Humanitext Reader

ストラボン · 地理誌 §15.2.8-15.2.9

アリアネの範囲と諸部族の配置

499 / 577 箇所 · ギリシア語

要旨

エラトステネスの記述に基づき、アリアネの四方の境界、地理的幅と長さ、二つの進軍経路の距離の比較が示され、アリアネにおける諸民族の具体的な配置関係と、セレウコス一世がチャンドラグプタに割譲した領域の歴史的経緯が語られる。

§15.2.8τὸ μὲν δὴ νότιον τῆς Ἀριανῆς πλευρὸν τοιαύτην τινὰ ἔχει τὴν τῆς παραλίας διάθεσιν καὶ τῆς ὑπερκειμένης πλησίον γῆς τῆς τῶν Γεδρωσίων καὶ Ὠριτῶν.
このように、アリアネの南の側面は、沿岸部、およびゲドロシア人とオリタイ人の地であるそのすぐ近くの背後地について、このような様子を呈している。
πολλὴ δʼ ἐστὶ καὶ εἰς τὴν μεσόγαιαν ἀνέχουσα καὶ ἡ Γεδρωσία μέχρι τοῦ συνάψαι Δράγγαις τε καὶ Ἀραχωτοῖς καὶ Παροπαμισάδαις, περὶ ὧν Ἐρατοσθένης οὕτως εἴρηκεν·
またゲドロシアもまた内陸へと大きく延びており、ドランギアナ、アラコシア、およびパロパミサダイに隣接するところにまで及んでいる。 これらについて、エラトステネスは次のように述べている。
οὐ γὰρ ἔχομέν τι λέγειν βέλτιον περὶ αὐτῶν.
なぜなら、これらについて我々はそれ以上に優れた説明を持ち合わせていないからである。
ὁρίζεσθαι μὲν γάρ φησι τὴν Ἀριανὴν ἐκ μὲν τῶν πρὸς ἕω τῷ Ἰνδῷ, πρὸς νότον δὲ τῇ μεγάλῃ θαλάττῃ, πρὸς ἄρκτον δὲ τῷ Παροπαμισῷ καὶ τοῖς ἑξῆς ὄρεσι μέχρι Κασπίων πυλῶν, τὰ δὲ πρὸς ἑσπέραν τοῖς αὐτοῖς ὅροις οἷς ἡ μὲν Παρθυηνὴ πρὸς Μηδίαν ἡ δὲ Καρμανία πρὸς τὴν Παραιτακηνὴν καὶ Περσίδα διώρισται·
すなわち彼が言うには、アリアネは東をインドス川によって、南を大洋によって、北をパロパミソス山脈およびカスピ海門へと続く一連の山々によって画定され、西は、パルテュエネがメディアと、カルマニアがパライタケネおよびペルシスと画定されるのと同じ境界によって画定されている。
πλάτος δὲ τῆς χώρας τὸ τοῦ Ἰνδοῦ μῆκος τὸ ἀπὸ τοῦ Παροπαμισοῦ μέχρι τῶν ἐκβολῶν μύριοι καὶ δισχίλιοι στάδιοι (οἱ δὲ τρισχιλίους φασί)·
この地域の幅は、パロパミソスから河口までのインドス川の長さであり、一万二千スタディオンである(あるいは一万三千スタディオンと言う者もいる)。
μῆκος δὲ ἀπὸ Κασπίων πυλῶν, ὡς ἐν τοῖς Ἀσιατικοῖς σταθμοῖς ἀναγέγραπται, διττόν.
またカスピ海門からの長さは、アジアの宿駅記に記録されているように、二通りある。
μέχρι μὲν Ἀλεξανδρείας τῆς ἐν Ἀρίοις ἀπὸ Κασπίων πυλῶν διὰ τῆς Παρθυαίας μία καὶ ἡ αὐτὴ ὁδός·
カスピ海門からアレイアのアレクサンドリアまでは、パルテュアイアを通る一本の同一の道である。
εἶθʼ ἡ μὲν ἐπʼ εὐθείας διὰ τῆς Βακτριανῆς καὶ τῆς ὑπερβάσεως τοῦ ὄρους εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον ἥτις ἐστὶν ἐν τοῖς Παροπαμισάδαις·
そこから、一方の道はまっすぐにバクトリアナを通り、山脈を越えて、バクトラからの三叉路にあたるパロパミサダイの地にあるオルトスパーナへと至る。
ἡ δʼ ἐκτρέπεται μικρὸν ἀπὸ τῆς Ἀρίας πρὸς νότον εἰς Προφθασίαν τῆς Δραγγιανῆς· εἶτα πάλιν ἡ λοιπὴ μέχρι τῶν ὅρων τῆς Ἰνδικῆς καὶ τοῦ Ἰνδοῦ·
他方の道はアレイアから南へとわずかに外れてドランギアナのプロプタシアへと向かい、そこからさらに残りの道がインドの国境およびインドス川へと向かう。
ὥστε μακροτέρα ἐστὶν αὕτη ἡ διὰ τῶν Δραγγῶν καὶ Ἀραχωτῶν, σταδίων μυρίων πεντακισχιλίων τριακοσίων ἡ πᾶσα.
したがって、ドランギアナおよびアラコシアを通るこちらの道の方が長く、全体で一万五千三百スタディオンである。
εἰ δή τις ἀφέλοι τοὺς χιλίους τριακοσίους, ἔχοι ἂν τὸ λοιπὸν τὸ ἐπʼ εὐθείας μῆκος τῆς χώρας, μυρίων καὶ τετρακισχιλίων·
もし誰かがそこから千三百スタディオンを差し引けば、残りはまっすぐな道におけるこの国の長さ、一万四千スタディオンとなるであろう。
οὐ πολὺ γὰρ ἔλαττον τῆς παραλίας, κἂν παραύξωσί τινες αὐτὸ πρὸς τοῖς μυρίοις τὴν Καρμανίαν ἑξακισχιλίων τιθέντες·
というのも、たとえ一部の人々がカルマニアを一万スタディオンに加えて六千スタディオンと想定してこれを過大に見積もるとしても、それは海岸線の長さよりそれほど短いわけではないからである。
ἢ γὰρ σὺν τοῖς κόλποις φανοῦνται τιθέντες ἢ σὺν τῇ ἐντὸς τοῦ Περσικοῦ κόλπου παραλίᾳ τῇ Καρμανικῇ.
なぜなら、彼らは湾を含めてそのように見積もっているか、あるいはペルシア湾内のカルマニア沿岸部を含めてそう見積もっていることが明らかだからである。
ἐπεκτείνεται δὲ τοὔνομα τῆς Ἀριανῆς μέχρι μέρους τινὸς καὶ Περσῶν καὶ Μήδων καὶ ἔτι τῶν πρὸς ἄρκτον Βακτρίων καὶ Σογδιανῶν·
さらに、アリアネという名称はペルシア人やメディア人の一部の地域にまで、さらには北のバクトリア人やソグディア人にまで拡張されて使われている。
εἰσὶ γάρ πως καὶ ὁμόγλωττοι παρὰ μικρόν.
というのも、彼らはほぼ同じ言語を話すからである。
§15.2.9̔η δὲ τάξις τῶν ἐθνῶν τοιαύτη·
諸民族の配置は次のようである。
παρὰ μὲν τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, ὧν ὑπέρκειται ὁ Παροπαμισὸς ὄρος, εἶτʼ Ἀραχωτοὶ πρὸς νότον, εἶτʼ ἐφεξῆς πρὸς νότον Γεδρωσηνοὶ σὺν τοῖς ἄλλοις τοῖς τὴν παραλίαν ἔχουσιν·
インドス川沿いにはパロパミサダイがおり、彼らの上にはパロパミソス山脈がそびえている。 次いで南にアラコシア人がおり、さらに続いて南にゲドロシア人が、沿岸部を占有する他の諸民族とともに位置している。
ἅπασι δὲ παρὰ τὰ πλάτη τῶν χωρίων παράκειται ὁ Ἰνδός.
これらすべての地域の幅に沿って、インドス川が並行している。
* τούτων δʼ ἐκ μέρους τῶν παρὰ τὸν Ἰνδὸν ἔχουσί τινα Ἰνδοὶ πρότερον ὄντα Περσῶν, ἃ ἀφείλετο μὲν ὁ Ἀλέξανδρος τῶν Ἀριανῶν καὶ κατοικίας ἰδίας συνεστήσατο, ἔδωκε δὲ Σέλευκος ὁ Νικάτωρ Σανδροκόττῳ, συνθέμενος ἐπιγαμίαν καὶ ἀντιλαβὼν ἐλέφαντας πεντακοσίους.
これらのうち、インドス川沿いの地域の一部を、かつてはペルシア人のものであったがインド人が所有している。 これらはアレクサンドロスがアリアノイから奪い取り、自身の入植地を建設したものであるが、セレウコス・ニカトルが婚姻関係を結び、代償として五百頭の戦象を受け取ることで、サンドラコトスに与えたものである。
τοῖς Παροπαμισάδαις δὲ παράκεινται πρὸς τὴν ἑσπέραν Ἄριοι, τοῖς δὲ Ἀραχωτοῖς Δράγγαι καὶ τοῖς Γεδρωσίοις·
パロパミサダイの西にはアレイオイ人が並び、アラコシア人とゲドロシア人の西にはドランガイ人が位置している。
οἱ δʼ Ἄριοι τοῖς Δράγγαις ἅμα καὶ πρὸς ἄρκτον παράκεινται καὶ πρὸς ἑσπέραν, ἐγκυκλούμενοι μικρά πως·
そしてアレイオイ人は、ドランガイ人に対して北と西の両方に並んでおり、彼らを少しばかり取り囲むようになっている。
ἡ δὲ Βακτριανὴ τῇ τε Ἀρίᾳ πρὸς ἄρκτον παράκειται καὶ τοῖς Παροπαμισάδαις, διʼ ὧνπερ Ἀλέξανδρος ὑπερέβαλε τὸν Καύκασον ἐλαύνων τὴν ἐπὶ Βάκτρων·
バクトリアナは、アレイアの北、およびパロパミサダイの北に位置しており、このパロパミサダイを通ってアレクサンドロスはバクトラへと進軍する際、カウカソスを越えたのである。
πρὸς ἑσπέραν δὲ ἐφεξῆς εἰσι τοῖς Ἀρίοις Παρθυαῖοι καὶ τὰ περὶ τὰς Κασπίους πύλας·
アレイオイ人の西には、順にパルテュアイオイ人およびカスピ海門の周辺地域がある。
πρὸς νότον δὲ τούτοις ἡ ἔρημος τῆς Καρμανίας, εἶθʼ ἡ λοιπὴ Καρμανία καὶ Γεδρωσία.
これらの南にはカルマニアの砂漠があり、次いで残りのカルマニアとゲドロシアがある。

語釈・文法注

  1. §15.2.8ὁρίζεσθαι μὲν γάρ φησι τὴν Ἀριανὴν — 間接話法の構造。動詞 φησι(彼は言う)に対して、不定詞 ὁρίζεσθαι(画定される)とその意味上の主語(対格)である τὴν Ἀριανὴν が従っている。受動の意味で訳される。
  2. §15.2.8εἰ δή τις ἀφέλοι... ἔχοι ἂν... — 条件節 εἰ +希求法(ἀφέλοι)に、帰結節の ἄν +希求法(ἔχοι ἂν)が続く未来の想定(または潜在)を表す条件文。
  3. §15.2.8κἂν παραύξωσί τινες — κἄν(καὶ ἐάν の縮約)に接続法 παραύξωσι が続く譲歩節で、「たとえ〜だとしても」という意味を表す。
  4. §15.2.9ἃ ἀφείλετο μὲν ὁ Ἀλέξανδρος τῶν Ἀριανῶν — 二重対格をとる動詞 ἀφαιρέομαι(奪う)の構文。ここでは、奪う対象である地域が関係代名詞 ἃ(対格)で示され、奪われる元の所有者が属格(奪格的属格)τῶν Ἀριανῶν で示されている。

この箇所を引用する

ストラボン, 地理誌 §15.2.8-15.2.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.2.8-15.2.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。