Humanitext Reader

ストラボン · 地理誌 §16.2.38-16.2.41

神託による統治とポンペイウスのユダヤ攻略

526 / 577 箇所 · ギリシア語

要旨

ギリシアや諸国の例を引きつつ、政治体制における神的な託宣や宗教的権威の重要性を説明し、モーセの支配も同様のものであったと述べる。その後、ユダヤが僭主支配へと移行した歴史、ポンペイウスによるエルサレムの攻略、そしてエリコ平原の豊かな自然とバルサムなどの特産品について詳述する。

§16.2.38πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις.
というのも、このことはそのように生まれついており、ギリシア人にもバルバロイにも共通しているからである。
πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν·
なぜなら、彼らは政治的動物であるため、共同の命令に基づいて生活しているからである。
ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν.
そうでなければ、大衆が互いに調和して、国政を執るということである一つの同じことを行うことも、また他の方法で共同の生活を営むことも不可能だからである。
τὸ δὲ πρόσταγμα διττόν, ἢ γὰρ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων·
そして、その命令には二通りあり、神々からのものか、あるいは人間からのものである。
καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον, καὶ διὰ τοῦτο καὶ ὁ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην, ὅπως ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ, συμβούλῳ τῷ Διὶ χρώμενος, εἰς δὲ Δελφούς τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτʼ εἴη, αὐτὸς δʼ ὁ παῖς ἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου.
そして古代の人々は、神々からのものの方をより重んじ、尊んで尊崇していた。 そのために、当時は託宣を求める者が多く、急いで通うほどであった。 ある者はドードーネーへと、「こんもりと茂った葉の樫の木からゼウスの意志を聴くために」ゼウスを相談役として用い、またある者はデルポイへと、「捨てられた我が子を捜し出し、もはや生きていないのかどうかを知るために」通い、また子自身も「自分を生んだ親たちを知りたいと望んで、ポイボスの館へと進んで行った」。
καὶ ὁ Μίνως παρὰ τοῖς Κρησὶν ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, διʼ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων, ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρʼ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους.
また、クレータ人のもとでのミノスは「九年の間、大いなるゼウスの親しき友として王として君臨し」、プラトンが言うように、九年ごとにゼウスの洞窟に登り、そこから命令を受け取って人々に伝えていた。
τὰ δʼ ὅμοια ἐποίει καὶ Λυκοῦργος ὁ ζηλωτὴς αὐτοῦ·
彼の模倣者であったリュクルゴスも同様のことを行った。
πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας ἃ προσῆκεν παραγγέλλειν τοῖς Λακεδαιμονίοις.
というのも、彼は、どうやら、しばしば旅に出ては、ラケダイモーン人たちに命令すべきふさわしい事柄をピュティアから尋ねていたからである。
§16.2.39ταῦτα γὰρ ὅπως ποτὲ ἀληθείας ἔχει, παρά γε τοῖς ἀνθρώποις ἐπεπίστευτο καὶ ἐνενόμιστο, καὶ διὰ τοῦτο καὶ οἱ μάντεις ἐτιμῶντο ὥστε καὶ βασιλείας ἀξιοῦσθαι, ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες·
というのも、これらのことが真実においていかようであろうとも、人々においては信じられ、習慣とされていたからである。 そしてこのために、予言者たちも、生きている間も死んだ後も、神々からの命令や是正を私たちに伝える者として、王権にすら値するとみなされるほどに重んじられた。
τοιοῦτος δὲ ὁ Ἀμφιάρεως καὶ ὁ Τροφώνιος καὶ Ὀρφεὺς καὶ ὁ Μουσαῖος καὶ ὁ παρὰ τοῖς Γέταις θεός, τὸ μὲν παλαιὸν Ζάμολξις Πυθαγόρειός τις, καθʼ ἡμᾶς δὲ ὁ τῷ Βυρεβίστᾳ θεσπίζων Δεκαίνεος·
アンフィアラオス、トロポニオス、オルペウス、ムサイオス、そしてゲタイ人のもとでの神(古くはピタゴラス派の者であったザモルクシス、私たちの時代にはブレビスタに託宣を与えていたデカイネオス)もそのような者であった。
παρὰ δὲ τοῖς Βοσπορηνοῖς Ἀχαΐκαρος, παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί, παρὰ δὲ τοῖς Πέρσαις οἱ μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρομάντεις, παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι, παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρηνικοὶ οἰωνοσκόποι.
ボスポロス人におけるアカイカロス、インド人における裸行哲学者、ペルシア人におけるマゴスや死霊占い師、さらにはいわゆる鉢占い師や水占い師、アッシリア人におけるカルデア人、ローマ人におけるティレニアの鳥占い師もそうである。
τοιοῦτος δέ τις ἦν καὶ ὁ Μωσῆς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας ἐκτραπόμενοι δʼ ἐπὶ τὸ χεῖρον.
モーセと、彼の後を継いだ者たちもそのような者たちであった。 彼らは最初は悪くない始まりを受け取ったが、のちに悪化へと逸れてしまったのである。
§16.2.40ἤδη δʼ οὖν φανερῶς τυραννουμένης τῆς Ἰουδαίας πρῶτος ἀνθʼ ἱερέως ἀνέδειξεν ἑαυτὸν βασιλέα Ἀλέξανδρος·
さて、ユダヤがすでに公然と僭主支配されるようになってから、アレクサンドロスが神官の代わりに自らを王として宣言した最初の人物となった。
τούτου δʼ ἦσαν υἱοὶ Ὑρκανός τε καὶ Ἀριστόβουλος·
彼の息子たちが、ヒュルカノスとアリストブロスであった。
διαφερομένων δὲ περὶ τῆς ἀρχῆς, ἐπῆλθε Πομπήιος καὶ κατέλυσεν αὐτοὺς καὶ τὰ ἐρύματα αὐτῶν κατέσπασε καὶ αὐτὰ ἐν πρώτοις τὰ Ἱεροσόλυμα βίᾳ καταλαβών·
彼らが支配権をめぐって争っていたとき、ポンペイウスが侵攻して彼らを失脚させ、彼らの砦を取り壊し、まず何よりもエルサレム自体を力によって占領した。
ἦν γὰρ πετρῶδες καὶ εὐερκὲς ἔρυμα, ἐντὸς μὲν εὔυδρον ἐκτὸς δὲ παντελῶς διψηρόν, τάφρον λατομητὴν ἔχον βάθος μὲν ἑξήκοντα ποδῶν, πλάτος δὲ πεντήκοντα καὶ διακοσίων·
というのも、そこは岩がちで防御の堅い砦であり、内部には水が豊かであるが、外部は完全に乾燥しており、岩を切り出して造られた、深さ60プース、幅250プースの堀を備えていたからである。
ἐκ δὲ τοῦ λίθου τοῦ λατομηθέντος ἐπεπύργωτο τὸ τεῖχος τοῦ ἱεροῦ.
切り出された石から、神殿の壁に塔が築かれていた。
κατελάβετο δʼ, ὥς φασι, τηρήσας τὴν τῆς νηστείας ἡμέραν, ἡνίκα ἀπείχοντο οἱ Ἰουδαῖοι παντὸς ἔργου, πληρώσας τὴν τάφρον καὶ ἐπιβαλὼν τὰς διαβάθρας·
人々が言うには、彼はユダヤ人たちがあらゆる労働を控える断食の日を狙って、堀を埋めて跳ね橋をかけることで、そこを占領したのである。
κατασπάσαι δʼ οὖν ἐκέλευσε τὰ τείχη πάντα καὶ ἀνεῖλεν εἰς δύναμιν τὰ λῃστήρια καὶ τὰ γαζοφυλάκια τῶν τυράννων.
ともかく彼は、壁をすべて取り壊すよう命じ、僭主たちの強盗団の巣窟や宝物庫を力のかぎり一掃した。
ἦν δὲ δύο μὲν τὰ ταῖς εἰσβολαῖς ἐπικείμενα τοῦ Ἱερικοῦντος Θρήξ τε καὶ Ταῦρος, ἄλλα δὲ Ἀλεξάνδριόν τε καὶ Ὑρκάνιον καὶ Μαχαιροῦς καὶ Λυσιὰς καὶ τὰ περὶ τὴν Φιλαδέλφειαν καὶ ἡ περὶ Γαλιλαίαν Σκυθόπολις.
エリコの侵入路に位置していた二つの砦は、スレクスとタウロスであり、その他の砦には、アレクサンドレイオン、ヒュルカニア、マカイロス、リュシアス、そしてフィラデルフィア周辺のもの、ガリラヤ近郊のスキトポリスがあった。
§16.2.41̔ιερικοῦς δʼ ἐστὶ πεδίον κύκλῳ περιεχόμενον ὀρεινῇ τινι καί που καὶ θεατροειδῶς πρὸς αὐτὸ κεκλιμένῃ·
エリコはある山がちな地域に周囲を囲まれた平原であり、その地域はところどころで劇場のように平原に向かって傾斜している。
ἐνταῦθα δʼ ἐστὶν ὁ φοινικών, μεμιγμένην ἔχων καὶ ἄλλην ὕλην ἥμερον καὶ εὔκαρπον, πλεονάζων δὲ τῷ φοίνικι, ἐπὶ μῆκος σταδίων ἑκατόν, διάρρυτος ἅπας καὶ μεστὸς κατοικιῶν·
そこにはナツメヤシの森があり、栽培された実り豊かな他の樹木も交じっているが、ナツメヤシが圧倒的に多く、長さ100スタディオンにわたって広がり、全体に水が行き届いており、多くの住居で満ちている。
ἔστι δʼ αὐτοῦ καὶ βασίλειον καὶ ὁ τοῦ βαλσάμου παράδεισος·
そこには王宮と、バルサムの庭園もある。
ἔστι δὲ τὸ φυτὸν θαμνῶδες, κυτίσῳ ἐοικὸς καὶ τερμίνθῳ, ἀρωματίζον·
その植物は低木で、エニシダやテレピンの木に似ており、香気を放つ。
οὗ τὸν φλοιὸν ἐπισχίσαντες ὑπολαμβάνουσιν ἀγγείοις τὸν ὀπὸν γλίσχρῳ γάλακτι παραπλήσιον·
人々はその皮に切れ目を入れ、粘り気のある乳汁に似た樹液を器で受け止める。
ἀναληφθεὶς δʼ εἰς κογχάρια λαμβάνει πῆξιν·
それは小さな貝殻に集められると、凝固する。
λύει δὲ κεφαλαλγίας θαυμαστῶς καὶ ὑποχύσεις ἀρχομένας καὶ ἀμβλυωπίας·
それは頭痛や、始まりかけの白内障、弱視を驚くほどによく治す。
τίμιος οὖν ἐστι καὶ διότι ἐνταῦθα μόνον γεννᾶται·
したがって、それは非常に高価であり、またここでしか産出しないからでもある。
καὶ ὁ φοινικὼν δὲ τοιοῦτος, ἔχων τὸν καρυωτὸν φοίνικα ἐνταῦθα μόνον, πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω·
ナツメヤシの森も同様に、バビロニアのものや、さらに東方のものを除けば、食用ナツメヤシをここだけに有している。
μεγάλη οὖν ἀπʼ αὐτῶν ἡ πρόσοδος.
それゆえ、それらからの収益は莫大である。
καὶ τῷ ξυλοβαλσάμῳ δὲ ὡς ἀρώματι χρῶνται.
また、木部も香料として用いられている。

語釈・文法注

  1. 16.2.38ὅπερ ἦν τὸ πολιτεύεσθαι — 関係代名詞 `ὅπερ` の先行詞は、直前の不定詞句 `ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις`(互いに調和して一つの同じことを行うこと)を指す。未完了過去の `ἦν` は、事物の本質的・恒常的な定義を表す「哲学的未完了過去(philosophical imperfect)」である。
  2. 16.2.39ὅπως ποτὲ ἀληθείας ἔχει — 接続詞 `ὅπως` と小辞 `ποτέ` に、無人称的な動詞の形 `ἔχει`(`οὕτως ἔχει`「〜の状態にある」などと同用法)と関係の属格 `ἀληθείας`(「真実に関して」)が結合したもので、「これらが真実に関してどのような状態にあろうとも」という譲歩的な意味を表す。
  3. 16.2.40τηρήσας τὴν τῆς νηστείας ἡμέραν — 動詞 `τηρέω`(「見守る、待ち構える」)のアオリスト能動態分詞で、主動詞 `κατελάβετο`(「占領した」)の前に完了した、あるいは同時に起きた行動を示し、ポンペイウスがユダヤ人が労働を忌避する日を「見計らって」「狙い定めて」攻撃したという手段・状況を表す。

この箇所を引用する

ストラボン, 地理誌 §16.2.38-16.2.41. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.38-16.2.41

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。