§14.6.1λοιπὸν δὲ τὴν πρὸς νότου παρακειμένην τῇ χερρονήσῳ ταύτῃ περιοδεῦσαι νῆσον τὴν Κύπρον.
What remains is to circumnavigate the island which lies adjacent to this peninsula on the south, namely Cyprus.
εἴρηται δʼ ὅτι ἡ περιεχομένη θάλαττα ὑπὸ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Συρίας καὶ τῆς λοιπῆς παραλίας μέχρι τῆς Ῥοδίας σύνθετός πώς ἐστιν ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ κατὰ τὸν Ἰσσικὸν κόλπον.
It has been said that the sea enclosed by Egypt, Phoenicia, Syria, and the rest of the coast as far as Rhodes is, in a way, composed of the Egyptian Sea, the Pamphylian Sea, and the sea in the Gulf of Issus.
ἐν δὲ ταύτῃ ἐστὶν ἡ Κύπρος, τὰ μὲν προσάρκτια μέρη συνάπτοντα ἔχουσα τῇ Τραχείᾳ Κιλικίᾳ, καθʼ ἃ δὴ καὶ προσεχεστάτη τῇ ἠπείρῳ ἐστί, τὰ δὲ ἑῷα τῷ Ἰσσικῷ κόλπῳ, τὰ δʼ ἑσπέρια τῷ Παμφυλίῳ κλυζόμενα πελάγει, τὰ δὲ νότια τῷ Αἰγυπτίῳ.
And Cyprus is in this sea, having its northern parts contiguous to Cilicia Tracheia, in which direction indeed it is closest to the mainland, its eastern parts washed by the Gulf of Issus, its western parts by the Pamphylian Sea, and its southern parts by the Egyptian Sea.
τοῦτο μὲν οὖν σύρρουν ἐστὶν ἀπὸ τῆς ἑσπέρας τῷ Λιβυκῷ καὶ τῷ Καρπαθίῳ πελάγει, ἀπὸ δὲ τῶν νοτίων καὶ τῶν ἑῴων μερῶν ἥ τε Αἴγυπτός ἐστι καὶ ἡ ἐφεξῆς παραλία μέχρι Σελευκείας τε καὶ Ἰσσοῦ, πρὸς ἄρκτον δʼ ἥ τε Κύπρος καὶ τὸ Παμφύλιον πέλαγος.
This Egyptian Sea, then, is confluent on the west with the Libyan and Carpathian Seas, and on its southern and eastern sides are Egypt and the succeeding coast as far as Seleucia and Issus, and on the north are Cyprus and the Pamphylian Sea.
τοῦτο δὲ ἀπὸ μὲν τῶν ἄρκτων περιέχεται τοῖς τε ἄκρος τῆς Τραχείας Κιλικίας καὶ τῆς Παμφυλίας καὶ Λυκίας μέχρι τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς δύσεως τῇ Ῥοδίων νήσῳ, ἀπὸ δὲ τῆς ἀνατολῆς τῇ Κύπρῳ τῇ κατὰ Πάφον καὶ τὸν Ἀκάμαντα, ἀπὸ δὲ τῆς μεσημβρίας σύρρουν ἐστὶ τῷ Αἰγυπτίῳ πελάγει.
And this Pamphylian Sea is enclosed on the north by the promontories of Cilicia Tracheia, Pamphylia, and Lycia as far as Rhodes, on the west by the island of Rhodes, on the east by Cyprus near Paphos and Acamas, and on the south it is confluent with the Egyptian Sea.
§14.6.2ἔστι δʼ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι· μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῇ σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν.
The circumference of Cyprus is 3,420 stadia if one measures along the gulfs; and its length from the Cleides to Acamas, for one traveling on foot from east to west, is 1,400 stadia.
εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῇ Κύπρῳ κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου, τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους· ὁ δʼ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν, κείμενος μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν, ἀνατείνων δὲ πρὸς ἄρκτους, ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων, πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων, πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων.
The Cleides are two small islands lying close to Cyprus on the eastern parts of the island, distant 700 stadia from the Pyramus; while Acamas is a promontory with two breast-like hills and much timber, situated on the western parts of the island, extending towards the north, being closest to Selinus in Cilicia Tracheia at a sea-crossing of 1,000 stadia, 1,600 stadia from Side in Pamphylia, and 1,900 stadia from the Chelidoniae.
ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα, καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς·
The shape of the island as a whole is oblong, and in some places it forms isthmuses along the sides which define its breadth.
ἔχει δὲ καὶ τὰ καθʼ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως, ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῇ ἠπείρῳ.
And its detailed features, to speak of them briefly, starting from the point closest to the mainland, are as follows.