Humanitext Reader

ストラボン · 地理誌 §14.2.24-14.2.26

ミュラサの弁論家たちとストラトニケイアおよびアラバンダ

456 / 577 箇所 · ギリシア語

要旨

ミュラサの著名な弁論家エウテュデモスとヒュブレアスの経歴、および後者とラビエヌスの衝突によるミュラサの受難と復興を語る。さらに、ストラトニケイアとアラバンダの地理的特徴、神殿、および両都市出身の著名な人物について述べる。

§14.2.24ἀξιολόγους δʼ ἔσχεν ἄνδρας καθʼ ἡμᾶς τὰ Μύλασα, ῥήτοράς τε ἅμα καὶ δημαγωγοὺς τῆς πόλεως, Εὐθύδημόν τε καὶ Ὑβρέαν.
ミュラサは、私たちの時代に、高名な人々、すなわちこの都市の弁論家であり指導者でもあったエウテュデモスとヒュブレアスを輩出した。
ὁ μὲν οὖν Εὐθύδημος ἐκ προγόνων παραλαβὼν οὐσίαν τε μεγάλην καὶ δόξαν, προσθεὶς καὶ τὴν δεινότητα, οὐκ ἐν τῇ πατρίδι μόνον μέγας ἦν ἀλλὰ καὶ ἐν τῇ Ἀσίᾳ τῆς πρώτης ἠξιοῦτο τιμῆς·
エウテュデモスは、祖先から大きな財産と名声を受け継ぎ、さらに彼自身の卓越した能力を加えたことで、祖国において偉大であっただけでなく、アジア全体においても最高の栄誉に値するとみなされた。
Ὑβρέᾳ δʼ ὁ πατήρ, ὡς αὐτὸς διηγεῖτο ἐν τῇ σχολῇ καὶ παρὰ τῶν πολιτῶν ὡμολόγητο, ἡμίονον κατέλιπε ξυλοφοροῦντα καὶ ἡμιονηγόν·
一方、ヒュブレアスには、彼自身が学校で語り、市民たちの間でも認められていたように、父親が薪を運ぶ一頭のラバとラバ追いだけを残した。
διοικούμενος δʼ ὑπὸ τούτων ὀλίγον χρόνον, Διοτρέφους τοῦ Ἀντιοχέως ἀκροασάμενος ἐπανῆλθε καὶ τῷ ἀγορανομίῳ παρέδωκεν αὑτόν·
しばらくの間これらによって生計を立てていたが、アンティオキアのディオトレペスの講義を聴いた後、帰国して市場監督官の職に身を投じた。
ἐνταῦθα δὲ κυλινδηθεὶς καὶ χρηματισάμενος μικρὰ ὥρμησεν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τοῖς ἀγοραίοις συνακολουθεῖν, ταχὺ δὲ αὔξησιν ἔσχε καὶ ἐθαυμάσθη ἔτι μὲν καὶ Εὐθυδήμου ζῶντος, ἀλλὰ τελευτήσαντος μάλιστα, κύριος γενόμενος τῆς πόλεως.
この職の中で活動して多少の財産を築くと、政治活動に身を投じ、法廷弁護人たちに付き従うようになり、急速に勢力を伸ばした。 彼はエウテュデモスの生存中でさえ賞賛されたが、彼が亡くなるといよいよその地位を確立し、都市の支配者となった。
ζῶν δʼ ἐπεκράτει πολὺ ἐκεῖνος, δυνατὸς ὢν ἅμα καὶ χρήσιμος τῇ πόλει, ὥστʼ εἰ καί τι τυραννικὸν προσῆν, τοῦτʼ ἀπελύετο τῷ παρακολουθεῖν τὸ χρήσιμον.
存命中のエウテュデモスははるかに強力であり、実力があると同時に都市にとって有用な人物であったため、彼の態度に僭主的なところがあったとしても、それに伴う有用性によってその欠点は相殺されていた。
ἐπαινοῦσι γοῦν τοῦτο τοῦ Ὑβρέου ὅπερ δημηγορῶν ἐπὶ τελευτῆς εἶπεν Εὐθύδημε, κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον·
ともあれ人々は、ヒュブレアスが晩年に民衆への演説の中で語った次の言葉を称賛している。 「エウテュデモスよ、お前はこの都市の必要悪だ。
οὔτε γὰρ μετὰ σοῦ δυνάμεθα ζῆν οὔτʼ ἄνευ σοῦ.
私たちは、お前と共にも、お前なしにも生きることができないのだから。
αὐξηθεὶς οὖν ἐπὶ πολὺ καὶ δόξας καὶ πολίτης ἀγαθὸς εἶναι καὶ ῥήτωρ ἔπταισεν ἐν τῇ πρὸς Λαβιηνὸν ἀντιπολιτείᾳ.
」このように大いに勢力を伸ばし、善良な市民にして弁論家であるとみなされていた彼も、ラビエヌスに対する政治的対立において手痛い失敗を喫した。
οἱ μὲν γὰρ ἄλλοι μεθʼ ὅπλων ἐπιόντι καὶ Παρθικῆς συμμαχίας, ἤδη τῶν Παρθυαίων τὴν Ἀσίαν ἐχόντων, εἶξαν ἅτε ἄοπλοι καὶ εἰρηνικοί·
というのも、他の人々は、ラビエヌスが武力とパルティアの同盟軍を率いて攻め寄せてきたとき(そのときすでにパルティア人はアジアを支配下に置いていた)、武器を持たぬ平和的な人々であったため降伏した。
Ζήνων δʼ ὁ Λαοδικεὺς καὶ Ὑβρέας οὐκ εἶξαν, ἀμφότεροι ῥήτορες, ἀλλὰ ἀπέστησαν τὰς ἑαυτῶν πόλεις·
しかし、ラオディケイアのゼノンとヒュブレアスは(二人とも弁論家であったが)屈服せず、自らの都市を抵抗させた。
ὁ δʼ Ὑβρέας καὶ προσπαρώξυνε φωνῇ τινι μειράκιον εὐερέθιστον καὶ ἀνοίας πλῆρες.
そのうえヒュブレアスは、怒りっぽく愚かさに満ちたこの若者を、ある発言によってさらに激怒させた。
ἐκείνου γὰρ ἀνειπόντος ἑαυτὸν Παρθικὸν αὐτοκράτορα οὐκοῦν ἔφη κἀγὼ λέγω ἐμαυτὸν Καρικὸν αὐτοκράτορα.
すなわち、彼が自らをパルティアのインペラトルと宣言したのに対して、ヒュブレアスは「ならば、私も自分をカリアのインペラトルと呼ぶことにしよう」と言い放ったのである。
ἐκ τούτου δὲ ἐπὶ τὴν πόλιν ὥρμησε τάγματα ἔχων ἤδη συντεταγμένα Ῥωμαίων τῶν ἐν τῇ Ἀσίᾳ·
このため、ラビエヌスはアジアにいたローマ人の軍団をすでに組織して、この都市へ進軍した。
αὐτὸν μὲν οὖν οὐ κατέλαβε παραχωρήσαντα εἰς Ῥόδον, τὴν δʼ οἰκίαν αὐτοῦ διελυμήνατο πολυτελεῖς ἔχουσαν κατασκευὰς καὶ διήρπασεν·
彼は、すでにロードス島へ避難していたヒュブレアス自身を捕らえることはできなかったが、豪華な家財道具を備えていた彼の邸宅を破壊し、略奪した。
ὡς δʼ αὕτως καὶ τὴν πόλιν ὅλην ἐκάκωσεν.
そして同様に、都市全体をも酷く損なった。
ἐκλιπόντος δʼ ἐκείνου τὴν Ἀσίαν ἐπανῆλθε καὶ ἀνέλαβεν ἑαυτόν τε καὶ τὴν πόλιν.
しかし、ラビエヌスがアジアを去ると、彼は帰国して、自身と都市を再興した。
περὶ μὲν οὖν Μυλάσων ταῦτα.
ミュラサについては以上である。
§14.2.25Στρατονίκεια δʼ ἐστὶ κατοικία Μακεδόνων· ἐκοσμήθη δὲ καὶ αὕτη κατασκευαῖς πολυτελέσιν ὑπὸ τῶν βασιλέων.
ストラトニケイアはマケドニア人の植民都市であり、ここもまた王たちによって豪華な建造物で装飾された。
ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Στρατονικέων δύο ἱερά, ἐν μὲν Λαγίνοις τὸ τῆς Ἑκάτης ἐπιφανέστατον πανηγύρεις μεγάλας συνάγον κατʼ ἐνιαυτόν, ἐγγὺς δὲ τῆς πόλεως τὸ τοῦ Χρυσαορέως Διὸς κοινὸν ἁπάντων Καρῶν, εἰς ὃ συνίασι θύσοντές τε καὶ βουλευσόμενοι περὶ τῶν κοινῶν·
ストラトニケイアの領内には二つの神殿がある。 一つはラギナにあるヘカテの神殿で、非常に名高く、毎年大きな大祭を催す。 もう一つは都市の近くにあるクリュサオレウスのゼウスの神殿で、すべてのカリア人の共通の神殿であり、彼らはここに集まって犠牲を捧げ、共同の事柄について協議する。
καλεῖται δὲ τὸ σύστημα αὐτῶν Χρυσαορέων, συνεστηκὸς ἐκ κωμῶν·
彼らの連盟はクリュサオレウス連盟と呼ばれ、複数の村から構成されている。
οἱ δὲ πλείστας παρεχόμενοι κώμας προέχουσι τῇ ψήφῳ, καθάπερ Κεραμιῆται·
最も多くの村を提供するものが、ケラモスの人々と同じように、投票において優位を占める。
καὶ Στρατονικεῖς δὲ τοῦ συστήματος μετέχουσιν οὐκ ὄντες τοῦ Καρικοῦ γένους, ἀλλʼ ὅτι κώμας ἔχουσι τοῦ Χρυσαορικοῦ συστήματος.
ストラトニケイアの人々も、カリア人の血統ではないものの、この連盟に参加している。 それは彼らがクリュサオレウス連盟に属する村々を所有しているからである。
κἀνταῦθα δʼ ἀνὴρ ἀξιόλογος γεγένηται ῥήτωρ Μένιππος κατὰ τοὺς πατέρας ἡμῶν Κοτοκᾶς ἐπικαλούμενος, ὃν μάλιστα ἐπαινεῖ τῶν κατὰ τὴν Ἀσίαν ῥητόρων ὧν ἠκροάσατο Κικέρων, ὥς φησιν ἔν τινι γραφῇ αὐτὸς συγκρίνων Ξενοκλεῖ καὶ τοῖς κατʼ ἐκεῖνον ἀκμάζουσιν.
またここからは、私たちの父祖の時代に、コトカスと仇名された著名な弁論家メニッポスが生まれた。 彼はキケロが聴いたアジアの弁論家の中で最も称賛した人物であり、キケロ自身がある著作の中で、彼をクセノクレスや当時の他の全盛期の弁論家たちと比較してそう述べている。
ἔστι δὲ καὶ ἄλλη Στρατονίκεια ἡ πρὸς τῷ Ταύρῳ καλουμένη, πολίχνιον προσκείμενον τῷ ὄρει.
なお、もう一つのストラトニケイアがあり、それは「タウロス山脈の近くのストラトニケイア」と呼ばれ、その山に近接する小都市である。
§14.2.26Ἀλάβανδα δὲ καὶ αὐτὴ μὲν ὑπόκειται λόφοις δυσὶ συγκειμένοις οὕτως ὥστʼ ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου.
アラバンダもまた、二つの丘の麓に位置しているが、それらの丘は、荷鞍を載せたロバのような外観を呈するように連なっている。
καὶ δὴ καὶ ὁ μαλακὸς Ἀπολλώνιος σκώπτων τὴν πόλιν εἴς τε ταῦτα καὶ εἰς τὸ τῶν σκορπίων πλῆθος, ἔφη αὐτὴν εἶναι σκορπίων κανθήλιον κατεστρωμένον·
実際、軟弱者と呼ばれたアポロニオスは、この地形とサソリの多さの双方においてこの都市をからかい、アラバンダはサソリを載せた、荷鞍付きのロバであると言った。
μεστὴ δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ τῶν Μυλασέων πόλις τῶν θηρίων τούτων καὶ ἡ μεταξὺ πᾶσα ὀρεινή.
この都市も、ミュラサ人の都市も、そしてその間の山岳地帯すべてが、この害獣で満ちている。
τρυφητῶν δʼ ἐστὶν ἀνθρώπων καὶ καπυριστῶν ἔχουσα ψαλτρίας πολλάς.
この地は奢侈を好む快楽的な人々が住み、多くの女性竪琴奏者がおり、賑やかな歌い手に満ちている。
ἄνδρες δʼ ἐγένοντο λόγου ἄξιοι δύο ῥήτορες ἀδελφοὶ Ἀλαβανδεῖς, Μενεκλῆς τε οὗ ἐμνήσθημεν μικρὸν ἐπάνω καὶ Ἱεροκλῆς, καὶ οἱ μετοικήσαντες εἰς τὴν Ῥόδον ὅ τε Ἀπολλώνιος καὶ ὁ Μόλων.
注目に値する人物としては、アラバンダ出身の二人の高名な弁論家の兄弟がいた。 少し前に言及したメネクレスとヒエロクレスである。 また、ロードス島に移住したアポロニオスとモロンも同様である。

語釈・文法注

  1. 14.2.24διοικούμενος δʼ ὑπὸ τούτων — 受動分詞 `διοικούμενος` は「養われる、生計を立てる」の意。`τούτων`(中性複数)は直前に挙げられた「ラバ(`ἡμίονος`)」と「ラバ追い(`ἡμιονηγός`)」を指し、ヒュブレアスが若年期にこれらから得られるわずかな収入で自らの生活を維持していたことを示している。
  2. 14.2.24Εὐθύδημε, κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον — 属格 `τῆς πόλεως`(都市の)は形容詞 `κακόν`(害、悪)を修飾する。これは「都市にとっての害」という意味で、与格に類する機能を持つ制限属格(または関係の属格)として解釈される。
  3. 14.2.25οὐκ ὄντες τοῦ Καρικοῦ γένους — 分詞 `ὄντες` を伴う属格 `τοῦ Καρικοῦ γένους` は「性質・起源の属格」であり、「カリア人の血統に属するものではない」ことを意味する。主語である「ストラトニケイアの人々(`Στρατονικεῖς`)」の出自を示している。
  4. 14.2.26ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου — 名詞 `ὄψιν`(外観、姿)に、動詞 `παρέχεσθαι`(与える、示す)が組み合わさり、全体として「〜の姿を呈する」という意味の表現となる。属格 `κανθηλίου` は `ὄψιν` にかかり、どのような外観を示すかを説明している。

この箇所を引用する

ストラボン, 地理誌 §14.2.24-14.2.26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.2.24-14.2.26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。