§14.1.6φησὶ δʼ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν, ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν ἡ πάλαι Μίλητος ἔστι, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῇ πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατεχόντων πρότερον Λελέγων τὸν τόπον·
エポロスによれば、最初の創建はクレタ人によるもので、海の上に城壁が築かれ、そこは現在、かつてのミレトスがある場所である。 これはクレタのミレトスからサルペドンが入植者を率いてきて、現地の都市の名前にちなんでその都市に名前をつけたものであり、それ以前はレレゲス人がその場所を占有していた。
τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν.
そして、ネレウスの一行が後に現在の都市に城壁を築いたという。
ἔχει δὲ τέτταρας λιμένας ἡ νῦν, ὧν ἕνα καὶ στόλῳ ἱκανόν.
現在の都市は四つの港を有しており、そのうちの一つは艦隊にも十分である。
πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης, μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν·
この都市の業績は数多いが、最大のものは植民市の多さである。
ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνῴκισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι.
実際、黒海はすべて彼らによって共同入植がなされ、プロポンティスや他のより多くの場所も同様である。
Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησὶν ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνῴκισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῇ Χερρονήσῳ Λίμνας, ἐν δὲ τῇ Ἀσίᾳ Ἄβυδον Ἄρισβαν Παισόν, ἐν δὲ τῇ Κυζικηνῶν νήσῳ Ἀρτάκην Κύζικον, ἐν δὲ τῇ μεσογαίᾳ τῆς Τρῳάδος Σκῆψιν·
ともかく、ラムプサコスのアナクシメネスはこのように言っている。 すなわち、イカロス島とレロス島にもミレトス人が共同入植し、ヘルスポントス周辺ではヘルソネソスのリムナイ、アジアのアビュドス、アリスベ、パイソス、キュジコス人の島のアルタケとキュジコス、トリアスの内陸のスケプシスがそうである。
ἡμεῖς δʼ ἐν τοῖς καθʼ ἕκαστα λέγομεν καὶ τὰς ἄλλας τὰς ὑπὸ τούτου παραλελειμμένας.
私たちは、個別の記述の中で、彼によって省略された他の都市についても述べる。
οὔλιον δʼ Ἀπόλλωνα καλοῦσί τινα καὶ Μιλήσιοι καὶ Δήλιοι, οἷον ὑγιαστικὸν καὶ παιωνικόν·
また、ミレトス人とデロス人はあるアポロンを、あたかも健康をもたらす者、あるいは治癒の神であるかのように「ウリオス」と呼んでいる。
τὸ γὰρ οὔλειν ὑγιαίνειν, ἀφʼ οὗ καὶ τὸ οὐλὴ καὶ τό
οὖλέ τε καὶ μέγα χαῖρε.
というのも、「ウレイン」とは健康であることであり、これに由来して「ウレ」や、次の句が生まれたからである。 「健やかであれ、そして大いに喜べ。
ἰατικὸς γὰρ ὁ Ἀπόλλων· καὶ ἡ Ἄρτεμις ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν·
」なぜなら、アポロンは医術の神であり、アルテミスは「健やかにすること」に由来するからである。
καὶ ὁ Ἥλιος δὲ καὶ ἡ Σελήνη συνοικειοῦνται τούτοις, ὅτι τῆς περὶ τοὺς ἀέρας εὐκρασίας αἴτιοι·
また、太陽と月もこれらの神々に関連づけられている。 というのも、彼らが空気の穏やかな気候の原因だからである。
καὶ τὰ λοιμικὰ δὲ πάθη καὶ τοὺς αὐτομάτους θανάτους τούτοις ἀνάπτουσι τοῖς θεοῖς.
そして人々は、疫病の罹患や突然の死もこれらの神々に帰している。
§14.1.7ἄνδρες δʼ ἄξιοι μνήμης ἐγένοντο ἐν τῇ Μιλήτῳ Θαλῆς τε εἷς τῶν ἑπτὰ σοφῶν, ὁ πρῶτος φυσιολογίας ἄρξας ἐν τοῖς Ἕλλησι καὶ μαθηματικῆς, καὶ ὁ τούτου μαθητὴς Ἀναξίμανδρος καὶ ὁ τούτου πάλιν Ἀναξιμένης, ἔτι δʼ Ἑκαταῖος ὁ τὴν ἱστορίαν συντάξας, καθʼ ἡμᾶς δὲ Αἰσχίνης ὁ ῥήτωρ, ὃς ἐν φυγῇ διετέλεσε, παρρησιασάμενος πέρα τοῦ μετρίου πρὸς Πομπήιον Μάγνον.
ミレトスでは記憶に値する人々が生まれた。 七賢人の一人であり、ギリシア人の間で自然学と数学を最初に始めたタレス、そしてその弟子のアナクシマンドロス、さらにその弟子のアナクシメネスである。 また、歴史を著したヘカタオス、さらに私たちの時代では、ポンペイウス・マグヌスに対して度を越して率直に発言したために亡命生活を送った弁論家アイスキネスである。
ἠτύχησε δʼ ἡ πόλις ἀποκλείσασα Ἀλέξανδρον καὶ βίᾳ ληφθεῖσα, καθάπερ καὶ Ἁλικαρνασός·
この都市はアレクサンドロスを締め出したために不幸な目に遭い、ハリカルナッソスと同様に武力によって占領された。
ἔτι δὲ πρότερον ὑπὸ Περσῶν·
それよりさらに以前にはペルシア人によって占領された。
καί φησί γε Καλλισθένης ὑπʼ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν, διότι δρᾶμα ἐποίησε Μιλήτου ἅλωσιν ὑπὸ Δαρείου.
そしてカリステネスが言うには、悲劇詩人プリュニコスは、ダレイオスによるミレトスの陥落を劇にしたために、アテナイ人によって千ドラクマの罰金を科された。
πρόκειται δʼ ἡ Λάδη νῆσος πλησίον καὶ τὰ περὶ τὰς Τραγαίας νησία ὑφόρμους ἔχοντα λῃσταῖς.
また、近くにはラデ島が横たわっており、トラガイアイ周辺の小島は海賊の停泊地を有している。
§14.1.8ἑξῆς δʼ ἐστὶν ὁ Λατμικὸς κόλπος, ἐν ᾧ Ἡράκλεια ἡ ὑπὸ Λάτμῳ λεγομένη, πολίχνιον ὕφορμον ἔχον·
次にラトモス湾があり、その中には「ラトモス山麓の」と呼ばれるヘラクレイアがあり、停泊地を持つ小さな町である。
ἐκαλεῖτο δὲ πρότερον Λάτμος ὁμωνύμως τῷ ὑπερκειμένῳ ὄρει, ὅπερ Ἑκαταῖος μὲν ἐμφαίνει τὸ αὐτὸ εἶναι νομίζων τῷ ὑπὸ τοῦ ποιητοῦ Φθειρῶν ὄρει λεγομένῳ (ὑπὲρ γὰρ τῆς Λάτμου φησὶ τὸ Φθειρῶν ὄρος κεῖσθαι), τινὲς δὲ τὸ Γρίον φασίν, ὡς ἂν παράλληλον τῷ Λάτμῳ ἀνῆκον ἀπὸ τῆς Μιλησίας πρὸς ἕω διὰ τῆς Καρίας μέχρι Εὐρώμου καὶ Χαλκητόρων·
以前は、上方にそびえる同名の山にちなんでラトモスと呼ばれていた。 この山についてヘカタオスは、詩人によって「プテイロン山」と呼ばれているものと同一であると考えていることを示している(というのも、彼はプテイロン山がラトモスの上方にあると言っているからである)。 しかしある人々は、それをグリオン山であると言っており、これはラトモス山と並行してミレトス領から東へとカリアを通り、エウロモスおよびカルケトレスまで延びている。
ὑπέρκειται δὲ ταύτης ἐν ὄψει.
そしてグリオン山は、この町の上方に、見渡せる位置にそびえている。
μικρὸν δʼ ἄπωθεν διαβάντι ποταμίσκον πρὸς τῷ Λάτμῳ δείκνυται τάφος Ἐνδυμίωνος ἔν τινι σπηλαίῳ·
ラトモス山の近くで小さな川を渡った少し離れたところに、ある洞窟の中にエンデュミオンの墓が示されている。
εἶτα ἀφʼ Ἡρακλείας ἐπὶ Πύρραν πολίχνην πλοῦς ἑκατόν που σταδίων.
それから、ヘラクレイアから小さな町ピュラまでは、およそ百スタディオンの船旅である。
§14.1.9μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι, εὐθυπλοίᾳ δʼ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα·
ミレトスから湾に沿ってヘラクレイアへ行く者にとっては少し長いが、ミレトスからピュラへの直線的な船旅は三十スタディオンである。
τοσαύτην ἔχει μακροπορίαν ὁ παρὰ γῆν πλοῦς.
沿岸の船旅はこれほどの遠回りを伴うのである。
ἀνάγκη δʼ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.
しかし、名高い場所については、このような地理学の退屈な細部を辛抱強く受け入れることが必要である。
§14.1.10ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα·
ピュラからマイアンドロス川の河口までは五十スタディオンである。
τεναγώδης δʼ ὁ τόπος καὶ ἑλώδης·
その場所は浅瀬で、沼地が多い。
ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, ἣ νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται.
補助的な小舟で三十スタディオン遡った者にとっては、ミュウスの都市があり、これはイオニア十二都市の一つであるが、現在は人口減少のためにミレトス人たちと合併している。
ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον.
この都市を、クセルクセスはテミストクレスにおかずとして与え、マグネシアをパンとして、ラムプサコスをワインとして与えたと言われている。