Humanitext Reader

斯特拉波 · 地理学 §15.1.19-15.1.20

印度与埃及的比较及印度河改道

第 479 段,共 577 段 · 希腊语

内容简介

阿里斯托布鲁斯对比了印度与埃及的地理条件,并报告了由于印度河改道导致城市荒凉的情况。接着引用美加斯梯尼和埃拉托斯特尼的记述,说明印度因一年两熟及独特的植物产出而非常富饶。

§15.1.19τὴν δʼ ὁμοιότητα τῆς χώρας ταύτης πρός τε τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν καὶ πάλιν τὴν ἐναντιότητα παραθεὶς ὁ Ἀριστόβουλος, διότι τῷ Νείλῳ μὲν ἐκ τῶν νοτίων ὄμβρων ἐστὶν ἡ πλήρωσις τοῖς Ἰνδικοῖς δὲ ποταμοῖς ἀπὸ τῶν ἀρκτικῶν, ζητεῖ πῶς οἱ μεταξὺ τόποι οὐ κατομβροῦνται· οὔτε γὰρ ἡ Θηβαῒς μέχρι Συήνης καὶ τῶν ἐγγὺς Μερόης οὔτε τῆς Ἰνδικῆς τὰ ἀπὸ τῆς Παταληνῆς μέχρι τοῦ Ὑδάσπου·
阿里斯托布鲁斯在对比了该国与埃及和埃塞俄比亚的相似性,以及它们之间的相反性之后——因为尼罗河的充盈源于南方的雨水,而印度河流的充盈源于北方的(雨雪)——探讨了为什么中间的地区不下雨;因为无论是到塞恩为止的底比斯地区及美罗埃附近的地区,还是从巴塔莱内到许达斯佩斯河为止的印度地区,都不降雨。
τὴν δʼ ὑπὲρ ταῦτα τὰ μέρη χώραν ἐν ᾗ καὶ ὄμβροι καὶ νιφετοί, παραπλησίως ἔφη γεωργεῖσθαι τῇ ἄλλῃ τῇ ἔξω τῆς Ἰνδικῆς χώρᾳ· ποτίζεσθαι γὰρ ἐκ τῶν ὄμβρων καὶ χιόνων.
另一方面,他说这些地区之上的土地,由于既有雨又有雪,其耕作方式与印度以外的其他土地非常相似;因为它是靠雨雪灌溉的。
εἰκὸς δʼ οἷς εἴρηκεν οὗτος καὶ εὔσειστον εἶναι τὴν γῆν, χαυνουμένην ὑπὸ τῆς πολλῆς ὑγρασίας καὶ ἐκρήγματα λαμβάνουσαν ὥστε καὶ ῥεῖθρα ποταμῶν ἀλλάττεσθαι.
根据该作者所说,这片土地也很容易发生地震,因为它因水分过多而变得疏松并产生裂缝,以至于连河流的河道都会发生改变。
πεμφθεὶς γοῦν ἐπί τινα χρείαν ἰδεῖν φησιν ἐρημωθεῖσαν χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν κώμαις, ἐκλιπόντος τοῦ Ἰνδοῦ τὸ οἰκεῖον ῥεῖθρον ἐκτραπομένου δʼ εἰς τὸ ἕτερον ἐν ἀριστερᾷ κοιλότερον πολύ, καὶ οἷον καταρράξαντος, ὡς τὴν ἀπολειφθεῖσαν ἐν δεξιᾷ χώραν μηκέτι ποτίζεσθαι ταῖς ὑπερχύσεσι, μετεωροτέραν οὖσαν οὐ τοῦ ῥείθρου τοῦ καινοῦ μόνον ἀλλὰ καὶ τῶν ὑπερχύσεων.
无论如何,他说当他因某项任务被派遣时,曾看到一处拥有上千个城市及村庄的地区已经荒凉,因为印度河遗弃了其原本的河道,转向左侧一个要深得多的流路,并如同猛烈冲入其中一般,其结果是,右侧被留下的土地不再能被溢流所灌溉,因为它不仅高于新河道,也高于溢流的水位。
§15.1.20ταῖς δὲ τῶν ποταμῶν πληρώσεσι καὶ τῷ τοὺς ἀπογαίους μὴ πνεῖν ὁμολογεῖ καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ὀνησικρίτου· τεναγώδη γάρ φησιν εἶναι τὴν παραλίαν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν, διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὴν τῶν πελαγίων ἀνέμων ἐπικράτειαν.
关于河流的充盈和不吹陆风这一点,奥内西克里图斯所说的话也与之相符;因为他说沿海地区是多沼泽浅滩的,特别是在河口处,这是由于泥沙、潮汐以及海风的占优。
Μεγασθένης δὲ τὴν εὐδαιμονίαν τῆς Ἰνδικῆς ἐπισημαίνεται τῷ δίκαρπον εἶναι καὶ δίφορον· καθάπερ καὶ Ἐρατοσθένης ἔφη, τὸν μὲν εἰπὼν σπόρον χειμερινὸν τὸν δὲ θερινόν, καὶ ὄμβρον ὁμοίως· οὐδὲν γὰρ ἔτος εὑρίσκεσθαί φησι πρὸς ἀμφοτέρους καιροὺς ἄνομβρον· ὥστʼ εὐετηρίαν ἐκ τούτου συμβαίνειν ἀφόρου μηδέποτε τῆς γῆς οὔσης·
而美加斯梯尼则指出,印度的富饶表现在一年度两次收获和两次结果上;正如埃拉托斯特尼也说过,一次是冬播,一次是夏播,雨水也是如此;因为他说,没有任何一年在两个季节里都是无雨的,因此由于土地从未荒废而带来了丰收。
τούς τε ξυλίνους καρποὺς γεννᾶσθαι πολλοὺς καὶ τὰς ῥίζας τῶν φυτῶν καὶ μάλιστα τῶν μεγάλων καλάμων, γλυκείας καὶ φύσει καὶ ἑψήσει χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τʼ ἐκπίπτοντος ἐκ Διὸς καὶ τοῦ ποταμίου.
他还说,这里生产许多木本果实和植物的根,特别是大芦苇的根,它们不仅天生甘甜,而且由于天降之水(雨水)和河水被太阳温暖,通过加热(煮沸)也会变甜。
τρόπον δή τινα λέγειν βούλεται διότι ἡ παρὰ τοῖς ἄλλοις λεγομένη πέψις καὶ καρπῶν καὶ χυμῶν παρʼ ἐκείνοις ἕψησίς ἐστι, καὶ κατεργάζεται τοσοῦτον εἰς εὐστομίαν ὅσον καὶ ἡ διὰ πυρός· διὸ καὶ τοὺς κλάδους φησὶν εὐκαμπεῖς εἶναι τῶν δένδρων ἐξ ὧν οἱ τροχοί· ἐκ δὲ τῆς αὐτῆς αἰτίας ἐνίοις καὶ ἐπανθεῖν ἔριον.
在某种意义上,他想说的是,在其他民族那里被称为果实和汁液的“成熟(培普西斯)”,在他们那里就是“煮沸(黑普塞西斯)”,并且在促成美味方面,这与通过火进行的加热同样有效;因此他也说,树木的枝条十分柔韧,可以用它们来制造车轮;由于同样的原因,某些植物上还长出棉花。
ἐκ τούτου δὲ Νέαρχός φησι τὰς εὐητρίους ὑφαίνεσθαι σινδόνας, τοὺς δὲ Μακεδόνας ἀντὶ κναφάλλων αὐτοῖς χρῆσθαι καὶ τοῖς σάγμασι σάγης·
尼阿库斯说,人们用这种棉花织出精细的棉布,而马其顿人则用它们来代替填充物,也用于鞍具的填充。
τοιαῦτα δὲ καὶ τὰ Σηρικὰ ἔκ τινων φλοιῶν ξαινομένης βύσσου.
塞里卡(丝绸)衣服也是如此,是用从某些树皮中梳理出来的精细纤维(贝索斯)制成的。
εἴρηκε δὲ καὶ περὶ τῶν καλάμων ὅτι ποιοῦσι μέλι μελισσῶν μὴ οὐσῶν· καὶ γὰρ δένδρον εἶναι καρποφόρον, ἐκ δὲ τοῦ καρποῦ συντίθεσθαι μέλι, τοὺς δὲ φαγόντας ὠμοῦ τοῦ καρποῦ μεθύειν.
他还提到芦苇,说它们在没有蜜蜂的情况下也能产蜜;因为确实有一种结果实的树,从其果实中调制出蜜,而那些生吃这种果实的人会醉。

词汇与语法注释

  1. §15.1.19οἷς εἴρηκεν οὗτος — 理解为“根据该作者所说”。οἷς 是省略了先行词的关系代词,相当于 ἐκ τούτων ἃ εἴρηκεν οὗτος,用作与格,表示形容词 εἰκός(合理的、可能的)的判断依据。
  2. p.966ὡς τὴν ἀπολειφθεῖσαν ἐν δεξιᾷ χώραν μηκέτι ποτίζεσθαι ταῖς ὑπερχύσεσι — 连词 ὡς 连同不定式 ποτίζεσθαι 一起表示因河流改道(由前面的属格独立结构 ἐκλιπόντος... 表示)而产生的结果(“以至于……”)。随后的分词 οὖσαν 具有因果意义,解释了该土地不再被灌溉的原因(“因为它是……”)。

引用这一段

斯特拉波, 地理学 §15.1.19-15.1.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.19-15.1.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。