§15.1.21πολλὰ γὰρ δὴ δένδρα παράδοξα ἡ Ἰνδικὴ τρέφει, ὧν ἐστι καὶ τὸ κάτω νεύοντας ἔχον τοὺς κλάδους τὰ δὲ φύλλα ἀσπίδος οὐκ ἐλάττω.
実際、インドは驚くべき樹木を多く育んでおり、それらの中には、枝が下を向いており、葉が盾より小さくないものもある。
Ὀνησίκριτος δὲ καὶ περιεργότερον τὰ ἐν τῇ Μουσικανοῦ διεξιών, ἅ φησι νοτιώτατα εἶναι τῆς Ἰνδικῆς, διηγεῖται μεγάλα δένδρα τινά, ὧν τοὺς κλάδους αὐξηθέντας ἐπὶ πήχεις καὶ δώδεκα, ἔπειτα τὴν λοιπὴν αὔξησιν καταφερῆ λαμβάνειν ὡς ἂν κατακαμπτομένους, ἕως ἂν ἅψωνται τῆς γῆς·
オネシクリトスは、インドの最も南にあると彼が言うムシカノスの領地における物事をさらに詳細に説明する中で、ある種の巨大な樹木について語っている。 それらの枝は、12ペキスほどまで伸びた後、そこから先は曲がるようにして、地面に届くまで下方に伸びていくという。
ἔπειτα κατὰ γῆς διαδοθέντας ῥιζοῦσθαι ὁμοίως ταῖς κατώρυξιν, εἶτʼ ἀναδοθέντας στελεχοῦσθαι·
それから、地中で広がって、取り木と同じように根付き、その後、伸びて幹を形成する。
ἐξ οὗ πάλιν ὁμοίως τῇ αὐξήσει κατακαμφθέντας ἄλλην κατώρυγα ποιεῖν, εἶτʼ ἄλλην, καὶ οὕτως ἐφεξῆς, ὥστʼ ἀφʼ ἑνὸς δένδρου σκιάδιον γίνεσθαι μακρὸν πολυστύλῳ σκηνῇ ὅμοιον.
この幹から再び同様の成長によって曲げられて別の取り木を作り、さらにまた別のものを作り、このように次々と繰り返すため、一本の樹木から、多くの柱を持つ天幕に似た、長い日よけができあがる。
λέγει δὲ καὶ μεγέθη δένδρων ὥστε πέντε ἀνθρώποις δυσπερίληπτα εἶναι τὰ στελέχη.
彼はまた、樹木の大きさについて、幹が5人の人間でも抱えきれないほどであると述べている。
κατὰ δὲ τὸν Ἀκεσίνην καὶ τὴν συμβολὴν τὴν πρὸς Ὑάρωτιν καὶ Ἀριστόβουλος εἴρηκε περὶ τῶν κατακαμπτομένους ἐχόντων τοὺς κλάδους καὶ περὶ τοῦ μεγέθους ὥσθʼ ὑφʼ ἑνὶ δένδρῳ μεσημβρίζειν σκιαζομένους ἱππέας πεντήκοντα· οὗτος δὲ τετρακοσίους.
アケシネス川とヒュアロティス川の合流点において、アリストブロスもまた、枝が下に曲がっている樹木や、その大きさについて述べており、一本の樹木の下で50騎の騎兵が日陰に入って昼休みをとることができるほどだとしているが、この者は400騎だとしている。
λέγει δὲ ὁ Ἀριστόβουλος καὶ ἄλλο δένδρον οὐ μέγα, λοποὺς ἔχον ὡς ὁ κύαμος δεκαδακτύλους τὸ μῆκος πλήρεις μέλιτος, τοὺς δὲ φαγόντας οὐ ῥᾳδίως σώζεσθαι.
アリストブロスはまた、別の大きくない樹木についても語っており、それはそら豆のような長さ10ダクテュロスの鞘を持ち、中には蜜が満ちていて、それを食べた者は容易には命を救われないという。
ἅπαντας δʼ ὑπερβέβληνται περὶ τοῦ μεγέθους τῶν δένδρων οἱ φήσαντες ἑωρᾶσθαι πέραν τοῦ Ὑαρώτιδος τῶν δένδρων οἱ φήσαντες ταῖς μεσημβρίαις πενταστάδιον.
しかし、樹木の大きさに関して、ヒュアロティス川の向こうに、真昼に5スタディオンの影を作る樹木が見られたと主張する者たちは、すべての人を凌駕している。
καὶ τῶν ἐριοφόρων δένδρων φησὶν οὗτος τὸ ἄνθος ἔχειν πυρῆνα· ἐξαιρεθέντος δὲ τούτου ξαίνεσθαι τὸ λοιπὸν ὁμοίως ταῖς ἐρέαις.
また、この者によれば、綿を産する樹木の花には種があり、これを取り除くと、残りの部分は羊毛と同じように梳き出すことができるという。
§15.1.22Ἐν δὲ τῇ Μουσικανοῦ καὶ σῖτον αὐτοφυῆ λέγει πυρῷ παραπλήσιον καὶ ἄμπελον, ὥστʼ οἰνοφορεῖν τῶν ἄλλων ἄοινον λεγόντων τὴν Ἰνδικήν·
ムシカノスの地には小麦に似た野生の穀物やブドウもあり、それゆえワインが生産されると彼は述べている。 他の人々はインドにはワインがないと言っているにもかかわらず、である。
ὥστε μηδʼ αὐλὸν εἶναι κατὰ τὸν Ἀνάχαρσιν μηδʼ ἄλλο τῶν μουσικῶν ὀργάνων μηδὲν πλὴν κυμβάλων καὶ τυμπάνων καὶ κροτάλων ἃ τοὺς θαυματοποιοὺς κεκτῆσθαι.
それゆえ、アナカルシスの言うように、フルートも、シンバルや太鼓、カスタネットといった奇術師たちが所有するもの以外には、他のいかなる楽器も存在しないということになる。
καὶ πολυφάρμακον δὲ καὶ πολύρριζον τῶν τε σωτηρίων καὶ τῶν ἐναντίων, ὥσπερ καὶ πολυχρώματον, καὶ οὗτος εἴρηκε καὶ ἄλλοι γε·
薬草も根の植物も豊富で、命を救うものもその反対のものもあり、また色彩に富んでいるとも、この者や他の人々も述べている。
προστίθησι δʼ οὗτος ὅτι καὶ νόμος εἴη τὸν ἀνευρόντα τι τῶν ὀλεθρίων, ἐὰν μὴ προσανεύρῃ καὶ τὸ ἄκος αὐτοῦ, θανατοῦσθαι· ἀνευρόντα δὲ τιμῆς τυγχάνειν παρὰ τοῖς βασιλεῦσιν.
さらにこの者は、致命的なものを発見した者は、その解毒剤をも同時に見出さなければ死刑に処されるという法律があり、もし解毒剤をも見出した場合には王たちから名誉を授かる、と付け加えている。
ἔχειν δὲ καὶ κιννάμωμον καὶ νάρδον καὶ τὰ ἄλλα ἀρώματα τὴν νότιον γῆν τὴν Ἰνδικὴν ὁμοίως ὥσπερ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν ἔχουσάν τι ἐμφερὰς ἐκείναις κατὰ τοὺς ἡλίους·
また、南方のインドの地には、アラビアやエチオピアと同様にシナモンやナルドなどの香料もあり、太陽の影響によってそれらの土地と似た特徴を持っている。
διαφέρειν δὲ τῷ πλεονασμῷ τῶν ὑδάτων ὥστʼ ἔνικμον εἶναι τὸν ἀέρα καὶ τροφιμώτερον παρὰ τοῦτο καὶ γόνιμον μᾶλλον, ὡς δʼ αὕτως καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ᾗ δὴ καὶ μείζω τά τε χερσαῖα τῶν ζῴων καὶ τὰ καθʼ ὕδατος τὰ ἐν Ἰνδοῖς τῶν παρʼ ἄλλοις εὑρίσκεσθαι.
しかし、水が非常に豊富である点で異なっており、そのため空気が湿潤で、この理由からより滋養に富み、かつ肥沃であり、同様に土地も水もそうである。 それゆえ、陸上の動物も水中の動物も、インドにいるものは他の土地に見られるものよりも大きく育つのである。
καὶ τὸν Νεῖλον δʼ εἶναι γόνιμον μᾶλλον ἑτέρων καὶ μεγαλοφυῆ γεννᾶν καὶ τἆλλα καὶ τὰ ἀμφίβια, τάς τε γυναῖκας ἔσθʼ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας·
また、ナイル川も他の河川より多産であり、両生類をはじめとする様々な巨大な生き物を生み出し、エジプトの女性たちは時に四つ子を産むこともある。
Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων.
アリストテレスはある女性が七つ子を産んだことさえ記録しており、彼自身もナイル川を「多産で滋養に富む」と呼んでいる。 それは、太陽による適度な加熱が滋養分をそのまま残し、余分な水分を蒸発させるからである。