Humanitext Reader

斯特拉波 · 地理学 §15.1.7-15.1.9

关于赫拉克勒斯与狄奥尼索斯远征印度的考辨

第 475 段,共 577 段 · 希腊语

内容简介

本文探讨了关于赫拉克勒斯和狄奥尼索斯远征印度的神话报告,并通过历史学家的矛盾和缺乏地理证据,证明了这些报告是亚历山大逢迎者的捏造。

§15.1.7καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετʼ ὀλίγων πιστὰ ἡγεῖται, τῶν δʼ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν.
关于赫拉克勒斯和狄奥尼索斯的事迹,麦加斯梯尼与少数人认为其可信,但其他大多数人(包括埃拉托斯特尼)则认为其不可信且属于神话,就像希腊人中的传说一样。
ὁ μὲν γὰρ ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου Διόνυσος τοιαῦτα νεανιεύεται λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχειμον χθόνα Μήδων ἐπῆλθον Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν.
因为欧里庇得斯《巴克科斯信女》中的狄奥尼索斯曾这样夸耀: “离开吕底亚多金的土地,以及弗里吉亚和波斯烈日照射的平原,巴克特里亚的城墙,米底亚严寒的土地,我走遍了幸福的阿拉伯以及整个亚洲。
παρὰ Σοφοκλεῖ δέ τίς ἐστι τὴν Νῦσαν καθυμνῶν ὡς τὸ Διονύσῳ καθιερωμένον ὄρος ὅθεν κατεῖδον τὴν βεβακχιωμένην βροτοῖσι κλεινὴν Νῦσαν, ἣν ὁ βούκερως Ἴακχος * αὐτῷ μαῖαν ἡδίστην νέμει, ὅπου τίς ὄρνις οὐχὶ κλαγγάνει;
” 而在索福克勒斯的剧作中,有人赞美纽萨是献给狄奥尼索斯的神圣山峦: “我从那里俯瞰了在凡人中充满巴克科斯式狂乱的名城纽萨,牛角伊阿科斯将此地作为自己最甜美的乳母,那里有什么鸟儿不鸣唱呢?
καὶ τὰ ἑξῆς.
” 以下省略。
καὶ ὁ ποιητὴς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ φησιν οὕτως ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατʼ ἠγάθεον Νυσήιον.
诗人谈到埃多尼亚人的国王莱库古时也这样说: “他曾将狂乱的狄奥尼索斯的乳母们,驱赶下神圣的纽塞翁山。
τοιαῦτα μὲν τὰ περὶ Διονύσου.
” 关于狄奥尼索斯的事迹大致如此。
περὶ δὲ Ἡρακλέους οἱ μὲν ἐπὶ τἀναντία μόνον μέχρι τῶν ἑσπερίων περάτων ἱστοροῦσιν, οἱ δʼ ἐφʼ ἑκάτερα.
而关于赫拉克勒斯,有些人仅记载了他向相反方向到达西方尽头的事,而另一些人则记载了他向东西两端远征的事。
§15.1.8Ἐκ δὲ τῶν τοιούτων Νυσαίους δή τινας ἔθνος προσωνόμασαν καὶ πόλιν παρʼ αὐτοῖς Νῦσαν Διονύσου κτίσμα, καὶ ὄρος τὸ ὑπὲρ τῆς πόλεως Μηρόν, αἰτιασάμενοι καὶ τὸν αὐτόθι κισσὸν καὶ ἄμπελον, οὐδὲ ταύτην τελεσίκαρπον· ἀπορρεῖ γὰρ ὁ βότρυς πρὶν περκάσαι διὰ τοὺς ὄμβρους τοὺς ἄδην·
基于这些情况,他们称某些人为纽萨人,并将他们那里的城市命名为狄奥尼索斯创建的纽萨,将城市之上的山命名为梅罗斯,其理由是当地生长着常春藤和葡萄,尽管此地的葡萄由于雨水过剩而在变色成熟前就会脱落。
Διονύσου δʼ ἀπογόνους τοὺς Συδράκας ἀπὸ τῆς ἀμπέλου τῆς παρʼ αὐτοῖς καὶ τῶν πολυτελῶν ἐξόδων, βακχικῶς τάς τε ἐκστρατείας ποιουμένων τῶν βασιλέων καὶ τὰς ἄλλας ἐξόδους μετὰ τυμπανισμοῦ καὶ εὐανθοῦς στολῆς· ὅπερ ἐπιπολάζει καὶ παρὰ τοῖς ἄλλοις Ἰνδοῖς.
他们还根据当地的葡萄和奢侈的出巡,称叙德拉凯人是狄奥尼索斯的后代——因为他们的国王在出征和其他出行时都会以巴克科斯式的方式进行,伴随着击鼓和花纹繁复的华丽服饰,这种风俗在其他印度人中也十分流行。
Ἄορνον δέ τινα πέτραν, ἧς τὰς ῥίζας ὁ Ἰνδὸς ὑπορρεῖ πλησίον τῶν πηγῶν, Ἀλεξάνδρου κατὰ μίαν προσβολὴν ἑλόντος, σεμνύνοντες ἔφασαν τὸν Ἡρακλέα τρὶς μὲν προσβαλεῖν τῇ πέτρᾳ ταύτῃ τρὶς δʼ ἀποκρουσθῆναι.
当亚历山大仅凭一次进攻就攻占了一座名为阿奥尔诺斯的岩壁(其山脚在源头附近有印度河流经)时,他们为了奉承而宣称,赫拉克勒斯曾三度进攻这座岩壁,却三度被击退。
τῶν δὲ κοινωνησάντων αὐτῷ τῆς στρατείας ἀπογόνους εἶναι τοὺς Σίβας, σύμβολα τοῦ γένους σώζοντας τό τε δορὰς ἀμπέχεσθαι, καθάπερ τὸν Ἡρακλέα, καὶ τὸ σκυταληφορεῖν καὶ ἐπικεκαῦσθαι βουσὶ καὶ ἡμιόνοις ῥόπαλον.
他们还称西巴人是那些与赫拉克勒斯共同出征者的后代,并保留着其族群的象征:像赫拉克勒斯一样身披兽皮、手持木棒,并且在牛和骡子身上烙有木棒的印记。
βεβαιοῦνται δὲ τὸν μῦθον τοῦτον καὶ ἐκ τῶν περὶ τὸν Καύκασον καὶ τὸν Προμηθέα· καὶ γὰρ ταῦτα μετενηνόχασιν ἐκ τοῦ Πόντου δεῦρο ἀπὸ μικρᾶς προφάσεως, ἰδόντες σπήλαιον ἐν τοῖς Παροπαμισάδαις ἱερόν·
他们还通过高加索和普罗米修斯的传说来证实这一神话;因为他们仅仅因为在帕罗帕米萨达伊人那里看到了一个神圣的洞穴,便借着微不足道的借口将这些传说从蓬托斯转移到了这里。
τοῦτο γὰρ ἀνεδείξαντο Προμηθέως δεσμωτήριον, καὶ δεῦρο ἀφιγμένον τὸν Ἡρακλέα ἐπὶ τὴν ἐλευθέρωσιν τοῦ Προμηθέως, καὶ τοῦτον εἶναι τὸν Καύκασον ὃν Ἕλληνες Προμηθέως δεσμωτήριον ἀπέφηναν.
他们宣称这个洞穴是普罗米修斯的监禁地,而赫拉克勒斯曾来到这里解放普罗米修斯,并称这里就是希腊人所宣称的监禁普罗米修斯的高加索山。
§15.1.9̔́οτι δʼ ἐστὶ πλάσματα ταῦτα τῶν κολακευόντων Ἀλέξανδρον πρῶτον μὲν ἐκ τοῦ μὴ ὁμολογεῖν ἀλλήλοις τοὺς συγγραφέας δῆλον, ἀλλὰ τοὺς μὲν λέγειν τοὺς δὲ μηδʼ ἁπλῶς μεμνῆσθαι· οὐ γὰρ εἰκὸς τὰ οὕτως ἔνδοξα καὶ τύφου πλήρη μὴ πεπύσθαι, ἢ πεπύσθαι μὲν μὴ ἄξια δὲ μνήμης ὑπολαβεῖν, καὶ ταῦτα τοὺς πιστοτάτους αὐτῶν·
这些显然是亚历山大谄媚者的捏造,首先是因为历史学家们彼此并不一致,有些人讲述这些事,而另一些人则根本不曾提及;因为这些如此著名且充满虚荣的事,他们不可能没有听说过,或者听说过却认为不值一提,尤其是他们中最可信的那些历史学家。
ἔπειτα ἐκ τοῦ μηδὲ τοὺς μεταξύ, διʼ ὧν ἐχρῆν τὴν ἐς Ἰνδοὺς ἄφιξιν γενέσθαι τοῖς περὶ τὸν Διόνυσον καὶ τὸν Ἡρακλέα, μηδὲν ἔχειν τεκμήριον δεικνύναι τῆς ἐκείνων ὁδοῦ διὰ τῆς σφετέρας γῆς.
其次,因为介于其间的诸部族(狄奥尼索斯和赫拉克勒斯一行前往印度时必须经过他们的地方)根本没有任何证据可以表明这些神明曾通过其领土。
καὶ ἡ τοῦ Ἡρακλέους δὲ στολὴ ἡ τοιαύτη πολὺ νεωτέρα τῆς Τρωικῆς μνήμης ἐστί, πλάσμα τῶν τὴν Ἡράκλειαν ποιησάντων, εἴτε Πείσανδρος ἦν εἴτʼ ἄλλος τις· τὰ δʼ ἀρχαῖα ξόανα οὐχ οὕτω διεσκεύασται.
而且赫拉克勒斯的这种装束(披兽皮、持木棒)比对特洛伊战争的记忆要晚得多,是撰写《赫拉克勒斯之歌》的人(无论是佩桑德还是其他人)的捏造;因为古代的木雕神像并不是这样装扮的。

词汇与语法注释

  1. §15.1.8Διονύσου δʼ ἀπογόνους τοὺς Συδράκας — 此处省略了动词。必须从上下文补充表示“说”或“认为”的动词(如前文的 `προσωνόμασαν` 或后文的 `ἔφασαν`),将其解释为“主格/宾格与不定式(A.C.I.)”结构,即“他们称叙德拉凯人是狄奥尼索斯的后代”。
  2. §15.1.9̔́οτι δʼ ἐστὶ πλάσματα ταῦτα τῶν κολακευόντων — `ὅτι` 从句置于句首,充当主句形容词 `δῆλον`(显然的)的主语从句(“这些是……的捏造是显然的”)。`δῆλον` 之后省略了系动词 `ἐστί`。

引用这一段

斯特拉波, 地理学 §15.1.7-15.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.7-15.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。