§14.5.1τῆς Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς·
タウロス山脈の外側のキリキアのうち、一方は「険しき」地域、他方は「平野部」と呼ばれる。
τραχεῖα μέν, ἧς ἡ παραλία στενή ἐστι καὶ οὐδὲν ἢ σπανίως ἔχει τι χωρίον ἐπίπεδον, καὶ ἔτι ἧς ὑπέρκειται ὁ Ταῦρος οἰκούμενος κακῶς μέχρι καὶ τῶν προσβόρρων πλευρῶν τῶν περὶ Ἴσαυρα καὶ τοὺς Ὁμοναδέας μέχρι τῆς Πισιδίας·
「険しき」地域とは、その沿岸が狭く、平坦な土地が全くないか、あっても極めて稀であり、さらにその上方には、イサウラやホモナデイスの周辺からピシディアに至る北側斜面まで、定住者の極めて少ないタウロス山脈がそびえている地域である。
καλεῖται δʼ ἡ αὐτὴ καὶ Τραχειῶτις καὶ οἱ ἐνοικοῦντες Τραχειῶται·
この同じ地域はトラケイオティスとも呼ばれ、そこに住む人々はトラケイオタイと呼ばれる。
πεδιὰς δʼ ἡ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ, καὶ ἔτι ἧς ὑπέρκεινται κατὰ τὸ πρόσβορρον τοῦ Ταύρου πλευρὸν Καππάδοκες·
一方「平野部」とは、ソロイやタルソスからイッソスに至る地域であり、さらに、タウロス山脈の北側斜面においてカッパドキア人がその上方に位置している地域である。
αὕτη γὰρ ἡ χώρα τὸ πλέον πεδίων εὐπορεῖ καὶ χώρας ἀγαθῆς.
なぜなら、この地方はその大部分が平野に恵まれ、肥沃な土地だからである。
ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἐντὸς τοῦ Ταύρου τὰ δʼ ἐκτός, περὶ μὲν τῶν ἐντὸς εἴρηται, περὶ δὲ τῶν ἐκτὸς λέγωμεν ἀπὸ τῶν Τραχειωτῶν ἀρξάμενοι.
ところで、これらの地域のうち、一部はタウロス山脈の内側にあり、他方は外側にあるが、内側の地域についてはすでに述べたので、外側の地域について、トラケイオタイの地から始めて語ることにしよう。
§14.5.2πρῶτον τοίνυν ἐστὶ τῶν Κιλίκων φρούριον τὸ Κορακήσιον ἱδρυμένον ἐπὶ πέτρας ἀπορρῶγος, ᾧ ἐχρήσατο Διόδοτος ὁ Τρύφων προσαγορευθεὶς ὁρμητηρίῳ καθʼ ὃν καιρὸν ἀπέστησε τὴν Συρίαν τῶν βασιλέων καὶ διεπολέμει πρὸς ἐκείνους, τοτὲ μὲν κατορθῶν τοτὲ δὲ πταίων.
さて、キリキア人たちの最初の要塞は、切り立った岩の上に築かれたコラケシオンであり、トリュポンと呼ばれたディオドトスが、シリアを王たちから離反させ、彼らと戦っていた時期に活動拠点として用いた場所である。 彼は、時には成功し、時には失敗した。
τοῦτον μὲν οὖν Ἀντίοχος ὁ Δημητρίου κατακλείσας εἴς τι χωρίον ἠνάγκασε διεργάσασθαι τὸ σῶμα·
デメトリオスの息子アンティオコスは、この男をある場所に包囲して、自ら命を絶つことを強いた。
τοῖς δὲ Κίλιξιν ἀρχὴν τοῦ τὰ πειρατικὰ συνίστασθαι Τρύφων αἴτιος κατέστη καὶ ἡ τῶν βασιλέων οὐδένεια τῶν τότε ἐκ διαδοχῆς ἐπιστατούντων τῆς Συρίας ἅμα καὶ τῆς Κιλικίας·
一方、キリキア人にとって海賊行為を組織する端緒を作ったのはトリュポンであり、また、当時相次いでシリアと同時にキリキアをも支配していた王たちの無能であった。
τῷ γὰρ ἐκείνου νεωτερισμῷ συνενεωτέρισαν καὶ ἄλλοι, διχοστατοῦντές τε ἀδελφοὶ πρὸς ἀλλήλους ὑποχείριον ἐποίουν τὴν χώραν τοῖς ἐπιτιθεμένοις.
なぜなら、彼の反乱に合わせて他の者たちも反乱を起こし、また、互いに対立する兄弟たちが、襲撃してくる者たちに対して国を無防備な状態にしたからである。
ἡ δὲ τῶν ἀνδραπόδων ἐξαγωγὴ προὐκαλεῖτο μάλιστα εἰς τὰς κακουργίας ἐπικερδεστάτη γενομένη·
特に奴隷の輸出が極めて利益が大きかったため、彼らを悪行へと駆り立てた。
καὶ γὰρ ἡλίσκοντο ῥᾳδίως, καὶ τὸ ἐμπόριον οὐ παντελῶς ἄπωθεν ἦν μέγα καὶ πολυχρήματον, ἡ Δῆλος, δυναμένη μυριάδας ἀνδραπόδων αὐθημερὸν καὶ δέξασθαι καὶ ἀποπέμψαι, ὥστε καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο
ἔμπορε, κατάπλευσον, ἐξελοῦ, πάντα πέπραται.
なぜなら、奴隷となる人々は容易に捕らえられ、また、市場は決して遠くないところにあり、それは巨大で多額の金を動かすデロス島であって、1日のうちに数万の奴隷を受け入れて送り出すことができたからである。 そのため、これにちなんで次のような諺さえ生まれた。 「商人よ、入港せよ、荷を降ろせ、すべて売れた。
αἴτιον δʼ ὅτι πλούσιοι γενόμενοι Ῥωμαῖοι μετὰ τὴν Καρχηδόνος καὶ Κορίνθου κατασκαφὴν οἰκετείαις ἐχρῶντο πολλαῖς·
」その原因は、カルタゴとコリントスの破壊の後に富裕になったローマ人たちが、多くの召使を使用していたからである。
ὁρῶντες δὲ τὴν εὐπέτειαν οἱ λῃσταὶ ταύτην ἐξήνθησαν ἀθρόως, αὐτοὶ καὶ λῃζόμενοι καὶ σωματεμποροῦντες.
海賊たちはこの取引の容易さを見て、自ら略奪し人身売買を行いながら、一斉に猖獗を極めた。
συνήργουν δʼ εἰς ταῦτα καὶ οἱ τῆς Κύπρου καὶ οἱ τῆς Αἰγύπτου βασιλεῖς ἐχθροὶ τοῖς Σύροις ὄντες·
キプロスやエジプトの王たちも、シリア人と敵対していたため、このことに協力していた。
οὐδʼ οἱ Ῥόδιοι δὲ φίλοι ἦσαν αὐτοῖς ὥστʼ οὐδὲν ἐβοήθουν·
またロードス人たちも彼らと友好関係になかったため、何ら援助しなかった。
ἅμα δὲ καὶ οἱ λῃσταὶ προσποιούμενοι σωματεμπορεῖν ἄλυτον τὴν κακουργίαν εἶχον.
同時に、海賊たちは人身売買の商人を装っていたため、彼らの悪行を食い止めることは困難であった。
ἀλλʼ οὐδὲ Ῥωμαῖοί πω τοσοῦτον ἐφρόντιζον τῶν ἔξω τοῦ Ταύρου, ἀλλʼ ἔπεμψαν μὲν καὶ Σκιπίωνα τὸν Αἰμιλιανὸν ἐπισκεψόμενον τὰ ἔθνη καὶ τὰς πόλεις καὶ πάλιν ἄλλους τινάς, ἔγνωσαν δὲ κακίᾳ τῶν ἀρχόντων συμβαῖνον τοῦτο, εἰ καὶ τὴν κατὰ γένος διαδοχὴν τὴν ἀπὸ Σελεύκου τοῦ Νικάτορος αὐτοὶ κεκυρωκότες ᾐδοῦντο ἀφαιρεῖσθαι.
しかし、ローマ人もまだタウロス山脈の外側の事柄をそれほど気にかけていなかった。 彼らはスキピオ・アエミリアヌスを、諸民族や都市を視察するために派遣し、さらに後にも他の者たちを何人か派遣したが、支配者たちの無能さのためにこの事態が生じているのだと判断した。 もっとも、セレウコス・ニカトルから続く血統の王位継承を自ら承認していたため、それを取り上げることを憚っていたのである。
τοῦτο δὲ συμβὰν τῆς μὲν χώρας ἐποίησε κυρίους Παρθυαίους, οἳ τὰ πέραν τοῦ Εὐφράτου κατέσχον, τὸ τελευταῖον δὲ καὶ Ἀρμενίους, οἳ καὶ τὴν ἐκτὸς τοῦ Ταύρου προσέλαβον μέχρι καὶ Φοινίκης, καὶ τοὺς βασιλέας κατέλυσαν εἰς δύναμιν καὶ τὸ γένος αὐτῶν σύμπαν, τὴν δὲ θάλατταν τοῖς Κίλιξι παρέδωκαν.
そしてこの事態が生じた結果、一方ではユーフラテス川の彼方を手に入れたパルティア人たち、最後にはタウロス山脈の外側をフェニキアまでをも手に入れたアルメニア人たちがその地域の支配者となり、彼らは王たちとその一族全員を極力滅ぼし、海をキリキア人たちに委ねることになった。
εἶτʼ αὐξηθέντας ἠναγκάσθησαν καταλύειν Ῥωμαῖοι πολέμῳ καὶ μετὰ στρατιᾶς οὓς αὐξομένους οὐκ ἐκώλυσαν.
その結果、ローマ人たちは、成長するのを妨げなかった彼らが強大化した後、戦争と大軍をもって彼らを滅ぼさざるを得なくなった。
ὀλιγωρίαν μὲν οὖν αὐτῶν χαλεπὸν καταγνῶναι·
したがって、彼らの怠慢を責めるのは酷というものである。
πρὸς ἑτέροις δὲ ὄντες τοῖς ἐγγυτέρω καὶ κατὰ χεῖρα μᾶλλον οὐχ οἷοί τε ἦσαν τὰ ἀπωτέρω σκοπεῖν.
なぜなら彼らは、より近くにあり目先にある他の問題にかかりきりであったため、より遠くの事柄に目を配ることができなかったからである。
ταῦτα μὲν οὖν ἔδοξεν ἡμῖν ἐν παρεκβάσει διὰ βραχέων εἰπεῖν.
さて、これらのことについては、余談として簡潔に述べておくのが適当であると私たちは考えた。