§15.1.64διαλεχθῆναι δʼ ἑνὶ τούτων Καλάνῳ, ὃν καὶ συνακολουθῆσαι τῷ βασιλεῖ μέχρι Περσίδος καὶ ἀποθανεῖν τῷ πατρίῳ νόμῳ τεθέντα ἐπὶ πυρκαϊάν· τότε δʼ ἐπὶ λίθων τυχεῖν κείμενον.
[オネシクリトスは、]これらの中の一人であるカラノスと対話したと語っている。 このカラノスは王にペルシスまで付き従い、祖国の習慣に従って自ら火葬の薪の上に置かれて死んだ人物であるが、当時は石の上に横たわっているところに出くわしたのである。
προσιὼν οὖν καὶ προσαγορεύσας εἰπεῖν ἔφη, διότι πεμφθείη παρὰ τοῦ βασιλέως ἀκροασόμενος τῆς σοφίας αὐτῶν καὶ ἀπαγγελῶν πρὸς αὐτόν· εἰ οὖν μηδεὶς εἴη φθόνος, ἕτοιμος εἴη μετασχεῖν τῆς ἀκροάσεως.
そこで近づいて挨拶をし、自分は王から彼らの知恵を聴き、それを王に報告するために派遣されたのだと告げ、「もしお差し支えなければ、その教えを喜んで聴講したい」と言った。
ἰδόντα δʼ ἐκεῖνον χλαμύδα καὶ καυσίαν φοροῦντα καὶ κρηπῖδα, καταγελάσαντα
τὸ παλαιόν
φάναι
πάντʼ ἦν ἀλφίτων καὶ ἀλεύρων πλήρη καθάπερ νῦν κόνεως·
するとカラノスは、彼が外套とマケドニア帽と長靴を身につけているのを見て、あざ笑って言った。 「古の時代には、すべてのものが、今では塵で満ちているように、大麦粉や小麦粉で満ちていた。
καὶ κρῆναι δʼ ἔρρεον αἱ μὲν ὕδατος γάλακτος δʼ ἄλλαι καὶ ὁμοίως μέλιτος, αἱ δʼ οἴνου τινὲς δʼ ἐλαίου·
また、いくつかの泉からは水が流れ、他からは牛乳が、同様に蜂蜜が、またあるものからはワインが、別なものからは油が流れていた。
ὑπὸ πλησμονῆς δʼ οἱ ἄνθρωποι καὶ τρυφῆς εἰς ὕβριν ἐξέπεσον.
しかし、満ち足りることと贅沢のゆえに、人間は傲慢(ヒュブリス)に陥った。
Ζεὺς δὲ μισήσας τὴν κατάστασιν ἠφάνισε πάντα καὶ διὰ πόνου τὸν βίον ἀπέδειξε·
ゼウスはこの状態を嫌ってすべてを消し去り、労働を通じた生活を課した。
σωφροσύνης δὲ καὶ τῆς ἄλλης ἀρετῆς παρελθούσης εἰς μέσον πάλιν εὐπορία τῶν ἀγαθῶν ὑπῆρξεν·
しかし、節制やその他の徳が再び人々の間に現れると、再び善きものの豊かな恵みがもたらされた。
ἐγγὺς δʼ ἐστὶν ἤδη νυνὶ κόρου καὶ ὕβρεως τὸ πρᾶγμα, κινδυνεύει τε ἀφανισμὸς τῶν ὄντων γενέσθαι.
そして今や、事態は再び飽食と傲慢の近くに達しており、存在するすべてのものが消滅する危機に瀕している」。
ταῦτα εἰπόντα κελεύειν, εἰ βούλοιτο ἀκροάσασθαι, καταθέμενον τὴν σκευὴν γυμνὸν ἐπὶ τῶν αὐτῶν λίθων κείμενον μετέχειν τῶν λόγων.
このように語った上で、カラノスは、もし教えを聴きたいのであれば、身につけている装具を脱ぎ捨てて裸になり、同じ石の上に横たわって対話に加わるようにと彼に命じた。
ἀπορουμένου δὲ αὐτοῦ, Μάνδανιν ὅσπερ ἦν πρεσβύτατος καὶ σοφώτατος αὐτῶν, τὸν μὲν ἐπιπλῆξαι ὡς ὑβριστήν, καὶ ταῦτα ὕβρεως κατηγορήσαντα, αὐτὸν δὲ προσκαλέσασθαι καὶ εἰπεῖν ὡς τὸν μὲν βασιλέα ἐπαινοίη, διότι ἀρχὴν τοσαύτην διοικῶν ἐπιθυμοίη σοφίας·
彼が途方に暮れていると、彼らの中で最も年長で最も知恵のあるマンダニスが、カラノスを傲慢な者として叱責した(しかも、彼自身が他者を傲慢であると非難したあとに、そのように叱責したのである)。 そしてマンダニスは、オネシクリトスを自分のもとに呼び寄せ、次のように語った。 自分は王を称賛する。 なぜなら、これほど広大な帝国を治めながらも知恵を望んでいるからである。
μόνον γὰρ ἴδοι αὐτὸν ἐν ὅπλοις φιλοσοφοῦντα·
武装したままで哲学する者を、自分は王のほかに見たことがない。
ὠφελιμώτατον δʼ εἴη τῶν ἁπάντων, εἰ οἱ τοιοῦτοι φρονοῖεν οἷς πάρεστι δύναμις τοὺς μὲν ἑκουσίους πείθειν σωφρονεῖν τοὺς δʼ ἀκουσίους ἀναγκάζειν·
力を持つ人々が、望んで節制しようとする者を説得し、望まない者を強制するだけの知恵を持つならば、それこそ万物にとって最も有益なことである。
αὐτῷ δὲ συγγνώμη εἴη, εἰ διʼ ἑρμηνέων τριῶν διαλεγόμενος πλὴν φωνῆς μηδὲν συνιέντων πλέον ἢ οἱ πολλοί, μηδὲν ἰσχύσει τῆς ὠφελείας ἐπίδειξιν ποιήσασθαι·
しかし、自分と言葉以外は一般民衆と何も変わらない三人の通訳を通じて対話している以上、有益な教えを十分に実証できなくても容赦してほしい。
ὅμοιον γὰρ ὡς ἂν εἰ διὰ βορβόρου καθαρὸν ἀξιοῖ τις ὕδωρ ῥεῖν.
それはまるで、誰かが泥水を通じて清らかな水を流そうとするようなものだからである。
§15.1.65τὰ γοῦν λεχθέντα εἰς τοῦτʼ ἔφη συντείνειν ὡς εἴη λόγος ἄριστος, ὃς ἡδονὴν καὶ λύπην ψυχῆς ἀφαιρήσεται·
とにかく、語られた内容は次のような趣旨に帰結するとオネシクリトスは述べている。 すなわち、魂から快楽と苦痛を取り除く教えこそが最善のものであるということ。
καὶ ὅτι λύπη καὶ πόνος διαφέροι·
また、苦痛と労苦は異なるということ。
τὸ μὲν γὰρ πολέμιον τὸ δὲ φίλιον αὐτοῖς τά γε σώματα ἀσκοῦσι πρὸς πόνον, ἵνʼ αἱ γνῶμαι ῥωννύοιντο, ἀφʼ ὧν καὶ στάσεις παύοιεν καὶ σύμβουλοι πᾶσιν ἀγαθῶν παρεῖεν καὶ κοινῇ καὶ ἰδίᾳ·
彼らにとって、前者は敵であり、後者は友である。 なぜなら、彼らが労苦に対して肉体を鍛えるのは、精神を強固にするためであり、それによって内紛を鎮め、公私にわたってすべての人にとっての善き助言者として寄り添うことができるからである。
καὶ δὴ καὶ Ταξίλῃ νῦν συμβουλεύσειε δέχεσθαι τὸν Ἀλέξανδρον·
そして実際、マンダニスは今、タクシレスに対してアレクサンドロスを受け入れるよう勧めている。
κρείττω μὲν γὰρ αὐτοῦ δεξάμενον εὖ πείσεσθαι, χείρω δὲ εὖ διαθήσειν.
自分より優れた者を受け入れるならば良い扱いを受けるであろうし、劣った者を受け入れるならば、彼を善い状態に整えることができるからである。
ταῦτʼ εἰπόντα ἐξερέσθαι εἰ καὶ ἐν τοῖς Ἕλλησι λόγοι τοιοῦτοι λέγοιντο, εἰπόντος δʼ ὅτι καὶ Πυθαγόρας τοιαῦτα λέγοι κελεύοι τε ἐμψύχων ἀπέχεσθαι, καὶ Σωκράτης καὶ Διογένης οὗ καὶ αὐτὸς ἀκροάσαιτο, ἀποκρίνασθαι ὅτι τἆλλα μὲν νομίζοι φρονίμως αὐτοῖς δοκεῖν, ἓν δʼ ἁμαρτάνειν νόμον πρὸ τῆς φύσεως τιθεμένους·
このように語った後、マンダニスは、ギリシア人の間でもそのような教えが語られているのかと尋ねた。 オネシクリトスが、ピュタゴラスもそのようなことを語り、生きているものを避けるよう命じたこと、またソクラテスやディオゲネスも同様であり、自分自身もその教えを聴いたことがあると答えると、マンダニスは次のように応じた。 他の点では彼らは賢明であるように思われるが、ただ一つ、自然(ピュシス)よりも習慣(ノモス)を優先している点で誤っている。
οὐ γὰρ αἰσχύνεσθαι γυμνοὺς ὥσπερ αὐτὸν διάγειν ἀπὸ λιτῶν ζῶντας·
さもなければ、彼らも自分のように裸で過ごし、簡素な暮らしをすることを恥じなかったであろう。
καὶ γὰρ οἰκίαν ἀρίστην εἶναι ἥτις ἂν ἐπισκευῆς ἐλαχίστης δέηται·
修繕を最も必要としない家こそが最善の家だからである。
ἔφη δʼ αὐτοὺς καὶ τῶν περὶ φύσιν πολλὰ ἐξετάσαι καὶ προσημασιῶν, ὄμβρων αὐχμῶν νόσων·
またオネシクリトスは、彼らが自然現象や、雨、日照り、病気の予兆についても多くを究明していたと述べている。
ἀπιόντας δʼ εἰς τὴν πόλιν κατὰ τὰς ἀγορὰς σκεδάννυσθαι·
そして彼らは都市に入ると、市場のあちこちに散らばる。
ὅτῳ δʼ ἂν κομίζοντι σῦκα ἢ βότρυς παρατύχωσι, λαμβάνειν δωρεὰν παρέχοντος·
イチジクやブドウを運んでいる者に出くわすと、持ち主が提供するものを無料で受け取る。
εἰ δʼ ἔλαιον εἴη, καταχεῖσθαι αὐτῶν καὶ ἀλείφεσθαι·
また、油があれば、それを自分たちに注いで体に塗る。
ἅπασαν δὲ πλουσίαν οἰκίαν ἀνεῖσθαι αὐτοῖς μέχρι γυναικωνίτιδος, εἰσιόντας δὲ δείπνου κοινωνεῖν καὶ λόγων.
富裕な家はすべて、婦人の居室に至るまで彼らに開放されており、彼らは中に入って食事と会話を共にする。
αἴσχιστον δʼ αὐτοῖς νομίζεσθαι νόσον σωματικήν·
しかし、彼らにとって肉体の病気は最も恥ずべきこととされている。
τὸν δʼ ὑπονοήσαντα καθʼ αὑτοῦ τοῦτο, ἐξάγειν ἑαυτὸν διὰ πυρὸς νήσαντα πυράν, ὑπαλειψάμενον δὲ καὶ καθίσαντα ἐπὶ τὴν πυρὰν ὑφάψαι κελεύειν, ἀκίνητον δὲ καίεσθαι.
自分自身にこの兆候を察知した者は、薪を積んで火葬の壇を作り、体に油を塗ってその上に座り、火をつけるよう命じて、身動き一つせずに焼かれて自ら死を遂げるのである。