§14.4.1μετὰ Φασήλιδα δʼ ἔστιν ἡ Ὁλβία, τῆς Παμφυλίας ἀρχή, μέγα ἔρυμα, καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφʼ ὑψηλῆς πέτρας καταράττων ποταμὸς πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον.
After Phaselis is Olbia, the beginning of Pamphylia, a great fortress; and after this the river called Cataractes, which rushes down from a high rock, large and torrential, so that its noise is heard from afar.
εἶτα πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος.
Then the city Attaleia, named after its founder Philadelphus, who settled people in Corycus, a neighboring small town, establishing another habitation and surrounding it with a larger circuit wall.
φασὶ δʼ ἐν τῷ μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.
And they say that between Phaselis and Attaleia are shown Thebe and Lyrnessus, since a part of the Trojan Cilicians, when expelled from the plain of Thebe, fled into Pamphylia, as Callisthenes has said.
§14.4.2εἶθʼ ὁ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν ᾧ πανήγυρις κατʼ ἔτος συντελεῖται.
Then the river Cestrus, sailing up which sixty stadia one finds the city Perge, and nearby on an elevated place the temple of Artemis of Perge, where a festival is celebrated annually.
εἶθʼ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος· εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα·
Then, about forty stadia above the sea, is Syllium, a lofty city visible from Perge; then Capria, a lake of considerable size, and after this the river Eurymedon, sailing up which sixty stadia one finds Aspendus, a very populous city, a foundation of the Argives.
ὑπέρκειται δὲ ταύτης Πετνηλισσός· εἶτʼ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά· εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δʼ Ἀθηνᾶς ἱερόν.
Above it lies Petnelissus; then another river and many small islands lying off the coast; then Side, a colony of the Cymaeans, which has a temple of Athena.
πλησίον δʼ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθʼ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος· εἶτα Πτολεμαῒς πόλις· καὶ μετὰ ταῦθʼ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας.
Nearby is also the coast of the Lesser Cibyratae; then the river Melas and an anchorage; then the city Ptolemais; and after these the boundaries of Pamphylia and Coracesium, the beginning of Cilicia Tracheia.
ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.
The entire coastal voyage of Pamphylia is six hundred and forty stadia.
§14.4.3φησὶ δʼ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων· τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς.
Herodotus says that the Pamphylians belong to the peoples who accompanied Amphilochus and Calchas from Troy, being a certain mixed crowd; and that most of them indeed remained here, but some were scattered in many parts of the earth.
Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι τοὺς δʼ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.
But Callinus says that Calchas ended his life in Clarus, but the peoples, having crossed the Taurus with Mopsus, some remained in Pamphylia, and others were distributed in Cilicia and Syria, even as far as Phoenicia.