一座被称为赫拉克莱翁的神庙;就在这些地方,帕提亚国王最年长的儿子帕科罗斯在侵略叙利亚时,被温提迪乌斯消灭。
τῇ δὲ Γινδάρῳ συνάπτουσιν αἱ Πάγραι τῆς Ἀντιοχίδος, χωρίον ἐρυμνὸν κατὰ τὴν ὑπέρθεσιν τοῦ Ἀμανοῦ τὴν ἐκ τῶν Ἀμανίδων πυλῶν εἰς τὴν Συρίαν κείμενον.
与金达罗斯相接的是安条克斯的帕格赖,这是位于从阿马诺斯门进入叙利亚的阿马诺斯隘口处的坚固要塞。
ὑποπίπτει μὲν οὖν ταῖς Πάγραις τὸ τῶν Ἀντιοχέων πεδίον, διʼ οὗ ῥεῖ ὁ Ἄρκευθος ποταμὸς καὶ ὁ Ὀρόντης καὶ ὁ Λαβώτας.
在帕格赖下方是安条克人的平原,阿尔克乌托斯河、奥龙特斯河和拉博塔斯河流经此地。
ἐν δὲ τούτῳ ἐστὶ τῷ πεδίῳ καὶ ὁ Μελεάγρου χάραξ καὶ ὁ Οἰνοπάρας ποταμός, ἐφʼ ᾧ τὸν Βάλαν Ἀλέξανδρον μάχῃ νικήσας ὁ φιλομήτωρ Πτολεμαῖος ἐτελεύτησεν ἐκ τραύματος.
在这片平原上,还有梅莱阿格罗斯的营垒和奥伊诺帕拉斯河,在这条河畔,普托勒迈斯·菲洛墨托尔在战斗中击败了亚历山大·巴拉斯,却因伤势过重而去世。
ὑπέρκειται δʼ αὐτῶν λόφος Τραπεζὼν ἀπὸ τῆς ὁμοιότητος καλούμενος, ἐφʼ ᾧ Ὀυεντίδιος πρὸς Φρανικάτην τὸν Παρθυαίων στρατηγὸν ἔσχε τὸν ἀγῶνα.
在它们上方耸立着一座因其形状而被称为特拉佩祖斯(意为“课桌”)的山丘,温提迪乌斯曾在此与帕提亚将领弗拉尼卡特斯交战。
πρὸς θαλάττῃ δὲ τούτων ἐστὶν ἡ Σελεύκεια καὶ ἡ Πιερία, ὄρος συνεχὲς τῷ Ἀμανῷ, καὶ ἡ Ῥωσὸς μεταξὺ Ἰσσοῦ καὶ Σελευκείας ἱδρυμένη.
在这些地方靠海处是塞琉西亚,以及与阿马诺斯山脉相连的皮埃里亚山,还有位于伊苏斯和塞琉西亚之间的罗索斯。
ἐκαλεῖτο δʼ ἡ Σελεύκεια πρότερον Ὕδατος ποταμοί· ἔρυμα δέ ἐστιν ἀξιόλογον καὶ κρεῖττον βίας ἡ πόλις.
塞琉西亚以前被称为“水之河川”;该城是一个著名的要塞,武力无法攻破。
διόπερ καὶ ἐλευθέραν αὐτὴν ἔκρινε Πομπήιος ἀποκλείσας Τιγράνην.
因此,庞培在排除了提格兰之后,判定其为自由城市。
πρὸς νότον δʼ ἐστὶ τοῖς μὲν Ἀντιοχεῦσιν Ἀπάμεια ἐν μεσογαίᾳ κειμένη, τοῖς δὲ Σελευκεῦσι τὸ Κάσιον ὄρος καὶ τὸ Ἀντικάσιον· ἔτι δὲ πρότερον μετὰ τὴν Σελεύκειαν αἱ ἐκβολαὶ τοῦ Ὀρόντου· εἶτα τὸ νυμφαῖον, σπήλαιόν τι ἱερόν· εἶτα τὸ Κάσιον· ἐφεξῆς δὲ Ποσείδιον πολίχνη καὶ Ἡράκλεια.
在南面,对于安条克人来说,有位于内陆的阿帕米亚,而对于塞琉西亚人来说,有卡西奥斯山和安提卡西奥斯山;此外在更近处,在塞琉西亚之后,是奥龙特斯河的出口;然后是水仙女洞(宁芙神庙),这是一个神圣的洞穴;接着是卡西奥斯山;随后是小镇波塞迪翁和赫拉克利亚。

词汇与语法注释

  1. 16.2.6κατοικία μετρία, μέγα δὲ καὶ συνηρεφὲς ἄλσος — 名词短语 `κατοικία μετρία`(中等规模的定居点)与 `μέγα δὲ καὶ συνηρεφὲς ἄλσος`(巨大且树荫茂密的圣林)可被解释为前述动词 `ὑπέρκειται` 的主语 `ἡ Δάφνη` 的同位语,或者省略了 `ἐστίν` 的独立名词句。本译将其处理为对达芙妮特征进行补充说明的同位语。
  2. 16.2.7διεχούσῃ — 现在分词与格阴性单数形 `διεχούσῃ` 呼应关系代词 `ᾗ`(与格),该代词指代介词 `κατά` 所支配的专有名词 `Σελεύκειαν`(宾格)。它在关系从句中作为与格修饰语,补充说明塞琉西亚距离河口与安条克的距离。
  3. 16.2.7τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν — 关于提丰拖曳身躯之痕迹(ὁλκός)的句子。不定式 `ἐντεμεῖν` 属于受前文 `φασί`(他们说)支配的“对格加不定式”结构的一部分,其省略的主语为提丰。`τοῖς ὁλκοῖς` 是表示工具或手段的与格,意为“用拖曳身躯的痕迹”。

引用这一段

斯特拉波, 地理学 §16.2.6-16.2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.6-16.2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。