Humanitext Reader

斯特拉波 · 地理学 §14.5.1-14.5.2

基里基亚的分区与崎岖基里基亚的海盗

第 462 段,共 577 段 · 希腊语

内容简介

作者将基里基亚分为崎岖和平原两个区域,并结合罗马和周边国家的局势,探讨了崎岖基里基亚地区海盗兴起及其社会政治背景。

§14.5.1τῆς Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς·
在托罗斯山脉之外的基里基亚中,一部分被称为崎岖区,另一部分被称为平原区。
τραχεῖα μέν, ἧς ἡ παραλία στενή ἐστι καὶ οὐδὲν ἢ σπανίως ἔχει τι χωρίον ἐπίπεδον, καὶ ἔτι ἧς ὑπέρκειται ὁ Ταῦρος οἰκούμενος κακῶς μέχρι καὶ τῶν προσβόρρων πλευρῶν τῶν περὶ Ἴσαυρα καὶ τοὺς Ὁμοναδέας μέχρι τῆς Πισιδίας· καλεῖται δʼ ἡ αὐτὴ καὶ Τραχειῶτις καὶ οἱ ἐνοικοῦντες Τραχειῶται·
崎岖区是指其海岸狭窄,几乎没有或很少有平坦的土地,而且其上方坐落着托罗斯山脉,该山脉人烟稀少,一直延伸到伊绍拉和霍莫纳德斯周围的北坡,直到皮西迪亚;这同一地区也被称为特拉刻伊奥蒂斯,居住者被称为特拉刻伊奥泰。
πεδιὰς δʼ ἡ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ, καὶ ἔτι ἧς ὑπέρκεινται κατὰ τὸ πρόσβορρον τοῦ Ταύρου πλευρὸν Καππάδοκες· αὕτη γὰρ ἡ χώρα τὸ πλέον πεδίων εὐπορεῖ καὶ χώρας ἀγαθῆς.
另一方面,平原区是指从索里和塔尔苏斯一直延伸到伊苏斯的地区,以及在托罗斯山脉北侧上方居住着卡帕多西亚人的地区;因为这个地方大部分都富于平原和肥沃的土地。
ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἐντὸς τοῦ Ταύρου τὰ δʼ ἐκτός, περὶ μὲν τῶν ἐντὸς εἴρηται, περὶ δὲ τῶν ἐκτὸς λέγωμεν ἀπὸ τῶν Τραχειωτῶν ἀρξάμενοι.
既然在这些地区中,有些在托罗斯山脉以内,有些在以外,而关于以内的地区我们已经讲过,那么我们就来谈谈以外的地区,从特拉刻伊奥泰人开始。
§14.5.2πρῶτον τοίνυν ἐστὶ τῶν Κιλίκων φρούριον τὸ Κορακήσιον ἱδρυμένον ἐπὶ πέτρας ἀπορρῶγος, ᾧ ἐχρήσατο Διόδοτος ὁ Τρύφων προσαγορευθεὶς ὁρμητηρίῳ καθʼ ὃν καιρὸν ἀπέστησε τὴν Συρίαν τῶν βασιλέων καὶ διεπολέμει πρὸς ἐκείνους, τοτὲ μὲν κατορθῶν τοτὲ δὲ πταίων.
因此,基里基亚人的第一个要塞是坐落在陡峭岩石上的科拉凯西翁,被称为特里丰的狄奥多托斯曾将其用作活动基地,当时他使叙利亚背叛了诸王并与他们交战,时而成功,时而失败。
τοῦτον μὲν οὖν Ἀντίοχος ὁ Δημητρίου κατακλείσας εἴς τι χωρίον ἠνάγκασε διεργάσασθαι τὸ σῶμα· τοῖς δὲ Κίλιξιν ἀρχὴν τοῦ τὰ πειρατικὰ συνίστασθαι Τρύφων αἴτιος κατέστη καὶ ἡ τῶν βασιλέων οὐδένεια τῶν τότε ἐκ διαδοχῆς ἐπιστατούντων τῆς Συρίας ἅμα καὶ τῆς Κιλικίας· τῷ γὰρ ἐκείνου νεωτερισμῷ συνενεωτέρισαν καὶ ἄλλοι, διχοστατοῦντές τε ἀδελφοὶ πρὸς ἀλλήλους ὑποχείριον ἐποίουν τὴν χώραν τοῖς ἐπιτιθεμένοις.
于是,德米特里之子安条克将他围困在某处,逼迫他自尽;而对基里基亚人来说,特里丰成为他们组织海盗活动的起因,当时相继统治叙利亚和基里基亚的那些国王的无能也同样是原因;因为由于他的叛乱,其他人也一同叛乱,而互相争斗的兄弟们使得这个国家落入袭击者的手中。
ἡ δὲ τῶν ἀνδραπόδων ἐξαγωγὴ προὐκαλεῖτο μάλιστα εἰς τὰς κακουργίας ἐπικερδεστάτη γενομένη· καὶ γὰρ ἡλίσκοντο ῥᾳδίως, καὶ τὸ ἐμπόριον οὐ παντελῶς ἄπωθεν ἦν μέγα καὶ πολυχρήματον, ἡ Δῆλος, δυναμένη μυριάδας ἀνδραπόδων αὐθημερὸν καὶ δέξασθαι καὶ ἀποπέμψαι, ὥστε καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο ἔμπορε, κατάπλευσον, ἐξελοῦ, πάντα πέπραται.
而奴隶的出口极大地诱使他们作恶,因为这变得极其有利可图;因为奴隶很容易被捕获,而且那座规模宏大、资金雄厚的市场绝非遥远——那就是提洛岛,它在一天之内就能接纳并送走成千上万的奴隶;因此,甚至为此产生了一句谚语:“商人啊,驶入港口,卸下货物,一切都已售罄。
αἴτιον δʼ ὅτι πλούσιοι γενόμενοι Ῥωμαῖοι μετὰ τὴν Καρχηδόνος καὶ Κορίνθου κατασκαφὴν οἰκετείαις ἐχρῶντο πολλαῖς· ὁρῶντες δὲ τὴν εὐπέτειαν οἱ λῃσταὶ ταύτην ἐξήνθησαν ἀθρόως, αὐτοὶ καὶ λῃζόμενοι καὶ σωματεμποροῦντες.
”其原因在于,罗马人在迦太基和科林斯被摧毁后变得富裕,使用了大量的家奴;海盗们看到这一便利,便成群结队地兴盛起来,他们自己既进行掠夺,又买卖人口。
συνήργουν δʼ εἰς ταῦτα καὶ οἱ τῆς Κύπρου καὶ οἱ τῆς Αἰγύπτου βασιλεῖς ἐχθροὶ τοῖς Σύροις ὄντες· οὐδʼ οἱ Ῥόδιοι δὲ φίλοι ἦσαν αὐτοῖς ὥστʼ οὐδὲν ἐβοήθουν· ἅμα δὲ καὶ οἱ λῃσταὶ προσποιούμενοι σωματεμπορεῖν ἄλυτον τὴν κακουργίαν εἶχον.
塞浦路斯和埃及的国王也在这件事上协助他们,因为他们是叙利亚人的敌人;而罗德岛人也与他们不友好,所以没有给予任何帮助;同时,海盗们伪装成人口贩子,使得他们的恶行无法被遏制。
ἀλλʼ οὐδὲ Ῥωμαῖοί πω τοσοῦτον ἐφρόντιζον τῶν ἔξω τοῦ Ταύρου, ἀλλʼ ἔπεμψαν μὲν καὶ Σκιπίωνα τὸν Αἰμιλιανὸν ἐπισκεψόμενον τὰ ἔθνη καὶ τὰς πόλεις καὶ πάλιν ἄλλους τινάς, ἔγνωσαν δὲ κακίᾳ τῶν ἀρχόντων συμβαῖνον τοῦτο, εἰ καὶ τὴν κατὰ γένος διαδοχὴν τὴν ἀπὸ Σελεύκου τοῦ Νικάτορος αὐτοὶ κεκυρωκότες ᾐδοῦντο ἀφαιρεῖσθαι.
但罗马人当时也还没有那么关心托罗斯山脉以外的地区,不过他们确实派遣了小西庇阿去视察那些部族和城市,后来又派遣了其他人,他们认定这是由于统治者的无能造成的,尽管因为他们自己确立了从塞琉古·尼卡托开始的世袭继承权,所以不好意思予以剥夺。
τοῦτο δὲ συμβὰν τῆς μὲν χώρας ἐποίησε κυρίους Παρθυαίους, οἳ τὰ πέραν τοῦ Εὐφράτου κατέσχον, τὸ τελευταῖον δὲ καὶ Ἀρμενίους, οἳ καὶ τὴν ἐκτὸς τοῦ Ταύρου προσέλαβον μέχρι καὶ Φοινίκης, καὶ τοὺς βασιλέας κατέλυσαν εἰς δύναμιν καὶ τὸ γένος αὐτῶν σύμπαν, τὴν δὲ θάλατταν τοῖς Κίλιξι παρέδωκαν.
这种情况的发生使得帕提亚人成为了该土地的主人,他们占领了幼发拉底河彼岸,最后亚美尼亚人也占领了该地,他们甚至将托罗斯山脉以外直到腓尼基的地区也收入囊中,并尽全力消灭了那些国王及其整个家族,将大海让给了基里基亚人。
εἶτʼ αὐξηθέντας ἠναγκάσθησαν καταλύειν Ῥωμαῖοι πολέμῳ καὶ μετὰ στρατιᾶς οὓς αὐξομένους οὐκ ἐκώλυσαν.
然后,当他们壮大起来之后,罗马人不得不通过战争和大军来消灭那些在他们壮大时未加阻止的人。
ὀλιγωρίαν μὲν οὖν αὐτῶν χαλεπὸν καταγνῶναι· πρὸς ἑτέροις δὲ ὄντες τοῖς ἐγγυτέρω καὶ κατὰ χεῖρα μᾶλλον οὐχ οἷοί τε ἦσαν τὰ ἀπωτέρω σκοπεῖν.
因此,要谴责他们的疏忽是说不过去的;因为他们正忙于其他更近、更紧迫的事情,无法顾及更远的地方。
ταῦτα μὲν οὖν ἔδοξεν ἡμῖν ἐν παρεκβάσει διὰ βραχέων εἰπεῖν.
因此,我们认为应当在逸脱中简要地谈谈这些事情。

词汇与语法注释

  1. 14.5.1ἧς ὑπέρκειται ὁ Ταῦρος — 关系代词 ἧς 的先行词是阴性名词 τῆς τραχείας(崎岖的基里基亚)。它受前置词性动词 ὑπέρκειται 支配,意为“在其上方坐落着托罗斯山脉”。
  2. 14.5.2ᾧ ἐχρήσατο Διόδοτος ... ὁρμητηρίῳ — 动词 ἐχρήσατο 支配与格,因此关系代词 ᾧ 采用与格形式。名词 ὁρμητηρίῳ 作为该关系代词的谓语性同格(“将其用作基地”)发挥作用。
  3. 14.5.2εἰ καὶ ... ᾐδοῦντο — 连词 εἰ καί(虽然/即便)引导让步从句,修饰主句动词 ᾐDOῦντο(他们感到羞愧/顾忌)。它描述了罗马人犹豫是否干预的主观和伦理原因。

引用这一段

斯特拉波, 地理学 §14.5.1-14.5.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.1-14.5.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。