§14.5.22ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας, ἧς ὁ στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δʼ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δʼ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δʼ ἐπὶ Σινώπην πάλιν ἐνθένδε.
因为阿波罗多洛在《船名录注》中还说了这样的话:因为他说,诗人在列举所有来自亚洲的特洛伊盟军时,都把他们算作是这一半岛的居民,其最窄的地峡位于靠近西诺普的湾底与伊苏斯之间;他说,由于该半岛呈三角形,其“外侧边”是不等的,它们延伸如下:一条从基利家到赫利多尼亚群岛,另一条从那里到黑海海口,第三条再从那里回到西诺普。
τὸ μὲν οὖν μόνους τοὺς ἐν τῇ χερρονήσῳ διὰ τῶν αὐτῶν ἐλέγχοιτʼ ἂν ψεῦδος ὂν διʼ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος.
因此,所谓的只有半岛内的居民被列入盟军的说法,可以通过我们之前用来证明不仅是哈律斯河以内居民的相同论据,被证实是虚假的。
οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν, ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν, οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ, εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ, καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατʼ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ·
因为我们说过哈利佐涅斯人所居住的法尔纳基亚周围的地区,既在哈律斯河之外,也在地峡之外,即在西诺普与伊苏斯之间的狭隘部之外,而且不仅是在这之后,甚至是在作为真正地峡的阿米苏斯与伊苏斯之间的狭隘部之外。
οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατʼ αὐτὸν στενά, ἐκεῖνα ἀντὶ τούτων τιθείς.
因为他也没有正确界定地峡及其狭隘部,用前者代替了后者。
πάντων δʼ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς· ὁ γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένῳ τὴν κατὰ τὰ στενά, ὡς καὶ ταύτην οὖσαν πλευράν, οὐκ ἔξω δὲ οὐδʼ ἐπὶ θαλάττῃ.
但在所有事情中,最愚蠢的是,他在称该半岛为三角形之后,却声明它有三条“外侧”边;因为说“外侧”边的人,似乎排除了沿着狭隘部的那条边,好像他也认为那是一条边,但既不是外侧边也不临海。
εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπʼ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν, συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον· νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπʼ αὐτοῦ λεγομένων στενῶν, ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν.
因此,如果这些狭隘部收缩得如此之厉害,以至于朝着伊苏斯的边与朝着西诺普的边几乎相接、只剩很小的距离,那么人们也许可以允许该半岛被称为三角形;但在现实中,既然在他所说的狭隘部之间有三千斯塔德的距离,那么把这样的四边形称为三角形就是愚昧,并且不符合地理学家的做法。
ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ γῆς περίοδον ἐπιγράψας.
而他甚至还出版了一部喜剧韵律的地理著作,题为《大地环行记》。
μένει δʼ ἡ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγῃ διάστημά τις τὸν ἰσθμόν, ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός, ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος, χιλίους καὶ πεντακοσίους σταδίους· οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος.
而且,即使有人把地峡缩短到最小的距离——即那些撒谎最甚的人所说的全部的一半,也是阿尔特米多洛所说的一千五百斯塔德——同样的愚昧依然存在;因为这仍然无法使其收缩成三角形。
ἀλλʼ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών· λοιπὴ γάρ ἐστιν ὅλη ἐπʼ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτῃ, καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου· ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.
此外,他在划分外侧边时也不正确,说从伊苏斯到赫利多尼亚群岛的一条;因为还有与此呈直线的整个吕基亚海岸,以及直到菲斯库斯的罗得斯人对岸领地;而大陆从那里弯折,开始形成第二条、即西侧的边,一直延伸到普罗波恩蒂斯和拜占庭。
§14.5.23φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη, τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων, ἐπὶ θαλάττῃ μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες, Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῇ μεσογαίᾳ, διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερόν ἐστι τοῦ Ἐφόρου, τῶν δʼ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατῳκίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον· καταλέγεσθαι δʼ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων, Μῄονάς ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας, οἷον Ἁλιζῶνας καὶ Καύκωνας· ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας· Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδʼ ὠνομάσθαι, τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατῳκηκέναι τούτους, τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι, ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί, Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.
埃福罗斯说有十六个族群居住在这一半岛上,除混血族群外,三个是希腊族的,其余是蛮族的,即在海边有基利家非人、潘菲利亚人、吕基亚人、比提尼亚人、帕夫拉戈尼亚人、马里安杜尼亚人、特洛伊人和卡里亚人,而在内陆有皮西迪亚人、米西亚人、哈吕贝斯人、弗里吉亚人和米利亚斯人,阿波罗多洛在审查这些说法时,说第十七个是加拉太人,他们晚于埃福罗斯的时代;而在所提及的族群中,希腊族群在特洛伊战争时期尚未定居于此,而蛮族族群因时间推移而存在极大的混乱;并说诗人口中列举了特洛伊人,以及现在被称为帕夫拉戈尼亚人、米西亚人、弗里吉亚人、卡里亚人和吕基亚人的人,还有梅奥尼亚人(代替吕底亚人)以及其他不为人知的人,例如哈利佐涅斯人和考科涅斯人;而在盟军名录之外,有克特伊人、索吕摩伊人、来自底比斯平原的基利家非人和莱莱格人;而潘菲利亚人、比提尼亚人、马里安杜尼亚人、皮西迪亚人、哈吕贝斯人、米利亚斯人和卡帕多西亚人甚至未被提及,这或者是由于他们尚未定居在这些地方,或者是由于他们被包容在其他族群之中,正如伊德里埃斯人和特尔米莱人被包容在卡里亚人中,多利奥内斯人和贝布吕克斯人被包容在弗里吉亚人中一样。