§15.1.19τὴν δʼ ὁμοιότητα τῆς χώρας ταύτης πρός τε τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν καὶ πάλιν τὴν ἐναντιότητα παραθεὶς ὁ Ἀριστόβουλος, διότι τῷ Νείλῳ μὲν ἐκ τῶν νοτίων ὄμβρων ἐστὶν ἡ πλήρωσις τοῖς Ἰνδικοῖς δὲ ποταμοῖς ἀπὸ τῶν ἀρκτικῶν, ζητεῖ πῶς οἱ μεταξὺ τόποι οὐ κατομβροῦνται·
アリストブロスはこの国のエジプトおよびエチオピアとの類似性、そしてまたそれらとの相反性を並べて比較した上で、ナイル川には南方の雨によって水が満たされるのに対し、インドの河川には北方の(雨や雪)から水が満たされるのであるから、その中間にある地域にはなぜ雨が降らないのか、と疑問を呈している。
οὔτε γὰρ ἡ Θηβαῒς μέχρι Συήνης καὶ τῶν ἐγγὺς Μερόης οὔτε τῆς Ἰνδικῆς τὰ ἀπὸ τῆς Παταληνῆς μέχρι τοῦ Ὑδάσπου·
実際、シエネに至るテーバイス地方やメロエ近郊の地域も、インドのパタレネからヒュダスペス川に至る地域も、雨が降らないのである。
τὴν δʼ ὑπὲρ ταῦτα τὰ μέρη χώραν ἐν ᾗ καὶ ὄμβροι καὶ νιφετοί, παραπλησίως ἔφη γεωργεῖσθαι τῇ ἄλλῃ τῇ ἔξω τῆς Ἰνδικῆς χώρᾳ·
他方、これらの地域の上方にあり、雨も雪も降る地については、インドの外部の他の土地とほぼ同様に耕作されている、と彼は述べた。
ποτίζεσθαι γὰρ ἐκ τῶν ὄμβρων καὶ χιόνων.
なぜなら、雨や雪によって潤されるからである。
εἰκὸς δʼ οἷς εἴρηκεν οὗτος καὶ εὔσειστον εἶναι τὴν γῆν, χαυνουμένην ὑπὸ τῆς πολλῆς ὑγρασίας καὶ ἐκρήγματα λαμβάνουσαν ὥστε καὶ ῥεῖθρα ποταμῶν ἀλλάττεσθαι.
そして、この者が述べたことに照らせば、その土地は地震が起こりやすいということもあり得ることである。 すなわち、多量の湿気によって地盤が緩み、裂け目を生じることで、河川の流路さえも変わってしまうほどなのである。
πεμφθεὶς γοῦν ἐπί τινα χρείαν ἰδεῖν φησιν ἐρημωθεῖσαν χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν κώμαις, ἐκλιπόντος τοῦ Ἰνδοῦ τὸ οἰκεῖον ῥεῖθρον ἐκτραπομένου δʼ εἰς τὸ ἕτερον ἐν ἀριστερᾷ κοιλότερον πολύ, καὶ οἷον καταρράξαντος, ὡς τὴν ἀπολειφθεῖσαν ἐν δεξιᾷ χώραν μηκέτι ποτίζεσθαι ταῖς ὑπερχύσεσι, μετεωροτέραν οὖσαν οὐ τοῦ ῥείθρου τοῦ καινοῦ μόνον ἀλλὰ καὶ τῶν ὑπερχύσεων.
実際、彼はある任務で派遣された際、インダス川が本来の流路を捨てて、左側のはるかに低い別の流路へと逸れ、そこに激しく流れ込んだために、村落を伴う千以上の都市の地域が荒廃しているのを目にしたと語っている。 その結果、右側に取り残された地域は、もはや氾濫によって潤されることがなくなった。 そこは新たな流路だけでなく、その氾濫(による水位)よりも高い位置にあったからである。
§15.1.20ταῖς δὲ τῶν ποταμῶν πληρώσεσι καὶ τῷ τοὺς ἀπογαίους μὴ πνεῖν ὁμολογεῖ καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ὀνησικρίτου·
河川の増水と陸風が吹かないことについては、オネシクリトスによって述べられたことも一致している。
τεναγώδη γάρ φησιν εἶναι τὴν παραλίαν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν, διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὴν τῶν πελαγίων ἀνέμων ἐπικράτειαν.
なぜなら、沿岸部は、沈泥や満潮、そして海風が優勢であることによって、特に河口において浅瀬になっている、と彼は言うからである。
Μεγασθένης δὲ τὴν εὐδαιμονίαν τῆς Ἰνδικῆς ἐπισημαίνεται τῷ δίκαρπον εἶναι καὶ δίφορον·
他方、メガステネスは、インドの恵みの特徴として、一年に二度作物を実らせ、二度収穫があることを挙げている。
καθάπερ καὶ Ἐρατοσθένης ἔφη, τὸν μὲν εἰπὼν σπόρον χειμερινὸν τὸν δὲ θερινόν, καὶ ὄμβρον ὁμοίως·
それはエラトステネスも述べていた通りであり、彼は一方は冬の播種、他方は夏の播種であり、雨についても同様であると言っている。
οὐδὲν γὰρ ἔτος εὑρίσκεσθαί φησι πρὸς ἀμφοτέρους καιροὺς ἄνομβρον·
なぜなら、どちらの時期に対しても雨の降らない年は一度もない、と彼は言うからである。
ὥστʼ εὐετηρίαν ἐκ τούτου συμβαίνειν ἀφόρου μηδέποτε τῆς γῆς οὔσης·
それゆえ、大地が不毛になることは決してなく、このことから常に豊作がもたらされる。
τούς τε ξυλίνους καρποὺς γεννᾶσθαι πολλοὺς καὶ τὰς ῥίζας τῶν φυτῶν καὶ μάλιστα τῶν μεγάλων καλάμων, γλυκείας καὶ φύσει καὶ ἑψήσει χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τʼ ἐκπίπτοντος ἐκ Διὸς καὶ τοῦ ποταμίου.
また、樹木の果実や植物の根、特に大きな葦の根が多く産出され、それらは本来的に、また太陽によって天から降る水や川の水が温められる(それによって生じる一種の)加熱(煮沸)によっても甘い。
τρόπον δή τινα λέγειν βούλεται διότι ἡ παρὰ τοῖς ἄλλοις λεγομένη πέψις καὶ καρπῶν καὶ χυμῶν παρʼ ἐκείνοις ἕψησίς ἐστι, καὶ κατεργάζεται τοσοῦτον εἰς εὐστομίαν ὅσον καὶ ἡ διὰ πυρός·
ある意味で彼が言わんとしているのは、他の人々において果実や液汁の「成熟(ペプシス)」と呼ばれるものが、彼らの地では「煮沸(ヘプセーシス)」であり、それが火によるものと同じくらい美味へと仕上げる、ということである。
διὸ καὶ τοὺς κλάδους φησὶν εὐκαμπεῖς εἶναι τῶν δένδρων ἐξ ὧν οἱ τροχοί·
それゆえ、樹木の枝もしなやかであり、それらから車輪が作られる、と彼は言う。
ἐκ δὲ τῆς αὐτῆς αἰτίας ἐνίοις καὶ ἐπανθεῖν ἔριον.
また、同じ原因によって、ある種の植物には綿が咲くのである。
ἐκ τούτου δὲ Νέαρχός φησι τὰς εὐητρίους ὑφαίνεσθαι σινδόνας, τοὺς δὲ Μακεδόνας ἀντὶ κναφάλλων αὐτοῖς χρῆσθαι καὶ τοῖς σάγμασι σάγης·
そしてネアルコスによれば、これからきめの細かい綿布が織られ、マケドニア人たちはそれを詰め物の代わりに用い、また鞍の詰め物として用いたという。
τοιαῦτα δὲ καὶ τὰ Σηρικὰ ἔκ τινων φλοιῶν ξαινομένης βύσσου.
セーリカ(絹)の衣服も同様であり、ある種の樹皮から梳き出された上等なビスス(微細な糸)から作られる。
εἴρηκε δὲ καὶ περὶ τῶν καλάμων ὅτι ποιοῦσι μέλι μελισσῶν μὴ οὐσῶν·
また彼は葦についても、蜂がいなくても蜜を作り出すと述べている。
καὶ γὰρ δένδρον εἶναι καρποφόρον, ἐκ δὲ τοῦ καρποῦ συντίθεσθαι μέλι, τοὺς δὲ φαγόντας ὠμοῦ τοῦ καρποῦ μεθύειν.
実際、実を結ぶ木があり、その実から蜜が調製され、その実を生のままで食べた者は酔う、というのである。