§14.2.13ἄνδρες δʼ ἐγένοντο μνήμης ἄξιοι πολλοὶ στρατηλάται τε καὶ ἀθληταί, ὧν εἰσι καὶ οἱ Παναιτίου τοῦ φιλοσόφου πρόγονοι·
そして、記憶に値する多くの人々、将軍たちや競技者たちが生まれた。 その中には哲学者パナイティオスの先祖たちも含まれる。
τῶν δὲ πολιτικῶν καὶ τῶν περὶ λόγους καὶ φιλοσοφίαν ὅ τε Παναίτιος αὐτὸς καὶ Στρατοκλῆς καὶ Ἀνδρόνικος ὁ ἐκ τῶν περιπάτων καὶ Λεωνίδης ὁ στωικός, ἔτι δὲ πρότερον Πραξιφάνης καὶ Ἱερώνυμος καὶ Εὔδημος.
政治家や、言論および哲学に携わった人々の中には、パナイティオス自身、ストラトクレス、逍遥学派のアンドロニコス、ストア派のレオニデス、さらにそれ以前のプラクシファネス、ヒエロニュモス、エウデモスがいる。
Ποσειδώνιος δʼ ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν, ἦν δʼ Ἀπαμεὺς ἐκ τῆς Συρίας, καθάπερ καὶ Ἀπολλώνιος ὁ μαλακὸς καὶ Μόλων, ἦσαν δὲ Ἀλαβανδεῖς, Μενεκλέους μαθηταὶ τοῦ ῥήτορος.
ポセイドニオスはロドスで国政に参画し、教鞭を執ったが、シリアのアパメイアの出身であった。 ちょうど、「軟弱者」アポロニオスやモロンがそうであったように。 彼らはアラバンダの出身であり、弁論家メネクレスの弟子であった。
ἐπεδήμησε δὲ πρότερον Ἀπολλώνιος, ὀψὲ δʼ ἧκεν ὁ Μόλων, καὶ ἔφη πρὸς αὐτὸν ἐκεῖνος
ὀψὲ μολών
ἀντὶ τοῦ ἐλθών·
アポロニオスの方が先に滞在し、モロンは遅れてやって来た。 そのため前者は彼に対して、やって来た(エルトーン)の代わりに「遅れてやって来た(オプセ・モローン)」と言ったのである。
καὶ Πείσανδρος δʼ ὁ τὴν Ἡράκλειαν γράψας ποιητὴς Ῥόδιος, καὶ Σιμμίας ὁ γραμματικὸς καὶ Ἀριστοκλῆς ὁ καθʼ ἡμᾶς·
また『ヘラクレイア』を著した詩人ペイサンドロスもロドス人であり、文法家シミアス、および我々の時代のアリストクレスもそうである。
Διονύσιος δὲ ὁ Θρᾷξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μέν, ἐκαλοῦντο δὲ Ῥόδιοι.
また「トラキア人」ディオニュシオスや『アルゴナウティカ』を創作したアポロニオスは、アレクサンドリアの出身であったが、ロドス人と呼ばれた。
περὶ μὲν Ῥόδου ἀποχρώντως εἴρηται.
ロドスについてはこれで十分に語られた。
§14.2.14πάλιν δὲ τῆς Καρικῆς παραλίας τῆς μετὰ τὴν Ῥόδον ἀπὸ Ἐλαιοῦντος καὶ τῶν Λωρύμων καμπτήρ τις ἐπὶ τὰς ἄρκτους ἐστί, καὶ λοιπὸν ἐπʼ εὐθείας ὁ πλοῦς μέχρι τῆς Προποντίδος, ὡς ἂν μεσημβρινήν τινα ποιῶν γραμμὴν ὅσον πεντακισχιλίων σταδίων ἢ μικρὸν ἀπολείπουσαν.
そして再び、ロドスの次にあたるカリア海岸の、エライウスおよびロリュマからのところで、北へと曲がるところがあり、そこから先はプロポンティスまで、およそ五千スタディオンか、あるいはそれに少し足りないほどの、いわば子午線を描くような、直線的な航海となる。
ἐνταῦθα δʼ ἐστὶν ἡ λοιπὴ τῆς Καρίας καὶ Ἴωνες καὶ Αἰολεῖς καὶ Τροία καὶ τὰ περὶ Κύζικον καὶ Βυζάντιον.
そこにはカリアの残りの部分、イオニア人、アイオリス人、トロイア、そしてキュジコスやビュザンティオンの周辺地域がある。
μετὰ δʼ οὖν τὰ Λώρυμα τὸ Κυνὸς σῆμα ἔστι καὶ Σύμη νῆσος.
さて、ロリュマの次にはクノス・セマがあり、スュメ島がある。
§14.2.15εἶτα Κνίδος δύο λιμένας ἔχουσα, ὧν τὸν ἕτερον κλειστὸν τριηρικὸν καὶ ναύσταθμον ναυσὶν εἴκοσι.
次にクニドスがあり、二つの港を有している。 そのうちの一方は閉ざされた港で、三段櫂船用の、二十隻の船を収容できる海軍基地である。
πρόκειται δὲ νῆσος ἑπταστάδιός πως τὴν περίμετρον ὑψηλὴ θεατροειδὴς συναπτομένη χώμασι πρὸς τὴν ἤπειρον καὶ ποιοῦσα δίπολιν τρόπον τινὰ τὴν Κνίδον·
その前面には、周囲およそ七スタディオンの島が横たわっており、高く、劇場のような形をしていて、堤防によって本土と結ばれており、クニドスをある意味で二重の都市にしている。
πολὺ γὰρ αὐτῆς μέρος οἰκεῖ τὴν νῆσον σκεπάζουσαν ἀμφοτέρους τοὺς λιμένας.
なぜなら、都市の大部分が、両方の港を守るその島に居住しているからである。
κατʼ αὐτὴν δʼ ἔστιν ἡ Νίσυρος πελαγία.
その正面の外海にはニスュロス島がある。
ἄνδρες δʼ ἀξιόλογοι Κνίδιοι πρῶτον μὲν Εὔδοξος ὁ μαθηματικὸς τῶν Πλάτωνος ἑταίρων, εἶτʼ Ἀγαθαρχίδης ὁ ἐκ τῶν περιπάτων, ἀνὴρ συγγραφεύς, καθʼ ἡμᾶς δὲ Θεόπομπος, ὁ Καίσαρος τοῦ θεοῦ φίλος τῶν μέγα δυναμένων, καὶ υἱὸς Ἀρτεμίδωρος.
クニドスの特筆すべき人物としては、第一にプラトンの友人の一人であった数学者エウドクソス、次いで逍遥学派の文筆家アガタルキデス、我々の時代では神君カエサルの友人で絶大な権力を持ったテオポンポス、およびその息子アルテミドロスがいる。
ἐντεῦθεν δὲ καὶ Κτησίας ὁ ἰατρεύσας μὲν Ἀρταξέρξην, συγγράψας δὲ τὰ Ἀσσυρικὰ καὶ τὰ Περσικά.
この地の出身者にはまた、アルタクセルクセスを治療し、アッシリア史やペルシア史を著したクテシアスもいる。
εἶτα μετὰ Κνίδον Κέραμος καὶ Βάργασα πολίχνια ὑπὲρ θαλάττης.
次に、クニドスの後には、海の上方に位置する小さな町々、ケラモスとバルガサがある。
§14.2.16εἶθʼ Ἁλικαρνασός, τὸ βασίλειον τῶν τῆς Καρίας δυναστῶν, Ζεφυρία καλουμένη πρότερον.
次いでハリカルナッソスがあり、かつてはゼピュリアと呼ばれ、カリアの支配者たちの王宮が置かれていた。
ἐνταῦθα δʼ ἐστὶν ὅ τε τοῦ Μαυσώλου τάφος, τῶν ἑπτὰ θεαμάτων, ἔργον, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασε, καὶ ἡ Σαλμακὶς κρήνη, διαβεβλημένη οὐκ οἶδʼ ὁπόθεν ὡς μαλακίζουσα τοὺς πιόντας ἀπʼ αὐτῆς.
そこには、世界七不思議の一つであるマウソロスの墓があり、これはアルテミシアが夫のために造らせた建造物である。 またサルマキスの泉があり、どこからともなく、そこから水を飲んだ人々を軟弱にするという悪評を立てられている。
ἔοικε δʼ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι τοὺς ἀέρας ἢ τὰ ὕδατα·
しかし、人間の贅沢は空気や水のせいにするもののようである。
τρυφῆς δʼ αἴτια οὐ ταῦτα, ἀλλὰ πλοῦτος καὶ ἡ περὶ τὰς διαίτας ἀκολασία.
贅沢の原因はそれらではなく、富や生活習慣の不節制である。
ἔχει δʼ ἀκρόπολιν ἡ Ἁλικαρνασός· πρόκειται δʼ αὐτῆς ἡ Ἀρκόνησος.
ハリカルナッソスにはアクロポリスがあり、その前面にはアルコねソス島が横たわっている。
οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο ἄλλοι τε καὶ Ἄνθης μετὰ Τροιζηνίων.
その植民創設者となったのは、他の人々と、トロイゼン人たちを率いたアンテスであった。
ἄνδρες δὲ γεγόνασιν ἐξ αὐτῆς Ἡρόδοτός τε ὁ συγγραφεύς, ὃν ὕστερον Θούριον ἐκάλεσαν διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας, καὶ Ἡράκλειτος ὁ ποιητὴς ὁ Καλλιμάχου ἑταῖρος, καὶ καθʼ ἡμᾶς Διονύσιος ὁ συγγραφεύς.
またこの地から出た著名な人物としては、歴史家ヘロドトス(彼は後にトゥリオイへの共同入植に参加したことからトゥリオイ人と呼ばれた)、カリマコスの友人であった詩人ヘラクレイトス、そして我々の時代の歴史家ディオニュシオスがいる。