Humanitext Reader

ストラボン · 地理誌 §14.5.24-14.5.26

アポロドロスによるエポロスの民族区分への批判の再検討

469 / 577 箇所 · ギリシア語

要旨

アポロドロスによるエポロスの民族区分の検証について、地理的境界の不正確さや、カッパドキアの省略、混血の定義、ギリシア系三民族という区分の矛盾を指摘して再批判し、アポロドロスのガラティア人の追加は無用であると結論づける。

§14.5.24φαίνεται δʼ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος.
しかし彼(アポロドロス)は、エポロスの言明を十分に批判的に検討していないばかりか、詩人の記述を混乱させ、偽って伝えているように見える。
Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω;
というのも、まずエポロスに対して、なぜシノペからもアミソスからも東へこれほど遠く離れているカリュベス人を半島の内側に配置しているのか、と問いただすべきだったからである。
οἱ γὰρ λέγοντες τὸν ἰσθμὸν τῆς χερρονήσου ταύτης τὴν ἀπὸ Ἰσσοῦ γραμμὴν ἐπὶ τὸν Εὔξεινον, ὡς ἂν μεσημβρινήν τινα τιθέασι ταύτην, οἱ μὲν εἶναι νομίζουσι τὴν ἐπὶ Σινώπης οἱ δὲ τὴν ἐπʼ Ἀμισοῦ, ἐπὶ δὲ τῶν Χαλύβων οὐδείς·
なぜなら、この半島の地峡をイッソスから黒海への線であると言う人々は、これをいわば子午線のようなものとみなしているが、ある者はシノペに至る線と考え、別の者はアミソスに至る線と考えており、カリュベス人に至る線と考える者は誰もいないからである。
λοξὴ γάρ ἐστι τελέως.
というのも、それは完全に傾いているからだ。
ὁ γὰρ δὴ διὰ Χαλύβων μεσημβρινὸς διὰ τῆς μικρᾶς Ἀρμενίας γράφοιτʼ ἂν καὶ τοῦ Εὐφράτου τὴν Καππαδοκίαν ὅλην ἐντὸς ἀπολαμβάνων καὶ τὴν Κομμαγηνὴν καὶ τὸν Ἀμανὸν καὶ τὸν Ἰσσικὸν κόλπον.
というのも、カリュベス人を通る子午線は、小アルメニアとユーフラテス川を通り、カッパドキア全体、およびコンマゲネ、アマノス山、イッソス湾を内側に抱え込むように描かれることになるだろうからである。
εἰ δʼ οὖν καὶ τὴν λοξὴν γραμμὴν ὁρίζειν τὸν ἰσθμὸν συγχωρήσαιμεν, τὰ πλεῖστά γε τούτων καὶ μάλιστα ἡ Καππαδοκία ἐντὸς ἀπολαμβάνοιτʼ ἂν καὶ ὁ νῦν ἰδίως λεγόμενος Πόντος τῆς Καππαδοκίας μέρος ὢν τὸ πρὸς τῷ Εὐξείνῳ, ὥστʼ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε.
しかし、仮に傾いた線が地峡を画定することを認めるとしても、これらの地域の大部分、特にカッパドキア、および現在は特にカッパドキアの一部で黒海に面しているためポントスと呼ばれている地域が内側に取り込まれることになるだろう。 したがって、もしカリュベス人を半島の一部とみなすべきなら、彼が同様に省略したカタオニア人と二つのカッパドキア人の両方、さらにはリュカオニア人を半島の一部とみなすのはなおさら当然である。
διὰ τί δʼ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν, ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν;
また、詩人が(我々が証明したように)アリゾネスと呼んだカリュベス人を、なぜ彼は内陸の住民の中に配置したのだろうか。
ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῇ θαλάττῃ φάναι τοὺς δὲ ἐν τῇ μεσογαίᾳ·
というのも、彼らを区分して、ある者は海沿いに、ある者は内陸にいると言う方が適切だったからである。
ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας.
同じことはカッパドキアやキリキアについてもなされるべきである。
ὁ δὲ τὴν μὲν οὐδʼ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῇ θαλάττῃ μόνον εἴρηκεν.
ところが彼は、一方については名前さえ挙げておらず、キリキア人については海沿いの者たちだけを挙げている。
οἱ οὖν ἐπʼ Ἀντιπάτρῳ τῷ Δερβήτῃ καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις, " οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι " τίνα λάβωσι τάξιν;
では、デルベのアンティパトロス配下の者たちや、ホモナデイス人、その他ピシディア人に隣接する多くの人々、すなわち「海を知らず、塩の混じった食べ物を食べない人々」は、どのような位置づけを得るべきなのだろうか。
ἀλλʼ οὐδὲ Λυδοὺς οὐδὲ Μῄονας εἴρηκεν, εἴτε δύο εἴθʼ οἱ αὐτοί εἰσι, καὶ εἴτε καθʼ ἑαυτοὺς εἴτʼ ἐν ἑτέρῳ γένει περιεχομένους.
そのうえ、彼はリュディア人もメイオニア人も挙げていない。 それらが二つの異なる民族であれ、同一の民族であれ、また独立した民族であれ、他の民族に含まれているのであれ。
οὕτω γὰρ ἐπίσημον ἔθνος οὐκ ἀποκρύψαι δυνατόν, ὅ τε μὴ λέγων περὶ αὐτοῦ μηδὲν οὐκ ἂν δόξειε παραλιπεῖν τι τῶν κυριωτάτων;
これほど著名な民族を隠すことは不可能であり、それについて何も語らない者は、最も重要な事柄の一つを省略していると思われるのではないか。
§14.5.25τίνες δʼ εἰσὶν οἱ μιγάδες;
また、混血の者たちとは誰のことだろうか。
οὐ γὰρ ἂν ἔχοιμεν εἰπεῖν παρὰ τοὺς λεχθέντας τόπους ἢ ὠνομάσθαι ὑπʼ αὐτοῦ ἢ παραλελεῖφθαι ἄλλους οὓς ἀποδώσομεν τοῖς μιγάσιν, οὐδέ γε αὐτῶν τινας τούτων ὧν ἢ εἶπεν ἢ παρέλιπε.
というのも、言及された地域以外に、彼によって名指された、あるいは省略された、我々が混血の者たちに割り当てるべき他の人々を挙げることはできないし、彼が言及した、あるいは省略したこれらの人々の中の誰かを混血の者とすることもできないからである。
καὶ γὰρ εἰ κατεμίχθησαν, ἀλλʼ ἡ ἐπικράτεια πεποίηκεν ἢ Ἕλληνας ἢ βαρβάρους·
たとえ彼らが混じり合っていたとしても、支配的な要素が彼らをギリシア人か非ギリシア人のいずれかにしている。
τρίτον δὲ γένος οὐδὲν ἴσμεν τὸ μικτόν.
我々は混血という第三の民族を知らないのだ。
§14.5.26πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ἐστὶ τὰ τὴν χερρόνησον οἰκοῦντα;
また、半島に住むギリシア人の民族がどうして三つなのだろうか。
εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι. λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί, ὥστε δύο ἔθνη γίνοιτʼ ἄν·
というのも、もし古代においてイオニア人とアテナイ人が同一であったからというのなら、ドリス人とアイオリス人も同一であると言われるべきであり、そうなると二つの民族になるだろう。
εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη, καθάπερ καὶ τὰς διαλέκτους, τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη, καθάπερ καὶ αἱ διάλεκτοι.
しかし、もし後世の慣習、例えば方言に従って分割すべきなら、方言と同様に民族も四つになるはずである。
οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην, καὶ μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν, οὐκ Ἴωνες μόνον ἀλλὰ καὶ Ἀθηναῖοι, καθάπερ ἐν τοῖς καθʼ ἕκαστα δεδήλωται.
しかも、この半島には、とりわけエポロスの区分に従えば、イオニア人だけでなくアテナイ人も住んでいる。 それは個々の詳細において明らかにされている通りである。
τοιαῦτα μὲν δὴ πρὸς τὸν Ἔφορον διαπορεῖν ἄξιον·
エポロスに対しては、このように疑問を呈するのが妥当である。
Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδέν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρήσιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν ὑπὸ τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐ δέον·
しかし、アポロドロスはこれらのことに全く配慮せず、16の民族に17番目としてガラティア人の民族を加えている。 これは別の意味では言及されるのが有益であるが、エポロスによって言及された、あるいは省略されたものについての批判的検討にとっては不要なことである。
εἴρηκε δὲ τὴν αἰτίαν αὐτός, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας.
彼自身がその理由を述べているように、これらはすべてエポロスの時代よりも新しいからである。

語釈・文法注

  1. 14.5.24φαίνεται δʼ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. — φαίνεται が主語に一致する分詞(διαιτῶν, ταράττων, καταψευδόμενος)を伴い、「明らかに〜している」という意味を表す。また、否定の οὔτε と結合した οὔτε ... τε ... の変則的な並列は、前半の否定(エポロスの言明を十分に検討していない)と後半の肯定(詩人の記述を混乱させ偽っている)を対比的につなぐ。
  2. 14.5.24τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους — ἀμφοτέρους(双方の)は Καππάδοκας(カッパドキア人)を修飾する。ストラボンがカッパドキアを二つの地域(大カッパドキアとポントス・カッパドキア)に分ける地理的体系をとることから、カタオニア人に加えて「カッパドキア人の二つのグループ双方」を指す。
  3. 14.5.25οὐδὲ γὰρ ἂν ἔχοιμεν εἰπεῖν... οὐδέ γε αὐτῶν τινας τούτων ὧν ἢ εἶπεν ἢ παρέλιπε. — οὐδὲ γὰρ ἂν ἔχοιμεν εἰπεῖν(というのも私たちは言うことができないだろうからだ)に導かれる。關係代名詞 ὧν は先行詞である属格代名詞 αὐτῶν に同化(牽引)されており、本来は対格 ἃ または οὓς の位置にある。
  4. 14.5.26εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι. — 非常に簡潔な省略表現。εἰ γάρ の後ろに前提を示す動詞(「もし誰かが『〜だからだ』と言うのなら」)が省略されており、帰結節の命令形 λεγέσθωσαν と対比されている。

この箇所を引用する

ストラボン, 地理誌 §14.5.24-14.5.26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.24-14.5.26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。