§14.2.20ἐν δὲ τῇ παραλίᾳ τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον·
本土の沿岸、ミュンドス領に沿ったところには、アストゥパライア岬とゼピュリオン岬がある。
εἶτʼ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα, καὶ μετὰ ταύτην Βαργύλια, καὶ αὕτη πόλις·
次にすぐに、港を持つミュンドスがあり、その後にバルギュリアがあるが、これもまた都市である。
ἐν δὲ τῷ μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμος, ἣν ᾤκουν Καρυανδεῖς.
その中間には、カリュアンダという港と同名の島があり、そこにはカリュアンダ人が住んでいた。
ἐντεῦθεν δʼ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς.
古い著述家シュクラクスもここ(カリュアンダ)の出身であった。
πλησίον δʼ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος, ὃ πεπιστεύκασι περιύεσθαι·
バルギュリアの近くにはキンデュアスのアルテミス神殿があり、そこは雨が周囲に降るだけで(濡れない)と信じられている。
ἦν δέ ποτε καὶ χωρίον Κινδύη.
かつてはキンデュエという場所もあった。
ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος, ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.
バルギュリアの出身としては、高名なエピクロス派のプロタルコスがいる。 彼は「ラコン」と呼ばれたデメトリオスの教師であった。
§14.2.21εἶτʼ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ·
次に、イアソスは本土に隣接する島に位置している。
ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης·
そこには港があり、そこの人々の生計の大部分は海から得られる。
εὐοψεῖ γὰρ χώραν τʼ ἔχει παράλυπρον.
というのも、この地は魚が豊富で、土地は痩せているからである。
καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν·
実際、この都市に対しては次のような(滑稽な)話が作られている。
κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας·
ある竪琴弾きが演奏を披露していたとき、しばらくの間は全員が聴いていた。
ὡς δʼ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου·
しかし、魚市場の合図の鐘が鳴ると、一人の耳の遠い者を除いて、皆が竪琴弾きを置いて魚を買いに行ってしまった。
τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι
ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας·
そこで、竪琴弾きがその男に近づいて行き、こう言った。 「あなた、私に対する敬意と音楽を愛する心に対して、大変感謝いたします。
οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται.
他のみんなは鐘の音が聞こえるや否や、立ち去ってしまいましたからね。
ὁ δέ
τί λέγεις;
」すると、男は言った。 「何だって?
ἔφη
ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν;
もう鐘が鳴ったのかい?
εἰπόντος δέ
εὖ σοι εἴη
ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός.
」(竪琴弾きが)「ええ」と言うと、「君に幸あれ! 」と男は言い、彼自身も立ち上がって行ってしまった。
ἐντεῦθεν δʼ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατʼ ἀρχὰς μὲν ψευδῶς·
ここの出身としては、弁証派のディオドロスがいる。
Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου·
彼は「クロノス」と呼ばれたが、当初はこれは誤ってそう呼ばれたのであり、アポロニオスというのが、彼の師であったクロノスの名であった。
μετήνεγκαν δʼ ἐπʼ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατʼ ἀλήθειαν Κρόνου.
しかし、真のクロノスがあまり有名でなかったため、その名が彼(ディオドロス)に移し替えられたのである。
§14.2.22μετὰ δʼ Ἰασὸν τὸ τῶν Μιλησίων Ποσείδιον ἔστιν.
イアソスの次には、ミレトス人のポセイディオンがある。
ἐν δὲ τῇ μεσογαίᾳ τρεῖς εἰσι πόλεις ἀξιόλογοι, Μύλασα Στρατονίκεια Ἀλάβανδα·
内陸には三つの注目すべき都市、ミュラサ、ストラトニケイア、アラバンダがある。
αἱ δὲ ἄλλαι περιπόλιοι τούτων ἢ τῶν παραλίων, ὧν εἰσιν Ἀμυζὼν Ἡράκλεια Εὔρωμος Χαλκήτορες·
その他の都市は、これらあるいは沿岸都市の周辺都市であり、その中にはアミュゾン、ヘラクレイア、エウロモス、カルケトレスがある。
τούτων μὲν οὖν ἐλάττων λόγος.
これらについては語るべきことは少ない。
§14.2.23τὰ δὲ Μύλασα ἵδρυται ἐν πεδίῳ σφόδρα εὐδαίμονι·
ミュラサは極めて肥沃な平野に建てられている。
ὑπέρκειται δὲ κατὰ κορυφὴν ὄρος αὐτοῦ, λατόμιον λευκοῦ λίθου κάλλιστον ἔχον·
その背後にはその真上に山がそびえており、そこには白い石の非常に美しい採石場がある。
τοῦτο μὲν οὖν ὄφελός ἐστιν οὐ μικρόν, τὴν λιθείαν πρὸς τὰς οἰκοδομίας ἄφθονον καὶ ἐγγύθεν ἔχον καὶ μάλιστα πρὸς τὰς τῶν ἱερῶν καὶ τῶν ἄλλων δημοσίων ἔργων κατασκευάς·
これは少なからぬ利益であり、建築用、特に神殿やその他の公共建築物の建設用の石材を、豊富に、かつ近くから得ることができる。
τοιγάρτοι στοαῖς τε καὶ ναοῖς εἴ τις ἄλλη κεκόσμηται παγκάλως.
そのため、もし他のどこかの都市が美しく飾られているとすれば、ここもまた柱廊や神殿で非常に美しく飾られている。
θαυμάζειν δʼ ἔστι τῶν ὑποβαλόντων οὕτως ἀλόγως τὸ κτίσμα ὀρθίῳ καὶ ὑπερδεξίῳ κρημνῷ·
しかし、このように急峻で、町を圧倒するような崖の下に、きわめて不合理に都市を築いた創設者たちの愚かさには驚かざるを得ない。
καὶ δὴ τῶν ἡγεμόνων τις εἰπεῖν λέγεται θαυμάσας τὸ πρᾶγμα
ταύτην γάρ
ἔφη
τὴν πόλιν ὁ κτίσας, εἰ μὴ ἐφοβεῖτο, ἆρʼ οὐδʼ ᾐσχύνετο;
実際、支配者の一人が、この状況に驚いてこう言ったと伝えられている。 「この都市を建てた者は、もし崖崩れを恐れなかったのであれば、恥じ入りもしなかったのだろうか?
ἔχουσι δʼ οἱ Μυλασεῖς ἱερὰ δύο τοῦ Διός, τοῦ τε Ὀσογῶα καλουμένου καὶ Λαβραυνδηνοῦ, τὸ μὲν ἐν τῇ πόλει, τὰ δὲ Λάβραυνδα κώμη ἐστὶν ἐν τῷ ὄρει κατὰ τὴν ὑπέρθεσιν τὴν ἐξ Ἀλαβάνδων εἰς τὰ Μύλασα ἄπωθεν τῆς πόλεως·
」ミュラサの人々はゼウスの二つの神殿、すなわちオソゴアと呼ばれるゼウスと、ラブラウンデノスのゼウスの神殿を持っている。 前者は都市の中にあり、後者はラブラウンダという山中の村にあり、アラバンダからミュラサへの峠道に位置して、都市からは離れている。
ἐνταῦθα νεώς ἐστιν ἀρχαῖος καὶ ξόανον Διὸς Στρατίου·
そこには古い神殿とゼウス・ストラティオスの木像がある。
τιμᾶται δὲ ὑπὸ τῶν κύκλῳ καὶ ὑπὸ τῶν Μυλασέων, ὁδός τε ἔστρωται σχεδόν τι καὶ ἑξήκοντα σταδίων μέχρι τῆς πόλεως ἱερὰ καλουμένη, διʼ ἧς πομποστολεῖται τὰ ἱερά·
それは周囲の人々やミュラサの人々によって崇敬されており、都市からそこまでは約六十スタディオンの「聖なる道」と呼ばれる道路が敷かれていて、これを通って聖なる什器が運ばれる。
ἱερῶνται δʼ οἱ ἐπιφανέστατοι τῶν πολιτῶν ἀεὶ διὰ βίου.
市民のうち最も名誉ある人々が、生涯にわたって神官を務める。
ταῦτα μὲν οὖν ἴδια τῆς πόλεως.
これらは都市独自の神殿である。
τρίτον δʼ ἐστὶν ἱερὸν τοῦ Καρίου Διὸς κοινὸν ἁπάντων Καρῶν, οὗ μέτεστι καὶ Λυδοῖς καὶ Μυσοῖς ὡς ἀδελφοῖς.
第三の神殿としてカリアのゼウスの神殿があり、これはすべてのカリア人に共通のもので、リュディア人とミュソス人も兄弟としてこれに参与している。
ἱστορεῖται δὲ κώμη ὑπάρξαι τὸ παλαιόν, πατρὶς δὲ καὶ βασίλειον τῶν Καρῶν τῶν περὶ τὸν Ἑκατόμνω·
ミュラサは古くは村であり、ヘカトムノスの一族のカリア人たちの故郷であり宮廷であったと伝えられている。
πλησιάζει δὲ μάλιστα τῇ κατὰ Φύσκον θαλάττῃ ἡ πόλις, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς ἐπίνειον.
都市はフュスコス近郊の海に最も近く、これが彼らの港となっている。