Humanitext Reader

斯特拉波 · 地理学 §16.2.42-16.2.46

死海的沥青开采与赫罗德王的崛起

第 527 段,共 577 段 · 希腊语

内容简介

记述了塞尔波尼斯湖(死海)及其独特的沥青开采过程,讨论了该地区的火山活动痕迹及所多玛的传说,随后概述了庞培对犹太统治的重组以及赫罗德王的崛起。

§16.2.42̔η δὲ Σιρβωνὶς λίμνη πολλὴ μέν ἐστι· καὶ γὰρ χιλίων σταδίων εἰρήκασί τινες τὸν κύκλον·
塞尔波尼斯湖非常大;确实,有人说它的周长达一千斯塔德。
τῇ μέντοι παραλίᾳ παρεκτέταται μικρῷ τι πλέον τῶν διακοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα, ἀγχιβαθής, βαρύτατον ἔχουσα ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρι ὀμφαλοῦ εὐθὺς ἐξαίρεσθαι·
然而,它沿海岸延伸,长度仅略微超过二百斯塔德,靠近湖岸处水就很深,并且拥有极重的水,以至于不需要游泳,进入的人即使只到肚脐深处也会立即被托起。
μεστὴ δʼ ἐστὶν ἀσφάλτου·
湖中充满了沥青。
αὕτη δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δʼ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει·
沥青在不规则的时间里从深处中央喷出,伴随着气泡,如同沸腾的水一般;当水面隆起时,呈现出山丘的外形。
συναναφέρεται δὲ καὶ ἄσβολος πολλή, καπνώδης μὲν πρὸς δὲ τὴν ὄψιν ἄδηλος, ὑφʼ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ·
大量的煤烟也随之上升,虽然像烟雾一样但视觉上看不见,铜、银以及所有闪亮的东西,甚至直到黄金,都会被它弄得失去光泽。
ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου, καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλαμίνας.
周围的居民通过器皿失去光泽来预知沥青喷出的开始,并用芦苇制成筏子,准备进行开采。
ἔστι δʼ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη, πάλιν δὲ μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν ὑπὸ τοῦ ψυχροῦ ὕδατος, οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι·
沥青是一种土块,受热时融化、膨胀并扩散,但在冷水(如该湖的水)的作用下会重新凝固成坚硬的固体,因此需要进行切削和砍凿。
εἶτʼ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος, καθʼ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι, μηδὲ βαπτίζεσθαι τὸν ἐμβάντα ἀλλʼ ἐξαίρεσθαι· προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται.
然后,由于水的性质,即我们所说的不需要游泳、进入的人不会沉没而是被托起的性质,沥青漂浮在水面上,人们便乘着筏子靠近,将其砍碎,每人尽其所能地运走沥青。
§16.2.43τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον·
那么,发生的事情就是这样。
γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπῳδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρά, ἃ περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον, εἶτα τέμνειν· εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη, καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων, καὶ ἐκ τῶν παιδικῶν οὔρων ἡ χρυσόκολλα συνίσταται·
但波塞多尼奥斯说,当地人是巫师,假称使用咒语、尿液和其他有恶臭的液体,将它们浇在沥青上并挤压,使沥青凝固,然后进行切削——除非尿液中确实存在某种特殊的性质,就像患有结石者的膀胱中一样,并且金鑞也是由儿童的尿液合成的。
ἐν μέσῃ δὲ τῇ λίμνῃ τὸ πάθος συμβαίνειν εὔλογον, ὅτι καὶ ἡ πηγὴ τοῦ πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος·
这种现象发生在湖的中央是合乎情理的,因为火和沥青的源头以及其大部分都在中央。
ἄτακτος δὲ ἡ ἀναφύσησις, ὅτι καὶ ἡ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν, ὥσπερ καὶ ἄλλων πνευμάτων πολλῶν.
而喷出的不规则性,是因为火的运动对我们而言没有显而易见的规律,就像许多其他气体一样。
τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίᾳ τῇ Ἠπειρώτιδι.
在伊庇鲁斯的阿波罗尼亚发生的事情也是如此。
§16.2.44τοῦ δʼ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά·
他们还提出了许多其他证据证明这片土地富含火。
καὶ γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας πολλαχοῦ καὶ γῆν τεφρώδη, σταγόνας τε πίττης ἐκ λισσάδων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας, κατοικίας τε ἀνατετραμμένας σποράδην·
因为他们展示了莫阿萨达周围某些被烧焦且崎岖不平的岩石、许多地方的裂缝、灰烬状的泥土、从光滑岩壁上滴落的沥青滴、从远处就散发恶臭的沸腾河流,以及零星倾覆的住所。
ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν ἐγχωρίων, ὡς ἄρα ᾠκοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα, ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων·
以至于人们相信当地人相传的故事,即这里曾经居住着十三个城市,其中母城所多玛的周长约六十斯塔德至今仍得以保留。
ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν ἡ λίμνη προπέσοι καὶ πέτραι πυρίληπτοι γένοιντο, αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν, ἃς δʼ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν.
然而,由于地震、火的喷出以及富含沥青和硫磺的热水喷涌,湖泊突然显现,岩石被火烧毁,一些城市被吞没,另一些城市则被能够逃离的人所遗弃。
Ἐρατοσθένης δέ φησι τἀναντία, λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακαλυφθῆναι τὴν πλείστην, καθάπερ τὴν Θετταλίαν.
然而,埃拉托斯特尼则持相反的看法,认为这片土地原本是沼泽,由于决口而使大部分土地显露出来,就像帖撒利亚一样。
§16.2.45ἔστι δὲ καὶ ἐν τῇ Γαδαρίδι ὕδωρ μοχθηρὸν λιμναῖον, οὗ τὰ γευσάμενα κτήνη τρίχας καὶ ὁπλὰς καὶ κέρατα ἀποβάλλει.
在加达拉地区也有极坏的湖水,尝过这种水的牲畜会脱落毛发、蹄和角。
ἐν δὲ ταῖς καλουμέναις ταριχείαις ἡ λίμνη μὲν ταριχείας ἰχθύων ἀστείας παρέχει, φύει δὲ δένδρα καρποφόρα μηλέαις ἐμφερῆ·
而在被称为“塔里海埃”的地方,湖泊提供了极好的鱼类腌制原料,并生长着类似于苹果树的果树。
χρῶνται δʼ Αἰγύπτιοι τῇ ἀσφάλτῳ πρὸς τὰς ταριχείας τῶν νεκρῶν.
埃及人将这种沥青用于尸体的防腐处理。
§16.2.46πομπήιος μὲν οὖν περικόψας τινὰ τῶν ἐξιδιασθέντων ὑπὸ τῶν Ἰουδαίων κατὰ βίαν ἀπέδειξεν Ὑρκανῷ τὴν ἱερωσύνην·
庞培削减了犹太人强行占为己有的部分领土,将神官职分派给许尔卡努。
τῶν δʼ ἀπὸ γένους τις ὕστερον Ἡρώδης, ἀνὴρ ἐπιχώριος, παραδὺς εἰς τὴν ἱερωσύνην τοσοῦτον διήνεγκε τῶν πρὸ αὐτοῦ καὶ μάλιστα τῇ πρὸς Ῥωμαίους ὁμιλίᾳ καὶ πολιτείᾳ, ὥστε καὶ βασιλεὺς ἐχρημάτισε, δόντος τὸ μὲν πρῶτον Ἀντωνίου τὴν ἐξουσίαν ὕστερον δὲ καὶ Καίσαρος τοῦ Σεβαστοῦ·
但后来,该家族后裔中一个叫赫罗德的当地人,通过不正当手段谋得神官职,他凭借着与罗马人的交往以及治国才能,极大地超越了前人,以至于甚至被称为王,起初是安东尼赋予他权力,后来凯撒·奥古斯都也给予了权力。
τῶν δʼ υἱῶν τοὺς μὲν αὐτὸς ἀνεῖλεν ὡς ἐπιβουλεύσαντας αὐτῷ, τοὺς δὲ τελευτῶν διαδόχους ἀπέλιπε μερίδας αὐτοῖς ἀποδούς.
对于他的儿子们,他亲自处死了其中一些人,理由是他们阴谋反抗他,而在临终时,他留下其他人作为继承人,并给他们分配了领地。
Καῖσαρ δὲ καὶ τοὺς υἱοὺς ἐτίμησε τοῦ Ἡρώδου καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὴν ταύτης θυγατέρα Βερενίκην·
凯撒也优待了赫罗德的儿子们,以及他的妹妹萨洛美和她的女儿贝雷尼克。
οὐ μέντοι εὐτύχησαν οἱ παῖδες, ἀλλʼ ἐν αἰτίαις ἐγένοντο, καὶ ὁ μὲν ἐν φυγῇ διετέλει παρὰ τοῖς Ἀλλόβριξι Γαλάταις λαβὼν οἴκησιν, οἱ δὲ θεραπείᾳ πολλῇ μόλις εὕροντο κάθοδον, τετραρχίας ἀποδειχθείσης ἑκατέρῳ.
然而,这些孩子们并不幸运,而是受到了指控,其中一人甚至流亡在外,在加卢的阿洛布罗格斯人那里获得住所而终其一生,而其他人则通过多方奉迎,好不容易才得以回国,并且每人被分派了一个四分领地。

词汇与语法注释

  1. 16.2.42κολύμβου — 无人称动词 `δεῖ`(此处为不定式 `δεῖν`)要求其需要的事物使用属格(此处为 `κολύμβου`,“游泳”),意为“不需要游泳”。
  2. 16.2.43γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπῳδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους — 在依附于主动词 `φησιν` 的“对格加不定式”结构(A.C.I.)中,不定式 `σκήπτεσθαι`(假称、以此为借口)的逻辑主语是 `τοὺς ἀνθρώπους`(人们),并由分词短语 `γόητας... ὄντας`(作为巫师的他们)所修饰。
  3. 16.2.44ᾠκοῦντό ποτε... σώζοιτο... προπέσοι... γένοιντο... καταποθεῖεν... ἐκλίποιεν — 依附于 `πιστεύειν` 的 `ὡς` 从句中出现的一系列希求法动词(如 `σώζοιτο` 等)是间接引语中的希求法(转述希求法),由历史语境或传闻触发,在语法上表明这些是当地传说的内容。开头的 `ᾠκοῦντό` 为直说法未完了过去时,强调过去的事实状态。
  4. 16.2.46παραδὺς εἰς τὴν ἱερωσύνην — 不定过去时分词 `παραδύς`(源自 `παραδύομαι`,“偷偷溜入、篡夺”)描述了赫罗德不属于合法祭司世系(如哈斯蒙尼或亚伦家族)而篡夺统治权的这一历史事实。此处 `ἱερωσύνην`(神官职)被用作代表犹太国家统治权的词语。

引用这一段

斯特拉波, 地理学 §16.2.42-16.2.46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.42-16.2.46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。