Humanitext Reader

ストラボン · 地理誌 §15.1.66-15.1.68

ネアルコスによるインドの習俗とカラノスの自死

495 / 577 箇所 · ギリシア語

要旨

ネアルコスの報告に基づき、インドの哲学者(バラモン等)の役割、生活、珍しい社会習慣、兵器、優れた手工業の技術を解説する。また、カラノスの自死の方法や動機をめぐる歴史家たちの諸説の不一致を示し、彼の利己的態度とマンダニスの高潔な思想を対比させる。

§15.1.66νέαρχος δὲ περὶ τῶν σοφιστῶν οὕτω λέγει·
ネアルコスはソフィストたちについてこのように語っている。
τοὺς μὲν Βραχμᾶνας πολιτεύεσθαι καὶ παρακολουθεῖν τοῖς βασιλεῦσι συμβούλους, τοὺς δʼ ἄλλους σκοπεῖν τὰ περὶ τὴν φύσιν, τούτων δʼ εἶναι καὶ Κάλανον·
ブラクマネスたち(バラモン)は国政に参与し、助言者として王たちに従い、他の者たちは自然について考察する。 そしてこれら[後者]の中にカラノスも含まれる。
συμφιλοσοφεῖν δʼ αὐτοῖς καὶ γυναῖκας, τὰς δὲ διαίτας ἁπάντων σκληράς.
また、女性たちも彼らとともに哲学し、彼ら全員の暮らしは厳しい。
περὶ δὲ τῶν κατὰ τοὺς ἄλλους νομίμων τοιαῦτα ἀποφαίνεται·
他の人々の習慣については以下のように述べている。
τοὺς μὲν νόμους ἀγράφους εἶναι, τοὺς μὲν κοινοὺς τοὺς δʼ ἰδίους, ἀήθειαν ἔχοντας πρὸς τοὺς τῶν ἄλλων, οἷον τὸ τὰς παρθένους ἆθλον παρά τισι προκεῖσθαι τῷ πυγμὴν νικήσαντι ὥστʼ ἀπροίκους συνεῖναι·
法律は成文化されておらず、あるものは共通、あるものは個別であり、他国の法律とは異なる特異な点がある。 例えば、ある人々の間では、乙女たちが拳闘の勝者への賞品として提示され、持参金なしで結婚(同棲)することになっている。
παρʼ ἄλλοις δὲ κατὰ συγγένειαν κοινῇ τοὺς καρποὺς ἐργασαμένους, ἐπὰν συγκομίσωσιν, αἴρεσθαι φορτίον ἕκαστον εἰς διατροφὴν τοῦ ἔτους, τὸν δʼ ἄλλον ἐμπιπράναι τοῦ ἔχειν εἰσαῦθις ἐργάζεσθαι καὶ μὴ ἀργὸν εἶναι.
また他の人々の間では、親族関係に従って共同で農作物を耕作し、収穫した際には、各自がその年の扶養のために荷(割り当て)を持ち去り、残りは再び働くために、また怠惰にならないために燃やしてしまう。
ὁπλισμὸν δʼ εἶναι τόξον καὶ οἰστοὺς τριπήχεις, ἢ σαύνιον, καὶ πέλτην καὶ μάχαιραν πλατεῖαν τρίπηχυν·
武具は、弓と三ペキュス(約1.3メートル)の矢、あるいは投げ槍、そして軽い盾(ペルテ)と幅の広い三ペキュスの刀である。
ἀντὶ δὲ χαλινῶν φιμοῖς χρῆσθαι κημῶν μικρὸν διαφέρουσιν· ἥλοις δὲ τὰ χείλη διαπεπάρθαι.
馬勒の代わりに、口籠とほとんど変わらない鼻木を使い、彼らの唇は鋲で貫かれている。
§15.1.67τὴν δὲ φιλοτεχνίαν τῶν Ἰνδῶν ἐμφανίζων σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι, τρίχας καὶ σχοινία λεπτὰ καὶ ἁρπεδόνας διαρράψαντας εἰς ἔρια, καὶ μετὰ τὸ πιλῆσαι τὰ μὲν ἐξελκύσαντας τὰ δὲ βάψαντας χροιαῖς·
インド人の手先の器用さを示す例として、彼(ネアルコス)は、彼らがマケドニア人のもとで海綿(スポンジ)を見てそれを模倣したと述べている。 すなわち、獣毛や細い紐や糸を羊毛に縫い込み、それを圧縮(フェルト化)した後に、一部を引き抜き、他を様々な色に染めたのである。
στλεγγιδοποιούς τε καὶ ληκυθοποιοὺς ταχὺ γενέσθαι πολλούς·
また、肌擦り器(ストレンギス)や油壺の製造者もすぐに多く現れた。
ἐπιστολὰς δὲ γράφειν ἐν σινδόσι λίαν κεκροτημέναις, τῶν ἄλλων γράμμασιν αὐτοὺς μὴ χρῆσθαι φαμένων·
また、他者(他の作家たち)は彼らが文字を使わないと主張しているが、彼らは細かく叩いて作られたリンネルの布に手紙を書く。
χαλκῷ δὲ χρῆσθαι χυτῷ, τῷ δʼ ἐλατῷ μή·
彼らは鋳造された青銅(銅合金)を使用するが、鍛造された(叩いて伸ばされた)ものは使用しない。
τὴν δʼ αἰτίαν οὐκ εἶπε, καίτοι τὴν ἀτοπίαν εἰπὼν τὴν παρακολουθοῦσαν, ὅτι θραύεται κεράμου δίκην τὰ σκεύη πεσόντα.
彼はその理由は述べていないが、それに伴う奇妙な点については言及しており、それはそれらの器が落ちると土器のように砕けてしまうということである。
τῶν δὲ περὶ τῆς Ἰνδικῆς λεγομένων καὶ τοῦτʼ ἐστίν, ὅτι ἀντὶ τοῦ προσκυνεῖν προσεύχεσθαι τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς ἐν ἐξουσίᾳ καὶ ὑπεροχῇ νόμος.
インドについて語られることの中には、彼らが平伏して礼拝する代わりに、王たちや、権力と超越的な地位にあるすべての者に対して祈りを捧げるのが習慣であるということもある。
φέρει δὲ καὶ λιθείαν ἡ χώρα πολυτελῆ κρυστάλλων καὶ ἀνθράκων παντοίων, καθάπερ τῶν μαργαριτῶν.
また、この土地は、真珠と同様に、水晶やあらゆる種類の貴重な石(紅玉など)の贅沢な石材を産出する。
§15.1.68τῆς δʼ ἀνομολογίας τῶν συγγραφέων ἔστω παράδειγμα καὶ ὁ περὶ τοῦ Καλάνου λόγος·
歴史家たちの不一致の例として、カラノスに関する話も挙げられよう。
ὅτι μὲν γὰρ συνῆλθεν Ἀλεξάνδρῳ καὶ ἀπέθανεν ἑκὼν παρʼ αὐτῷ διὰ πυρὸς ὁμολογοῦσι·
彼がアレクサンドロスに同行し、彼のそばで自ら望んで火によって死んだということについては、彼らは同意している。
τὸν δὲ τρόπον οὐ τὸν αὐτόν φασιν οὐδὲ κατὰ τὰς αὐτὰς αἰτίας, ἀλλʼ οἱ μὲν οὕτως εἰρήκασι·
しかし、その方法や原因については同じだとは言っておらず、ある者たちはこのように語っている。
συνακολουθῆσαι γὰρ ὡς ἐγκωμιαστὴν τοῦ βασιλέως ἔξω τῶν τῆς Ἰνδικῆς ὅρων παρὰ τὸ κοινὸν ἔθος τῶν ἐκεῖ φιλοσόφων·
すなわち、彼は現地の哲学者たちの共通の習慣に反して、王の賛美者としてインドの国境を越えて付き従った。
ἐκείνους γὰρ τοῖς αὐτόθι συνεῖναι βασιλεῦσιν ὑφηγουμένους τὰ περὶ τοὺς θεούς, ὡς τοὺς μάγους τοῖς Πέρσαις.
というのも、彼ら(現地の哲学者)は、ペルシア人におけるマゴスたちのように、神々に関する事柄を指導しながら現地の王たちとともにいるからである。
ἐν Πασαργάδαις δὲ νοσήσαντα, τότε πρῶτον αὐτῷ νόσου γενομένης, ἐξαγαγεῖν ἑαυτόν, ἄγοντα ἔτος ἑβδομηκοστὸν καὶ τρίτον, μὴ προσέχοντα ταῖς τοῦ βασιλέως δεήσεσι·
そして、パサルガダイにおいて彼が病気になったとき、それは彼にとって初めての病気であったが、七十三歳であった彼は、王の懇願にも耳を貸さず、自ら死へと赴いた。
γενομένης δὲ πυρᾶς καὶ τεθείσης ἐπʼ αὐτῆς χρυσῆς κλίνης, κατακλιθέντα εἰς αὐτήν, ἐγκαλυψάμενον ἐμπρησθῆναι·
火葬の薪が作られ、その上に金の寝台が置かれると、その上に横たわり、顔を覆って火に焼かれた。
οἱ δὲ ξύλινον οἶκον γενέσθαι, φυλλάδος δʼ ἐμπλησθέντος καὶ ἐπὶ τῆς στέγης πυρᾶς γενομένης ἐγκλεισθέντα, ὥσπερ ἐκέλευσε, μετὰ τὴν πομπὴν μεθʼ ἧς ἧκε, ῥίψαντα ἑαυτὸν ὡς ἂν δοκὸν συνεμπρησθῆναι τῷ οἴκῳ.
またある者たちは、木造の家が建てられ、それが葉で満たされて屋根の上に火葬の薪が作られた。 そして彼が命じた通りに、彼がやって来たときと同じ行列の後に彼が閉じ込められ、自らを投げ込んで、丸太のように家とともに焼かれたのだと述べる。
Μεγασθένης δʼ ἐν τοῖς μὲν φιλοσόφοις οὐκ εἶναι δόγμα φησὶν ἑαυτοὺς ἐξάγειν·
他方、メガステネスは、哲学者たちの間では自ら死を選ぶことは教義(ドグマ)ではないと述べている。
τοὺς δὲ ποιοῦντας τοῦτο νεανικοὺς κρίνεσθαι, τοὺς μὲν σκληροὺς τῇ φύσει φερομένους ἐπὶ πληγὴν ἢ κρημνόν, τοὺς δʼ ἀπόνους ἐπὶ βυθόν, τοὺς δὲ πολυπόνους ἀπαγχομένους, τοὺς δὲ πυρώδεις εἰς· πῦρ ὠθουμένους·
それを行う者たちは無鉄砲であると判断され、生まれつき強情な者たちは打撃や崖へと向かい、苦痛を嫌う者たちは深淵(水底)へと向かい、多くの痛に耐える者たちは首を吊り、熱狂的な者たちは火の中に身を投じる。
οἷος ἦν καὶ ὁ Κάλανος, ἀκόλαστος ἄνθρωπος καὶ ταῖς Ἀλεξάνδρου τραπέζαις δεδουλωμένος·
カラノスもそのような者であり、放縦な男であって、アレクサンドロスの食卓の奴隷となっていた。
τοῦτον μὲν οὖν ψέγεσθαι, τὸν δὲ Μάνδανιν ἐπαινεῖσθαι, ὃς τῶν τοῦ Ἀλεξάνδρου ἀγγέλων καλούντων πρὸς τὸν Διὸς υἱὸν πειθομένῳ τε δῶρα ἔσεσθαι ὑπισχνουμένων ἀπειθοῦντι δὲ κόλασιν μήτʼ ἐκεῖνον φαίη Διὸς υἱὸν ὅν γε ἄρχειν μηδὲ πολλοστοῦ μέρους τῆς γῆς, μήτε αὐτῷ δεῖν τῶν παρʼ ἐκείνου δωρεῶν ὧν οὐδεὶς κόρος, μήτε δὲ ἀπειλῆς εἶναι φόβον ᾧ ζῶντι μὲν ἀρκοῦσα εἴη τροφὸς ἡ Ἰνδική, ἀποθανὼν δὲ ἀπαλλάξαιτο τῆς τετρυχωμένης ὑπὸ γήρως σαρκός, μεταστὰς εἰς βελτίω καὶ καθαρώτερον βίον·
したがって、カラノスは非難されるべきであり、他方マンダニスは称賛されるべきである。 マンダニスは、アレクサンドロスの使者たちが彼を「ゼウスの息子」のもとへと呼び、従えば贈り物を約束し、従わなければ処罰すると脅したとき、次のように応じた。 アレクサンドロスは地球のほんのわずかな部分すら支配していないのだから「ゼウスの息子」であるはずがなく、自分にはいくらあっても満足することのない彼からの贈り物は必要なく、また生きていればインドの土地が十分な養い手であり、死ねば老いによって疲れ果てた肉体から解放され、より良くより清らかな生へと移行するのだから、脅しを恐れることもないと。
ὥστʼ ἐπαινέσαι τὸν Ἀλέξανδρον καὶ συγχωρῆσαι.
その結果、アレクサンドロスは彼を称賛し、許したのである。

語釈・文法注

  1. 15.1.66ὥστʼ ἀπροίκους συνεῖναι — 結果の ὥστε +不定詞構文。形容詞の ἀπροίκους(持参金なしの)は、不定詞の意味上の主語である「乙女たち(τὰς παρθένους)」にかかる述語的対格であり、「持参金なしで(男性と)同棲・結婚する」という結果を表す。
  2. 15.1.66τοῦ ἔχειν εἰσαῦθις ἐργάζεσθαι καὶ μὴ ἀργὸν εἶναι — τοῦ ἔχειν は目的を表す属格不定詞(冠詞付き不定詞の属格)。動詞 ἔχω は、後続の不定詞(ἐργάζεσθαι および εἶναι)を伴って「〜する機会・理由を持つ」という意味を表す。
  3. 15.1.67σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι — 分詞 ἰδόντας は、対格不定詞句において省略されている意味上の主語「インド人たち」に呼応する対格形。主節の主語(ネアルコス)とは異なるため、主格(ἰδόντες)ではなく対格をとる。
  4. 15.1.68τῆς δʼ ἀνομολογίας τῶν συγγραφέων ἔστω παράδειγμα — 三人称単数現在命令法 ἔστω(εἰμί の命令形)を用いた導入・譲歩の表現。「〜が例であれ/例としよう」の意。
  5. 15.1.68μήτʼ ἐκεῖνον φαίη Διὸς υἱὸν ... μήτε αὐτῷ δεῖν ... μήτε δὲ ἀπειλῆς εἶναι φόβον — マンダニスの言葉を伝える間接話法(伝聞)。動詞 φαίη(希求法)で始まった構文が、後半の否定の小辞節では δεῖν(δεῖ の不定詞)および εἶναι(εἰμί の不定詞)を伴う対格不定詞構文(間接話法の不定詞)へと移行している。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.66-15.1.68. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.66-15.1.68

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。