Humanitext Reader

斯特拉波 · 地理学 §15.1.66-15.1.68

尼阿库斯所述印度习俗与卡拉诺斯之死

第 495 段,共 577 段 · 希腊语

内容简介

本章根据尼阿库斯的记载,介绍了印度哲士(如婆罗门)的职责、艰苦生活、奇异习俗、兵器及精湛的手工艺技术。同时展示了史家关于卡拉诺斯自愿焚身而死的记载分歧,并对比了卡拉诺斯的放荡顺从与曼达尼斯高洁独立的思想。

§15.1.66νέαρχος δὲ περὶ τῶν σοφιστῶν οὕτω λέγει· τοὺς μὲν Βραχμᾶνας πολιτεύεσθαι καὶ παρακολουθεῖν τοῖς βασιλεῦσι συμβούλους, τοὺς δʼ ἄλλους σκοπεῖν τὰ περὶ τὴν φύσιν, τούτων δʼ εἶναι καὶ Κάλανον·
尼阿库斯关于哲士们这样说道:婆罗门参与国政,并作为顾问跟随国王,而其余的人则研究自然,卡拉诺斯也属于这些人。
συμφιλοσοφεῖν δʼ αὐτοῖς καὶ γυναῖκας, τὰς δὲ διαίτας ἁπάντων σκληράς.
妇女也和他们一起研究哲学,所有人的生活方式都很艰苦。
περὶ δὲ τῶν κατὰ τοὺς ἄλλους νομίμων τοιαῦτα ἀποφαίνεται· τοὺς μὲν νόμους ἀγράφους εἶναι, τοὺς μὲν κοινοὺς τοὺς δʼ ἰδίους, ἀήθειαν ἔχοντας πρὸς τοὺς τῶν ἄλλων, οἷον τὸ τὰς παρθένους ἆθλον παρά τισι προκεῖσθαι τῷ πυγμὴν νικήσαντι ὥστʼ ἀπροίκους συνεῖναι· παρʼ ἄλλοις δὲ κατὰ συγγένειαν κοινῇ τοὺς καρποὺς ἐργασαμένους, ἐπὰν συγκομίσωσιν, αἴρεσθαι φορτίον ἕκαστον εἰς διατροφὴν τοῦ ἔτους, τὸν δʼ ἄλλον ἐμπιπράναι τοῦ ἔχειν εἰσαῦθις ἐργάζεσθαι καὶ μὴ ἀργὸν εἶναι.
关于其他人的习俗,他作了如下阐述:法律是成文法之外的(口头的),有的是公共的,有的是私人的,与他国法律相比具有奇异之处,例如在某些人中,少女被作为拳击获胜者的奖品,以便在没有嫁妆的情况下结合;而在另一些人中,他们按亲属关系共同耕种作物,收获时,每个人拿走一份维持一年生计的份额,而将剩余的烧掉,以便有理由再次劳作,而不致闲散。
ὁπλισμὸν δʼ εἶναι τόξον καὶ οἰστοὺς τριπήχεις, ἢ σαύνιον, καὶ πέλτην καὶ μάχαιραν πλατεῖαν τρίπηχυν·
武器是弓和三肘长的箭,或标枪,以及轻盾和三肘长的宽剑。
ἀντὶ δὲ χαλινῶν φιμοῖς χρῆσθαι κημῶν μικρὸν διαφέρουσιν· ἥλοις δὲ τὰ χείλη διαπεπάρθαι.
他们不用马衔,而使用与口套相差无几的鼻箍;其唇部被钉子穿透。
§15.1.67τὴν δὲ φιλοτεχνίαν τῶν Ἰνδῶν ἐμφανίζων σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι, τρίχας καὶ σχοινία λεπτὰ καὶ ἁρπεδόνας διαρράψαντας εἰς ἔρια, καὶ μετὰ τὸ πιλῆσαι τὰ μὲν ἐξελκύσαντας τὰ δὲ βάψαντας χροιαῖς·
为了展示印度人的手艺,他说他们看到马其顿人使用的海绵后便加以模仿,将毛发、细绳和线缝入羊毛中,在将其压实(制成毛毡)后,抽出一部分,而将另一部分染上颜色。
στλεγγιδοποιούς τε καὶ ληκυθοποιοὺς ταχὺ γενέσθαι πολλούς·
此外,很快就出现了许多制作刮汗板和小油瓶的人。
ἐπιστολὰς δὲ γράφειν ἐν σινδόσι λίαν κεκροτημέναις, τῶν ἄλλων γράμμασιν αὐτοὺς μὴ χρῆσθαι φαμένων·
他们还在捶打得很薄的麻布上写信,尽管其他人声称他们不使用文字。
χαλκῷ δὲ χρῆσθαι χυτῷ, τῷ δʼ ἐλατῷ μή·
他们使用铸造的青铜,而不使用锻造的青铜。
τὴν δʼ αἰτίαν οὐκ εἶπε, καίτοι τὴν ἀτοπίαν εἰπὼν τὴν παρακολουθοῦσαν, ὅτι θραύεται κεράμου δίκην τὰ σκεύη πεσόντα.
他没有说明原因,尽管他提到了随之而来的奇特现象,即这些器皿一旦掉落就会像陶器一样碎裂。
τῶν δὲ περὶ τῆς Ἰνδικῆς λεγομένων καὶ τοῦτʼ ἐστίν, ὅτι ἀντὶ τοῦ προσκυνεῖν προσεύχεσθαι τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς ἐν ἐξουσίᾳ καὶ ὑπεροχῇ νόμος.
在关于印度的传闻中还有这一条,即他们的习俗是向国王以及所有处于权力和卓越地位的人祈祷,而不是顶礼膜拜。
φέρει δὲ καὶ λιθείαν ἡ χώρα πολυτελῆ κρυστάλλων καὶ ἀνθράκων παντοίων, καθάπερ τῶν μαργαριτῶν.
该地区还产出昂贵的石料,如水晶和各种红宝石,就像产出珍珠一样。
§15.1.68τῆς δʼ ἀνομολογίας τῶν συγγραφέων ἔστω παράδειγμα καὶ ὁ περὶ τοῦ Καλάνου λόγος·
作为史家分歧的一个例子,也可以拿关于卡拉诺斯的故事来说。
ὅτι μὲν γὰρ συνῆλθεν Ἀλεξάνδρῳ καὶ ἀπέθανεν ἑκὼν παρʼ αὐτῷ διὰ πυρὸς ὁμολογοῦσι· τὸν δὲ τρόπον οὐ τὸν αὐτόν φασιν οὐδὲ κατὰ τὰς αὐτὰς αἰτίας, ἀλλʼ οἱ μὲν οὕτως εἰρήκασι· συνακολουθῆσαι γὰρ ὡς ἐγκωμιαστὴν τοῦ βασιλέως ἔξω τῶν τῆς Ἰνδικῆς ὅρων παρὰ τὸ κοινὸν ἔθος τῶν ἐκεῖ φιλοσόφων·
因为他们一致同意他随同亚历山大出行,并自愿在他面前在火中死去;但他们说的方式不同,原因也不一样,有些人是这样说的:他作为国王的颂扬者跟随其走出了印度的国境,这违反了当地哲士的共同习俗。
ἐκείνους γὰρ τοῖς αὐτόθι συνεῖναι βασιλεῦσιν ὑφηγουμένους τὰ περὶ τοὺς θεούς, ὡς τοὺς μάγους τοῖς Πέρσαις.
因为那些人留守当地,陪伴在本地国王身边,指导他们有关神明的事物,就像祭司(马戈斯)对波斯人那样。
ἐν Πασαργάδαις δὲ νοσήσαντα, τότε πρῶτον αὐτῷ νόσου γενομένης, ἐξαγαγεῖν ἑαυτόν, ἄγοντα ἔτος ἑβδομηκοστὸν καὶ τρίτον, μὴ προσέχοντα ταῖς τοῦ βασιλέως δεήσεσι·
在帕萨尔加德,当他生病时——这是他第一次生病——当时他正值七十三岁,他不顾国王的恳求而自寻短见。
γενομένης δὲ πυρᾶς καὶ τεθείσης ἐπʼ αὐτῆς χρυσῆς κλίνης, κατακλιθέντα εἰς αὐτήν, ἐγκαλυψάμενον ἐμπρησθῆναι·
建起火葬台并把金榻置于其上,他躺在上面,蒙上头,被火焚烧。
οἱ δὲ ξύλινον οἶκον γενέσθαι, φυλλάδος δʼ ἐμπλησθέντος καὶ ἐπὶ τῆς στέγης πυρᾶς γενομένης ἐγκλεισθέντα, ὥσπερ ἐκέλευσε, μετὰ τὴν πομπὴν μεθʼ ἧς ἧκε, ῥίψαντα ἑαυτὸν ὡς ἂν δοκὸν συνεμπρησθῆναι τῷ οἴκῳ.
但另一些人说,建起了一座木屋,里面塞满了树叶,并在屋顶上设了火葬台,正如他所命令的那样,在他随同游行队伍到来之后,他被关入其中,自己纵身跳入,像一根木梁一样与木屋一同被焚毁。
Μεγασθένης δʼ ἐν τοῖς μὲν φιλοσόφοις οὐκ εἶναι δόγμα φησὶν ἑαυτοὺς ἐξάγειν·
然而,美加斯提尼说,在哲士中并没有自寻短见的教条。
τοὺς δὲ ποιοῦντας τοῦτο νεανικοὺς κρίνεσθαι, τοὺς μὲν σκληροὺς τῇ φύσει φερομένους ἐπὶ πληγὴν ἢ κρημνόν, τοὺς δʼ ἀπόνους ἐπὶ βυθόν, τοὺς δὲ πολυπόνους ἀπαγχομένους, τοὺς δὲ πυρώδεις εἰς· πῦρ ὠθουμένους·
而那些这样做的人被判定为鲁莽:那些性格刚烈的人走向打击或悬崖,那些怕痛的人走向深渊(水底),那些承受诸多痛苦的人上吊,而那些狂热的人则投身火中。
οἷος ἦν καὶ ὁ Κάλανος, ἀκόλαστος ἄνθρωπος καὶ ταῖς Ἀλεξάνδρου τραπέζαις δεδουλωμένος·
卡拉诺斯就是这样的人,一个放荡不羁并奴役于亚历山大餐桌的人。
τοῦτον μὲν οὖν ψέγεσθαι, τὸν δὲ Μάνδανιν ἐπαινεῖσθαι, ὃς τῶν τοῦ Ἀλεξάνδρου ἀγγέλων καλούντων πρὸς τὸν Διὸς υἱὸν πειθομένῳ τε δῶρα ἔσεσθαι ὑπισχνουμένων ἀπειθοῦντι δὲ κόλασιν μήτʼ ἐκεῖνον φαίη Διὸς υἱὸν ὅν γε ἄρχειν μηδὲ πολλοστοῦ μέρους τῆς γῆς, μήτε αὐτῷ δεῖν τῶν παρʼ ἐκείνου δωρεῶν ὧν οὐδεὶς κόρος, μήτε δὲ ἀπειλῆς εἶναι φόβον ᾧ ζῶντι μὲν ἀρκοῦσα εἴη τροφὸς ἡ Ἰνδική, ἀποθανὼν δὲ ἀπαλλάξαιτο τῆς τετρυχωμένης ὑπὸ γήρως σαρκός, μεταστὰς εἰς βελτίω καὶ καθαρώτερον βίον·
因此,他受到指责,而曼达尼斯则受到赞扬。 当亚历山大的使者们召唤曼达尼斯去见“宙斯之子”,并许诺如果顺从就有礼物,若不顺从就施以惩罚时,曼达尼斯说,那人并不是宙斯之子,因为他连地球的极小一部分都没有统治,自己也不需要他的礼物,因为这些礼物永远没有满足,而且对于一个活着有印度土地作为充足养育者、死后则从因年迈而疲惫的肉体中解脱、迁往更好且更纯洁生活的人来说,惩罚并没有恐惧。
ὥστʼ ἐπαινέσαι τὸν Ἀλέξανδρον καὶ συγχωρῆσαι.
结果,亚历山大称赞并宽容了。

词汇与语法注释

  1. 15.1.66ὥστʼ ἀπροίκους συνεῖναι — 由 ὥστε 引导的表示结果的不定式结构。形容词宾格 ἀπροίκους(无嫁妆的)作为不定式逻辑主语“少女们”(τὰς παρθένους)的谓语性宾格补足语,表示“以无嫁妆的状态同居(结婚)”这一结果。
  2. 15.1.66τοῦ ἔχειν εἰσαῦθις ἐργάζεσθαι καὶ μὴ ἀργὸν εἶναι — τοῦ ἔχειν 是带冠词不定式的属格,表示目的。动词 ἔχω 搭配后接的不定式(ἐργάζεσθαι 和 εἶναι),表示“拥有再次劳作/不闲散的机会或理由”。
  3. 15.1.67σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι — 分词 ἰδόντας 采用复数对格,与不定式 μιμήσασθαι 的省略逻辑主语(印度人)一致。由于其逻辑主语与主句主语(尼阿库斯)不同,故不用主格而用对格。
  4. 15.1.68τῆς δʼ ἀνομολογίας τῶν συγγραφέων ἔστω παράδειγμα — 使用动词 εἰμί 的现在时第三人称单数命令法 ἔστω,用于引入或让步的表达,意为“让……成为一个例子”。
  5. 15.1.68μήτʼ ἐκεῖνον φαίη Διὸς υἱὸν ... μήτε αὐτῷ δεῖν ... μήτε δὲ ἀπειλῆς εἶναι φόβον — 转述曼达尼斯言论的间接引语。结构以祈愿法动词 φαίη 开始,但在后半部分的否定小词分句中,过渡到由 δεῖν(δεῖ 的不定式)和 εἶναι(εἰμί 的不定式)引导的宾格不定式结构。

引用这一段

斯特拉波, 地理学 §15.1.66-15.1.68. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.66-15.1.68

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。