Humanitext Reader

ストラボン · 地理誌 §16.2.1-16.2.5

シリアの境界区分とアンティオケイアの創建

517 / 577 箇所 · ギリシア語

要旨

シリアの地理的境界と、コッマゲネやセレウキス(テトラポリス)などの主要な地方区分について記述する。特に、シリアの首都であるアンティオケイアの創建の歴史や、創設者にまつわる神話的な伝承が詳しく紹介されている。

§16.2.1̔η δὲ Συρία πρὸς ἄρκτον μὲν ἀφώρισται τῇ Κιλικίᾳ καὶ τῷ Ἀμανῷ·
シリアは北をキリキアとアマノス山脈によって区切られている。
ἀπὸ θαλάττης δʼ ἐπὶ τὸ ζεῦγμα τοῦ Εὐφράτου στάδιοί εἰσιν οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες οὐκ ἐλάττους τῶν τετρακοσίων·
海からユーフラテス川の架橋点まで、前述の境界をなす辺は四百スタディオンを下らない。
πρὸς ἕω δὲ τῷ Εὐφράτῃ καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου σκηνίταις Ἄραψι· πρὸς δὲ νότον τῇ εὐδαίμονι Ἀραβίᾳ καὶ τῇ Αἰγύπτῳ· πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ.
東はユーフラテス川と、ユーフラテスのこちら側にいる遊牧アラビア人によって、南は「幸福なアラビア」とエジプトによって、西はエジプト海およびシリア海によって、イッソスに至るまで区切られている。
§16.2.2μέρη δʼ αὐτῆς τίθεμεν ἀπὸ τῆς Κιλικίας ἀρξάμενοι καὶ τοῦ Ἀμανοῦ τήν τε Κομμαγηνὴν καὶ τὴν Σελευκίδα καλουμένην τῆς Συρίας, ἔπειτα τὴν κοίλην Συρίαν, τελευταίαν δʼ ἐν μὲν τῇ παραλίᾳ τὴν Φοινίκην, ἐν δὲ τῇ μεσογαίᾳ τὴν Ἰουδαίαν.
我々は、キリキアとアマノス山脈から始めて、その地方を次のように分ける。 コッマゲネ、およびシリアのセレウキスと呼ばれる地方、次いでコイレ・シリア、最後に沿岸部ではポイニケ、内陸部ではユダヤである。
ἔνιοι δὲ τὴν Συρίαν ὅλην εἴς τε Κοιλοσύρους καὶ Φοίνικας διελόντες τούτοις ἀναμεμῖχθαί φασι τέτταρα ἔθνη, Ἰουδαίους Ἰδουμαίους Γαζαίους Ἀζωτίους, γεωργικοὺς μέν, ὡς τοὺς Σύρους καὶ Κοιλοσύρους, ἐμπορικοὺς δέ, ὡς τοὺς Φοίνικας.
しかし一部の人々は、シリア全体をコイレ・シリア人とポイニケ人とに分けた上で、これらに四つの民族、すなわちユダヤ人、イドゥマヤ人、ガザ人、アゾトス人が混じり合っていると言っている。 彼らはシリア人やコイレ・シリア人のように農耕民であり、ポイニケ人のように商業民である。
§16.2.3καθόλου μὲν οὕτω, καθʼ ἕκαστα δὲ ἡ Κομμαγηνὴ μικρά τίς ἐστιν·
全体としては以上のようであるが、個々の部分については、コッマゲネは小さな地方である。
ἔχει δʼ ἐρυμνὴν πόλιν Σαμόσατα ἐν ᾗ τὸ βασίλειον ὑπῆρχε, νῦν δʼ ἐπαρχία γέγονε·
そこには王宮があったが、現在は属州となった堅固な都市サモサタがある。
χώρα δὲ περίκειται σφόδρα εὐδαίμων, ὀλίγη.
そして、非常に肥沃であるが狭い土地が周囲を取り囲んでいる。
ἐνταῦθα δὲ νῦν ἐστι τὸ ζεῦγμα τοῦ Εὐφράτου·
また現在ここにはユーフラテス川の架橋点がある。
κατὰ τοῦτο δὲ Σελεύκεια ἵδρυται φρούριον τῆς Μεσοποταμίας προσωρισμένον ὑπὸ Πομπηίου τῷ Κομμαγηνῷ, ἐν ᾧ τὴν Σελήνην ἐπικληθεῖσαν Κλεοπάτραν Τιγράνης ἀνεῖλε, καθείρξας χρόνον τινὰ ἡνίκα τῆς Συρίας ἐξέπεσεν.
この場所に面して、メソポタミアの要塞であるセレウケイアが築かれており、ポンペイウスによってコッマゲネに編入された。 この要塞において、ティグラネスは、セレネとも呼ばれたクレオパトラを、彼女がシリアから追放された時にしばらく監禁した後に殺害した。
§16.2.4̔η δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῇ πόλεις, ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν, Σελεύκου τοῦ Νικάτορος κτίσματα·
セレウキスは前述の諸地方の中で最も優れており、テトラポリスと呼ばれている。 それはそこにある傑出した都市にちなんでいる。 というのも、都市はさらに多くあるが、最も大きいものは四つだからである。 すなわち、ダフネのほとりのアンティオケイア、ピエリアのセレウケイア、そしてアパメイアとラオディケイアである。 これらはその和合のゆえに互いに姉妹とも呼ばれ、セレウコス・ニカトルの創建による。
ἡ μὲν οὖν μεγίστη τοῦ πατρὸς αὐτοῦ ἐπώνυμος, ἡ δʼ ἐρυμνοτάτη αὐτοῦ, αἱ δʼ ἄλλαι ἡ μὲν Ἀπάμεια τῆς γυναικὸς αὐτοῦ Ἀπάμας, ἡ δὲ Λαοδίκεια τῆς μητρός.
最も大きな都市は彼の父の名にちなんで名付けられ、最も堅固な都市は彼自身の名に、他の都市のうちアパメイアは彼の妻アパマの名に、ラオディケイアは彼の母の名にちなんでいる。
οἰκείως δὲ τῇ τετραπόλει καὶ εἰς σατραπείας διῄρητο τέτταρας ἡ Σελευκίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ ἡ κοίλη Συρία, * εἰς μίαν δʼ ἡ Μεσοποταμία.
ポセイドニオスが言うには、テトラポリスにふさわしく、セレウキスもまた四つのサトラペイアに分割されていた。 コイレ・シリアも同数に分割されており、メソポタミアは一サトラペイアであった。
ἔστι δʼ ἡ μὲν Ἀντιόχεια καὶ αὕτη τετράπολις, ἐκ τεττάρων συνεστῶσα μερῶν·
アンティオケイア自体もまたテトラポリスであり、四つの部分から構成されている。
τετείχισται δὲ καὶ κοινῷ τείχει καὶ ἰδίῳ καθʼ ἕκαστον τὸ κτίσμα·
それは共通の城壁と、各創建部分ごとの独自の城壁によって囲まれている。
τὸ μὲν οὖν πρῶτον αὐτῶν ὁ Νικάτωρ συνῴκισε μεταγαγὼν ἐκ τῆς Ἀντιγονείας τοὺς οἰκήτορας, ἣν πλησίον ἐτείχισεν Ἀντίγονος ὁ Φιλίππου μικρὸν πρότερον, τὸ δὲ δεύτερον τοῦ πλήθους τῶν οἰκητόρων ἐστὶ κτίσμα, τὸ δὲ τρίτον Σελεύκου τοῦ Καλλινίκου, τὸ δὲ τέταρτον Ἀντιόχου τοῦ Ἐπιφανοῦς.
それらのうち最初の部分は、フィリッポスの子アンティゴノスがその少し前に近くに築いたアンティゴネイアから住民を移住させて、ニカトルが共同居住地を形成した。 第二の部分は住民の多さによる創建であり、第三はセレウコス・カリニコスによるもの、第四はアンティオコス・エピファネスによるものである。
§16.2.5καὶ δὴ καὶ μητρόπολίς ἐστιν αὕτη τῆς Συρίας, καὶ τὸ βασίλειον ἐνταῦθα ἵδρυτο τοῖς ἄρχουσι τῆς χώρας·
そして実に、この都市はシリアの首都であり、この地方の支配者たちの王宮がここに置かれていた。
οὐ πολύ τε λείπεται καὶ δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ.
そして、勢力においても規模においても、ティグリス川沿いのセレウケイアやエジプト近郊のアレクサンドリアに大きく劣るものではない。
συνῴκισε δʼ ὁ Νικάτωρ ἐνταῦθα καὶ τοὺς ἀπογόνους Τριπτολέμου, περὶ οὗ μικρὸν πρόσθεν ἐμνήσθημεν·
ニカトルはまた、我々が少し前に言及したトリプトレモスの末裔たちをここに共同移住させた。
διόπερ Ἀντιοχεῖς ὡς ἥρωα τιμῶσι, καὶ ἄγουσιν ἑορτὴν ἐν τῷ Κασίῳ ὄρει τῷ περὶ Σελεύκειαν.
そのためアンティオケイアの人々は彼を英雄として崇拝し、セレウケイアの近くにあるカシオス山で祭りを催している。
φασὶ δʼ αὐτὸν ὑπʼ Ἀργείων πεμφθέντα ἐπὶ τὴν Ἰοῦς ζήτησιν, ἐν Τύρῳ πρῶτον ἀφανοῦς γενηθείσης, πλανᾶσθαι κατὰ τὴν Κιλικίαν·
伝えられるところによれば、彼は、アルゴス人たちによって、最初にティルスで行方不明になったイオの捜索のために派遣され、キリキアのあたりを放浪していた。
ἐνταῦθα δὲ τῶν σὺν αὐτῷ τινας Ἀργείων κτίσαι τὴν Ταρσὸν ἀπελθόντας παρʼ αὐτοῦ·
そこで、彼に同行していたアルゴス人の一部が、彼のもとを去ってタルソスを創建した。
τοὺς δʼ ἄλλους συνακολουθήσαντας εἰς τὴν ἑξῆς παραλίαν, ἀπογνόντας τῆς ζητήσεως ἐν τῇ ποταμίᾳ τοῦ Ὀρόντου καταμεῖναι σὺν αὐτῷ·
他の者たちは、それに続く沿岸地方まで同行したが、捜索を断念し、オロンテス川の流域に彼とともに留まった。
τὸν μὲν οὖν υἱὸν τοῦ Τριπτολέμου Γόρδυν ἔχοντά τινας τῶν σὺν τῷ πατρὶ λαῶν εἰς τὴν Γορδυαίαν ἀποικῆσαι, τῶν δʼ ἄλλων τοὺς ἀπογόνους συνοίκους γενέσθαι τοῖς Ἀντιοχεῦσιν.
そして、トリプトレモスの息子ゴルデュスは、父親に同行していた人々の一部を率いてゴルデュアイアに移住し、その他の人々の末裔はアンティオケイアの住民と共同居住者になったという。

語釈・文法注

  1. 16.2.1στάδιοί εἰσιν οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες — στάδιοι が主語、εἰσίν が動詞であり、定冠詞を伴う分詞句 οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες が主語を限定している。「前述の辺を規定するスタディオン(の数)は〜」という構造になる。
  2. 16.2.2τούτοις ἀναμεμῖχθαί φασι — φασί(彼らは言う)に導かれる対格不定詞構文(AcI)。不定詞は完了受動の ἀναμεμῖχθαι(混ざり合っている)で、与格の τούτοις(これらに、すなわちコイレ・シリア人とポイニケ人)を支配している。
  3. 16.2.4εἰς ὅσας καὶ ἡ κοίλη Συρία — 関係代名詞 ὅσας は先行詞 σατραπείας(サトラペイア)を指しており、その後に動詞 διῄρητο(分割されていた)が省略されている。「コイレ・シリアが分割されていたのと同数の(サトラペイアに)」という意味になる。
  4. 16.2.5φασὶ δʼ αὐτὸν ὑπʼ Ἀργείων πεμφθέντα — 文頭の φασί から始まる長大な対格不定詞構文(AcI)。主語対格は αὐτόν(トリプトレモス)で、これに掛かる分詞 πεμφθέντα があり、第1の不定詞 πλανᾶσθαι(放浪する)に続く。さらに、後続の κτίσαι, καταμεῖναι, ἀποικῆσαι, γενέσθαι もすべて φασί に支配される不定詞であり、主語対格が適宜切り替わりながら全体の神話的エピソードが間接話法で語られている。

この箇所を引用する

ストラボン, 地理誌 §16.2.1-16.2.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.1-16.2.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。