§16.2.42̔η δὲ Σιρβωνὶς λίμνη πολλὴ μέν ἐστι·
セルボニス湖は大きなものである。
καὶ γὰρ χιλίων σταδίων εἰρήκασί τινες τὸν κύκλον·
というのも、ある人々はその周囲を千スタディオンと言っているからである。
τῇ μέντοι παραλίᾳ παρεκτέταται μικρῷ τι πλέον τῶν διακοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα, ἀγχιβαθής, βαρύτατον ἔχουσα ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρι ὀμφαλοῦ εὐθὺς ἐξαίρεσθαι·
しかしながら、それは沿岸部に沿って、長さにして二百スタディオンをわずかに超える長さにわたって伸びており、水深は岸の近くから深く、きわめて重い水を有しているため、泳ぐ必要はなく、入った者はへそまでであってもすぐに押し上げられる。
μεστὴ δʼ ἐστὶν ἀσφάλτου·
そして、それはアスファルトで満ちている。
αὕτη δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων ὡς ἂν ζέοντος ὕδατος·
これは不規則な時期に、沸騰する水のように泡を伴って、深みの真んから吹き出される。
κυρτουμένη δʼ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει·
水面が膨らむことで、その表面は丘のような外観を呈する。
συναναφέρεται δὲ καὶ ἄσβολος πολλή, καπνώδης μὲν πρὸς δὲ τὴν ὄψιν ἄδηλος, ὑφʼ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ·
また、多くの煤も一緒に上昇する。 それは煙のようであるが目には見えず、それによって銅も銀も、金に至るまですべての輝くものが変色させられる。
ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου, καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλαμίνας.
周辺の住民は、器が変色することからアスファルトの噴出が始まったことを知り、葦で造った筏を用意して、その採取の準備をする。
ἔστι δʼ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη, πάλιν δὲ μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν ὑπὸ τοῦ ψυχροῦ ὕδατος, οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι·
アスファルトは土の塊であり、熱によって液化し、吹き出され、分散するが、この湖の水のような冷たい水によって再び強い固体へと変化し、そのため切断したり叩き割ったりする必要がある。
εἶτʼ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος, καθʼ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι, μηδὲ βαπτίζεσθαι τὸν ἐμβάντα ἀλλʼ ἐξαίρεσθαι·
そして、水の性質、すなわち、それゆえ泳ぐ必要もなく、入った者は沈むことなく浮き上がると我々が述べた性質によって、水面に浮遊する。
προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται.
人々は筏で漕ぎ寄せてそれを切り出し、それぞれが運べるだけのアスファルト持ち去る。
§16.2.43τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον·
さて、起こる現象はこのようなものである。
γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπῳδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρά, ἃ περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον, εἶτα τέμνειν· εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη, καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων, καὶ ἐκ τῶν παιδικῶν οὔρων ἡ χρυσόκολλα συνίσταται·
しかしポセイドニオスが言うには、現地の人間は魔術師であって、呪文や尿、その他の悪臭を放つ液体を注ぎかけて絞り出すことで、アスファルトを凝固させ、それから切り出すのだと偽っている(ただし、結石症の患者の膀胱において、また子供の尿から金鑞が合成されるように、尿にそのような何らかの適合性があるのではないとすれば、であるが)。
ἐν μέσῃ δὲ τῇ λίμνῃ τὸ πάθος συμβαίνειν εὔλογον, ὅτι καὶ ἡ πηγὴ τοῦ πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος·
この現象が湖の真ん中で起こることは理にかなっている。 なぜなら、火とアスファルトの源泉およびその大部分が中央にあるからである。
ἄτακτος δὲ ἡ ἀναφύσησις, ὅτι καὶ ἡ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν, ὥσπερ καὶ ἄλλων πνευμάτων πολλῶν.
噴出が不規則であるのは、火の運動が、他の多くの気体と同様に、我々にとって明らかな秩序を持たないからである。
τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίᾳ τῇ Ἠπειρώτιδι.
エペイロスのアポロニアにおける現象もこれに類似している。
§16.2.44τοῦ δʼ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά·
この土地が火を含んでいることについては、他にも多くの証拠が挙げられる。
καὶ γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας πολλαχοῦ καὶ γῆν τεφρώδη, σταγόνας τε πίττης ἐκ λισσάδων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας, κατοικίας τε ἀνατετραμμένας σποράδην·
実際、モアサダの周辺では、焼け焦げたゴツゴツした岩石や、いたるところにある空洞、灰のような土、岩の割れ目から滴り落ちるピッチの滴、遠くからでも悪臭を放つ沸騰した川、そしてあちこちに破壊された住居が示されている。
ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν ἐγχωρίων, ὡς ἄρα ᾠκοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα, ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων·
そのため、現地の人々によって語り継がれている、かつてここには十三の都市が営まれており、その中心都市であるソドムの周囲約六十スタディオンの遺跡が今なお残っているという話を信じるほどである。
ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν ἡ λίμνη προπέσοι καὶ πέτραι πυρίληπτοι γένοιντο, αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν, ἃς δʼ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν.
そして、地震と、火およびアスファルト質・硫黄質の熱水の噴出によって、湖が出現し、岩石は火に包まれ、都市のうちあるものは飲み込まれ、他のものは逃れることのできた人々によって放棄されたのだとされる。
Ἐρατοσθένης δέ φησι τἀναντία, λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακαλυφθῆναι τὴν πλείστην, καθάπερ τὴν Θετταλίαν.
しかしエラトステネスは逆のことを言っている。 すなわち、この土地が湖であったが、地殻の決壊によってその大部分が干上がり、テッサリアのようになったのだと。
§16.2.45ἔστι δὲ καὶ ἐν τῇ Γαδαρίδι ὕδωρ μοχθηρὸν λιμναῖον, οὗ τὰ γευσάμενα κτήνη τρίχας καὶ ὁπλὰς καὶ κέρατα ἀποβάλλει.
また、ガダラ地方にも有害な湖水があり、それを口にした家畜は毛や蹄や角を失ってしまう。
ἐν δὲ ταῖς καλουμέναις ταριχείαις ἡ λίμνη μὲν ταριχείας ἰχθύων ἀστείας παρέχει, φύει δὲ δένδρα καρποφόρα μηλέαις ἐμφερῆ·
いわゆるタリケイアイにおいては、湖は塩漬けに適した上質な魚を提供し、リンゴの木に似た実のなる木を育てる。
χρῶνται δʼ Αἰγύπτιοι τῇ ἀσφάλτῳ πρὸς τὰς ταριχείας τῶν νεκρῶν.
エジプト人たちは、このアスファルトを死体の防腐処理に用いている。
§16.2.46πομπήιος μὲν οὖν περικόψας τινὰ τῶν ἐξιδιασθέντων ὑπὸ τῶν Ἰουδαίων κατὰ βίαν ἀπέδειξεν Ὑρκανῷ τὴν ἱερωσύνην·
さて、ポンペイウスはユダヤ人たちによって力ずくで不当に私物化されていた領土を削り取り、ヒュルカノスに神官職を割り当てた。
τῶν δʼ ἀπὸ γένους τις ὕστερον Ἡρώδης, ἀνὴρ ἐπιχώριος, παραδὺς εἰς τὴν ἱερωσύνην τοσοῦτον διήνεγκε τῶν πρὸ αὐτοῦ καὶ μάλιστα τῇ πρὸς Ῥωμαίους ὁμιλίᾳ καὶ πολιτείᾳ, ὥστε καὶ βασιλεὺς ἐχρημάτισε, δόντος τὸ μὲν πρῶτον Ἀντωνίου τὴν ἐξουσίαν ὕστερον δὲ καὶ Καίσαρος τοῦ Σεβαστοῦ·
しかし、のちにその一族の一人である現地人ヘロデが、神官職へと忍び入り、ローマ人との交際と国政における手腕によって前任者たちをはるかに凌駕したため、王とも称されるようになった。 初めはアントニウスが、のちには皇帝アウグストゥスも彼に権力を与えたからである。
τῶν δʼ υἱῶν τοὺς μὲν αὐτὸς ἀνεῖλεν ὡς ἐπιβουλεύσαντας αὐτῷ, τοὺς δὲ τελευτῶν διαδόχους ἀπέλιπε μερίδας αὐτοῖς ἀποδούς.
そしてヘロデは、自らの息子たちのうち、自らに対して陰謀を企てた者たちを殺害し、他の者たちには領土を分割して与え、死に際して後継者として残した。
Καῖσαρ δὲ καὶ τοὺς υἱοὺς ἐτίμησε τοῦ Ἡρώδου καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὴν ταύτης θυγατέρα Βερενίκην·
皇帝はヘロデの息子たち、および彼の妹サロメと、その娘ベレニケをも優遇した。
οὐ μέντοι εὐτύχησαν οἱ παῖδες, ἀλλʼ ἐν αἰτίαις ἐγένοντο, καὶ ὁ μὲν ἐν φυγῇ διετέλει παρὰ τοῖς Ἀλλόβριξι Γαλάταις λαβὼν οἴκησιν, οἱ δὲ θεραπείᾳ πολλῇ μόλις εὕροντο κάθοδον, τετραρχίας ἀποδειχθείσης ἑκατέρῳ.
しかしながら、その子供たちは幸運に恵まれず、告発されることとなり、ある者はガリアのアロブロゲス人のもとに住処を与えられて流刑の身で生涯を終え、他の者たちは多大な嘆願によってようやく帰国を認められ、それぞれに四分領主国が割り当てられた。