§16.2.38πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις.
因为这是天生如此,且对希腊人和蛮族来说都是共同的。
πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν· ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν.
因为作为政治性存在,他们根据共同的法令生活;否则,大众就不可能彼此协调地做同一件事(这正是治理国家的含义),也不可能以其他方式共同生活。
τὸ δὲ πρόσταγμα διττόν, ἢ γὰρ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων· καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον, καὶ διὰ τοῦτο καὶ ὁ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην, ὅπως
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
συμβούλῳ τῷ Διὶ χρώμενος, εἰς δὲ Δελφούς
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτʼ εἴη,
αὐτὸς δʼ ὁ παῖς
ἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου.
而法令有两种,要么来自神,要么来自人;而古人至少更加尊重和崇奉来自神灵的法令,因此,当时求问神谕的人很多,他们奔波往来,一方面前往多多纳,以便“从叶茂的高大橡树听取宙斯的旨意”,以宙斯为顾问;另一方面前往德尔斐,“寻找那被遗弃的孩子,想知道他是否已不在人世”,而孩子自己则“走向福玻斯的殿堂,渴望查明生育自己的父母”。
καὶ ὁ Μίνως παρὰ τοῖς Κρησὶν
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
διʼ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων, ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρʼ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους.
而克里特人中的米诺斯“为王九年,乃伟大宙斯的密友”,正如柏拉图所说,他每九年登上宙斯的神洞,从他那里接受法令并带给世人。
τὰ δʼ ὅμοια ἐποίει καὶ Λυκοῦργος ὁ ζηλωτὴς αὐτοῦ· πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας ἃ προσῆκεν παραγγέλλειν τοῖς Λακεδαιμονίοις.
他的效仿者莱库古也做过类似的事;因为看来他经常出外旅行,向皮提亚求问应当向拉刻代蒙人宣布什么法令。
§16.2.39ταῦτα γὰρ ὅπως ποτὲ ἀληθείας ἔχει, παρά γε τοῖς ἀνθρώποις ἐπεπίστευτο καὶ ἐνενόμιστο, καὶ διὰ τοῦτο καὶ οἱ μάντεις ἐτιμῶντο ὥστε καὶ βασιλείας ἀξιοῦσθαι, ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες· τοιοῦτος δὲ ὁ Ἀμφιάρεως καὶ ὁ Τροφώνιος καὶ Ὀρφεὺς καὶ ὁ Μουσαῖος καὶ ὁ παρὰ τοῖς Γέταις θεός, τὸ μὲν παλαιὸν Ζάμολξις Πυθαγόρειός τις, καθʼ ἡμᾶς δὲ ὁ τῷ Βυρεβίστᾳ θεσπίζων Δεκαίνεος· παρὰ δὲ τοῖς Βοσπορηνοῖς Ἀχαΐκαρος, παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί, παρὰ δὲ τοῖς Πέρσαις οἱ μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρομάντεις, παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι, παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρηνικοὶ οἰωνοσκόποι.
因为这些事无论真相如何,至少在人们中间已被深信并确立为习俗;因此,预言者们也深受尊崇,以至于被认为配得上王位,因为他们无论在世还是去世后,都向我们传达来自神灵的诫命和纠偏;阿姆菲阿拉奥斯、特罗丰尼乌斯、俄耳甫斯、姆斯奥斯以及盖塔人中的神(古代是某位毕达哥拉斯学派的扎莫尔克西斯,而在我们的时代则是向布雷比斯塔传达神谕的德凯内乌斯)便是如此;还有博斯普鲁斯人中的阿查伊卡鲁斯;印度人中的裸体哲学家;波斯人中的祭司、通灵师,以及被称为盆占师和水占师的人;亚述人中的迦勒底人;罗马人中的伊特鲁里亚占卜师。
τοιοῦτος δέ τις ἦν καὶ ὁ Μωσῆς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας ἐκτραπόμενοι δʼ ἐπὶ τὸ χεῖρον.
摩西和他的继承者们也是这样的人,他们虽然获得了不坏的开端,但后来却堕落变质。
§16.2.40ἤδη δʼ οὖν φανερῶς τυραννουμένης τῆς Ἰουδαίας πρῶτος ἀνθʼ ἱερέως ἀνέδειξεν ἑαυτὸν βασιλέα Ἀλέξανδρος· τούτου δʼ ἦσαν υἱοὶ Ὑρκανός τε καὶ Ἀριστόβουλος· διαφερομένων δὲ περὶ τῆς ἀρχῆς, ἐπῆλθε Πομπήιος καὶ κατέλυσεν αὐτοὺς καὶ τὰ ἐρύματα αὐτῶν κατέσπασε καὶ αὐτὰ ἐν πρώτοις τὰ Ἱεροσόλυμα βίᾳ καταλαβών· ἦν γὰρ πετρῶδες καὶ εὐερκὲς ἔρυμα, ἐντὸς μὲν εὔυδρον ἐκτὸς δὲ παντελῶς διψηρόν, τάφρον λατομητὴν ἔχον βάθος μὲν ἑξήκοντα ποδῶν, πλάτος δὲ πεντήκοντα καὶ διακοσίων· ἐκ δὲ τοῦ λίθου τοῦ λατομηθέντος ἐπεπύργωτο τὸ τεῖχος τοῦ ἱεροῦ.
无论如何,当犹太已公开处于僭主统治之下时,亚历山大是第一个宣布自己为王而非祭司的人;他的儿子们是许尔卡努和阿里斯托布鲁斯;当他们为争夺王权而发生争执时,庞培前来推翻了他们,并摧毁了他们的堡垒,首先用武力占领了耶路撒冷本身;因为那是一个多石且防御坚固的堡垒,内部水源充足而外部完全干涸,拥有一条深六十英尺、宽二百五十英尺的开凿石槽而成的壕沟;用开采出来的石头,神庙的墙壁上建起了塔楼。
κατελάβετο δʼ, ὥς φασι, τηρήσας τὴν τῆς νηστείας ἡμέραν, ἡνίκα ἀπείχοντο οἱ Ἰουδαῖοι παντὸς ἔργου, πληρώσας τὴν τάφρον καὶ ἐπιβαλὼν τὰς διαβάθρας· κατασπάσαι δʼ οὖν ἐκέλευσε τὰ τείχη πάντα καὶ ἀνεῖλεν εἰς δύναμιν τὰ λῃστήρια καὶ τὰ γαζοφυλάκια τῶν τυράννων.
据说,他是乘着禁食之日占领了那里,当时犹太人停止了一切劳动,他填平了壕沟并搭起了渡板;无论如何,他下令拆毁了所有的城墙,并尽力清除了僭主们的强盗据点和宝库。
ἦν δὲ δύο μὲν τὰ ταῖς εἰσβολαῖς ἐπικείμενα τοῦ Ἱερικοῦντος Θρήξ τε καὶ Ταῦρος, ἄλλα δὲ Ἀλεξάνδριόν τε καὶ Ὑρκάνιον καὶ Μαχαιροῦς καὶ Λυσιὰς καὶ τὰ περὶ τὴν Φιλαδέλφειαν καὶ ἡ περὶ Γαλιλαίαν Σκυθόπολις.
位于耶利哥入口处的两座要塞是斯雷克斯和陶罗斯,其他的则有亚历山德里翁、许尔卡尼亚、马开鲁斯、利西亚斯,以及费拉德尔菲亚周围的要塞和加利利附近的斯基托波利斯。
§16.2.41̔ιερικοῦς δʼ ἐστὶ πεδίον κύκλῳ περιεχόμενον ὀρεινῇ τινι καί που καὶ θεατροειδῶς πρὸς αὐτὸ κεκλιμένῃ· ἐνταῦθα δʼ ἐστὶν ὁ φοινικών, μεμιγμένην ἔχων καὶ ἄλλην ὕλην ἥμερον καὶ εὔκαρπον, πλεονάζων δὲ τῷ φοίνικι, ἐπὶ μῆκος σταδίων ἑκατόν, διάρρυτος ἅπας καὶ μεστὸς κατοικιῶν· ἔστι δʼ αὐτοῦ καὶ βασίλειον καὶ ὁ τοῦ βαλσάμου παράδεισος· ἔστι δὲ τὸ φυτὸν θαμνῶδες, κυτίσῳ ἐοικὸς καὶ τερμίνθῳ, ἀρωματίζον· οὗ τὸν φλοιὸν ἐπισχίσαντες ὑπολαμβάνουσιν ἀγγείοις τὸν ὀπὸν γλίσχρῳ γάλακτι παραπλήσιον· ἀναληφθεὶς δʼ εἰς κογχάρια λαμβάνει πῆξιν· λύει δὲ κεφαλαλγίας θαυμαστῶς καὶ ὑποχύσεις ἀρχομένας καὶ ἀμβλυωπίας· τίμιος οὖν ἐστι καὶ διότι ἐνταῦθα μόνον γεννᾶται· καὶ ὁ φοινικὼν δὲ τοιοῦτος, ἔχων τὸν καρυωτὸν φοίνικα ἐνταῦθα μόνον, πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω·
耶利哥是一片被多山地带环绕的平原,该山地在某些地方像剧场一样朝向平原倾斜;这里有椰枣林,其中也混杂着其他经过栽培且高产的树木,但椰枣树最多,延伸达一百斯塔德之长,整片森林灌溉充分,密布着住宅;此外,这里还有王宫和香脂园;该植物为灌木,类似于苜蓿和笃耨香,散发芳香;人们在其树皮上切开缺口,用器皿收集那类似于黏稠乳汁的汁液;当它被收集到小贝壳中时便会凝固;它能奇迹般地治愈头痛、初期的白内障以及弱视;因此它非常珍贵,也因为这里是唯一的产地;椰枣林也是如此,除了巴比伦以及更向东方的椰枣林之外,这里独有肉质椰枣树;因此,从中获得的收益巨大。
μεγάλη οὖν ἀπʼ αὐτῶν ἡ πρόσοδος. καὶ τῷ ξυλοβαλσάμῳ δὲ ὡς ἀρώματι χρῶνται.
他们也使用香脂木作为香料。