§15.1.48̔́εκτοι δʼ εἰσὶν οἱ ἔφοροι·
第六は監督官(エポロイ)の階級である。
τούτοις δʼ ἐποπτεύειν δέδοται τὰ πραττόμενα καὶ ἀναγγέλλειν λάθρᾳ τῷ βασιλεῖ συνεργοὺς ποιουμένοις τὰς ἑταίρας, τοῖς μὲν ἐν τῇ πόλει τὰς ἐν τῇ πόλει τοῖς δὲ ἐν στρατοπέδῳ τὰς αὐτόθι·
彼らには、生じている事柄を監視し、遊女たちを協力者としながら、王へ秘密裏に報告する任務が与えられている。 市内の監督官は市内の遊女を、陣営の監督官は現地の遊女を協力者とする。
καθίστανται δʼ οἱ ἄριστοι καὶ πιστότατοι.
この職には、最も優秀で最も信頼できる者たちが任命される。
§15.1.49̔́εβδομοι δʼ οἱ σύμβουλοι καὶ σύνεδροι τοῦ βασιλέως, ἐξ ὧν τὰ ἀρχεῖα καὶ δικαστήρια καὶ ἡ διοίκησις τῶν ὅλων.
第七は王の顧問および参議の階級であり、彼らの中から、諸官職、裁判所、そして国政全般の管理が組織される。
οὐκ ἔστι δʼ οὔτε γαμεῖν ἐξ ἄλλου γένους οὔτʼ ἐπιτήδευμα οὔτʼ ἐργασίαν μεταλαμβάνειν ἄλλην ἐξ ἄλλης, οὐδὲ πλείους μεταχειρίζεσθαι τὸν αὐτὸν πλὴν εἰ τῶν φιλοσόφων τις εἴη·
他の階級から妻を迎えることも、ある職業や仕事から別のものへと転職することも、同じ者が複数の職業を兼業することも許されない。 ただし、哲学者のうちの誰かである場合は例外である。
ἐᾶσθαι γὰρ τοῦτον διʼ ἀρετήν.
というのも、哲学者についてはその徳のゆえに兼業が許されているからである。
§15.1.50τῶν δʼ ἀρχόντων οἱ μέν εἰσιν ἀγορανόμοι οἱ δʼ ἀστυνόμοι οἱ δʼ ἐπὶ τῶν στρατιωτῶν·
官吏(アルコン)たちの中には、農村市場官(アゴラノモイ)がおり、他には市内官(アステュノモイ)、また他には軍務官がいる。
ὧν οἱ μὲν ποταμοὺς ἐξεργάζονται καὶ ἀναμετροῦσι τὴν γῆν ὡς ἐν Αἰγύπτῳ, καὶ τὰς κλειστὰς διώρυγας, ἀφʼ ὧν εἰς τὰς ὀχετείας ταμιεύεται τὸ ὕδωρ, ἐπισκοποῦσιν ὅπως ἐξ ἴσης πᾶσιν ἡ τῶν ὑδάτων παρείη χρῆσις.
彼らのうち、ある者たちは河川を整備し、エジプトにおけるように土地を再測量し、また、そこから用水路へと水が分配される閉塞運河を検査して、すべての人に水の使用が平等に行き渡るように取り計らう。
οἱ δʼ αὐτοὶ καὶ τῶν θηρευτῶν ἐπιμελοῦνται καὶ τιμῆς καὶ κολάσεώς εἰσι κύριοι τοῖς ἐπαξίοις·
同じ者たちが狩人たちの管理も行い、しかるべき者たちに対する賞与と処罰の決定権を持つ。
καὶ φορολογοῦσι δὲ καὶ τὰς τέχνας τὰς περὶ τὴν γῆν ἐπιβλέπουσιν ὑλοτόμων τεκτόνων χαλκέων μεταλλευτῶν·
彼らはまた税を徴収し、土地に関する諸技術、すなわち木こり、大工、鍛冶屋、鉱夫の仕事を監督する。
ὁδοποιοῦσι δὲ καὶ κατὰ δέκα στάδια στήλην τιθέασι τὰς ἐκτροπὰς καὶ τὰ διαστήματα δηλοῦσαν.
さらに道路を建設し、十スタディオンごとに、分岐路や距離を示す碑を設置する。
§15.1.51οἱ δʼ ἀστυνόμοι εἰς ἓξ πεντάδας διῄρηνται·
市内官(アステュノモイ)たちは、五人からなる六つの部局に分かれている。
καὶ οἱ μὲν τὰ δημιουργικὰ σκοποῦσιν οἱ δὲ ξενοδοχοῦσιν·
第一の部局は手工業に関する事柄を監督し、第二の部局は外国人を接待する。
καὶ γὰρ καταγωγὰς νέμουσι καὶ τοῖς βίοις παρακολουθοῦσι παρέδρους δόντες, καὶ προπέμπουσιν ἢ αὐτοὺς ἢ τὰ χρήματα τῶν ἀποθανόντων, νοσούντων τε ἐπιμελοῦνται καὶ ἀποθανόντας θάπτουσι.
すなわち、彼らは宿泊所を割り当て、世話人を付けてその生活を監視し、彼らが帰国する際には本人を、あるいは死亡した場合にはその遺産を送り届け、病気のときには看病し、死亡したときには埋葬する。
τρίτοι δʼ εἰσὶν οἳ τὰς γενέσεις καὶ θανάτους ἐξετάζουσι πότε καὶ πῶς, τῶν τε φόρων χάριν καὶ ὅπως μὴ ἀφανεῖς εἶεν αἱ κρείττους καὶ χείρους γοναὶ καὶ θάνατοι.
第三の部局は、出生と死亡がいつ、どのように起きたかを調査する。 これは税のためであり、また、身分の高い者や低い者の誕生と死亡が公にされずに隠されることがないようにするためである。
τέταρτοι οἱ περὶ τὰς καπηλείας καὶ μεταβολάς, οἷς μέτρων μέλει καὶ τῶν ὡραίων, ὅπως ἀπὸ συσσήμου πωλοῖτο.
第四の部局は小売や交易を扱い、度量衡や季節の産物を監視し、それらが合図に従って販売されるようにする。
οὐκ ἔστι δὲ πλείω τὸν αὐτὸν μεταβάλλεσθαι πλὴν εἰ διττοὺς ὑποτελοίη φόρους.
同じ者が複数の品物を取引することは許されない。 ただし、二重の税を納める場合は例外である。
πέμπτοι δʼ οἱ προεστῶτες τῶν δημιουργουμένων καὶ πωλοῦντες ταῦτʼ ἀπὸ συσσήμου, χωρὶς μὲν τὰ καινὰ χωρὶς δὲ τὰ παλαιά·
第五の部局は製造物を統括する者たちであり、新品と中古品を別々にして、これらを合図に従って販売する。
τῷ μιγνύντι δὲ ζημία.
これらを混ぜ合わせる者には罰が科される。
ἕκτοι δὲ καὶ ὕστατοι οἱ τὰς δεκάτας ἐκλέγοντες τῶν πωλουμένων·
第六の、そして最後の部局は、販売される品物の十分の一税を徴収する。
θάνατος δὲ τῷ κλέψαντι τὸ τέλος.
税を誤魔化した者には死刑が科される。
ἰδίᾳ μὲν ἕκαστοι ταῦτα, κοινῇ δʼ ἐπιμελοῦνται τῶν τε ἰδίων καὶ τῶν πολιτικῶν καὶ τῆς τῶν δημοσίων ἐπισκευῆς, τειχῶν τε καὶ ἀγορᾶς καὶ λιμένων καὶ ἱερῶν.
各部局は個別にこれらの任務を行うが、共同では、私的な事柄や市内の事柄、および公共施設の修理、すなわち城壁、市場、港、神殿の管理を行う。
§15.1.52μετὰ δὲ τοὺς ἀστυνόμους τρίτη ἐστὶ συναρχία ἡ περὶ τὰ στρατιωτικά, καὶ αὕτη ταῖς πεντάσιν ἑξαχῇ διωρισμένη·
市内官の次には、第三の委員会である軍務委員会があり、これもまた五人からなる六つの部局に分かれている。
ὧν τὴν μὲν μετὰ τοῦ ναυάρχου τάττουσι τὴν δὲ μετὰ τοῦ ἐπὶ τῶν βοϊκῶν ζευγῶν, διʼ ὧν ὄργανα κομίζεται καὶ τροφὴ αὐτοῖς τε καὶ κτήνεσι καὶ τὰ ἄλλα τὰ χρήσιμα τῇ στρατιᾷ.
彼らのうち、第一の部局は海軍長官とともに配置され、第二の部局は牛車の管理官とともに配置される。 この牛車によって、兵器、兵士および家畜の食糧、その他軍隊に必要な資材が運ばれる。
οὗτοι δὲ καὶ τοὺς διακόνους παρέχουσι, τυμπανιστάς, κωδωνοφόρους, ἔτι δὲ καὶ ἱπποκόμους καὶ μηχανοποιοὺς καὶ τοὺς τούτων ὑπηρέτας·
彼らはまた従事者、すなわち太鼓叩きや鐘持ち、さらには馬丁、兵器製造者、およびその助手たちを提供する。
ἐκπέμπουσί τε πρὸς κώδωνα τοὺς χορτολόγους, τιμῇ καὶ κολάσει τὸ τάχος κατασκευαζόμενοι καὶ τὴν ἀσφάλειαν.
また、彼らは鐘の合図とともに草刈り人たちを送り出し、賞与と処罰によって迅速さと安全を確保する。
τρίτοι δέ εἰσιν οἱ τῶν πεζῶν ἐπιμελούμενοι· τέταρτοι δʼ οἱ τῶν ἵππων· πέμπτοι δʼ ἁρμάτων· ἕκτοι δὲ ἐλεφάντων·
第三の部局は歩兵を管理する者たちであり、第四の部局は騎兵を、第五の部局は戦車を、第六の部局は象を管理する。
βασιλικοί τε σταθμοὶ καὶ ἵπποις καὶ θηρίοις, βασιλικὸν δὲ καὶ ὁπλοφυλάκιον·
馬と野獣(象)のための王立の厩舎があり、王立の兵器庫もある。
παραδίδωσι γὰρ ὁ στρατιώτης τήν τε σκευὴν εἰς τὸ ὁπλοφυλάκιον καὶ τὸν ἵππον εἰς τὸν ἱππῶνα καὶ τὸ θηρίον ὁμοίως·
兵士は装備を兵器庫に返却し、馬は馬房に、野獣も同様に返却するからである。
χρῶνται δʼ ἀχαλινώτοις·
彼らは馬を銜(くつわ)なしで用いる。
τὰ δʼ ἅρματα ἐν ταῖς ὁδοῖς βόες ἕλκουσιν, οἱ δὲ ἵπποι ἀπὸ φορβειᾶς ἄγονται τοῦ μὴ παρεμπίπρασθαι τὰ σκέλη, μηδὲ τὸ πρόθυμον αὐτῶν τὸ ὑπὸ τοῖς ἅρμασιν ἀμβλύνεσθαι.
道路では戦車を牛が引き、馬は脚を痛めたり、戦車を引くことでその闘志が鈍ったりしないように、頭絡をつけられて引かれていく。
δύο δʼ εἰσὶν ἐπὶ τῷ ἅρματι παραβάται πρὸς τῷ ἡνιόχῳ·
戦車には御者のほかに二人の戦闘員が同乗する。
ὁ δὲ τοῦ ἐλέφαντος ἡνίοχος τέταρτος, τρεῖς δʼ οἱ ἀπʼ αὐτοῦ τοξεύοντες.
象の御者は四人目の乗員であり、その象の上から弓を射る者が三人乗る。