§14.1.6φησὶ δʼ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν, ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν ἡ πάλαι Μίλητος ἔστι, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῇ πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατεχόντων πρότερον Λελέγων τὸν τόπον· τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν.
埃福罗斯说,最初的建城是由克里特人进行的,在海上方修筑了城墙,即现在的古米利都所在地;萨尔佩东从克里特的米利都带来移民,并以那里的城市为该城命名,而此前勒勒格斯人占领着该地;后来,内勒乌斯一行人修筑了现在的城市。
ἔχει δὲ τέτταρας λιμένας ἡ νῦν, ὧν ἕνα καὶ στόλῳ ἱκανόν.
现在的城市有四个港口,其中一个甚至足够容纳一支舰队。
πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης, μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν· ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνῴκισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι.
这座城市的功绩有很多,但最大的是其殖民地的数量之多;因为整个黑海以及普罗波恩蒂斯和许多其他地方都是由他们共同建城的。
Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησὶν ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνῴκισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῇ Χερρονήσῳ Λίμνας, ἐν δὲ τῇ Ἀσίᾳ Ἄβυδον Ἄρισβαν Παισόν, ἐν δὲ τῇ Κυζικηνῶν νήσῳ Ἀρτάκην Κύζικον, ἐν δὲ τῇ μεσογαίᾳ τῆς Τρῳάδος Σκῆψιν· ἡμεῖς δʼ ἐν τοῖς καθʼ ἕκαστα λέγομεν καὶ τὰς ἄλλας τὰς ὑπὸ τούτου παραλελειμμένας.
兰普萨库斯的人纳克西美尼至少是这样说的:米利都人共同建设了伊卡罗斯岛和勒罗斯岛,在赫勒斯滂周边,共同建设了切尔索尼苏斯的林奈、亚洲的阿卑多斯、阿里斯贝、派索斯,以及库齐科斯人岛上的阿尔塔克和库齐科斯,还有特罗亚德内陆的斯刻普西斯;而我们将在具体细节中讲述被他遗漏的其他城市。
οὔλιον δʼ Ἀπόλλωνα καλοῦσί τινα καὶ Μιλήσιοι καὶ Δήλιοι, οἷον ὑγιαστικὸν καὶ παιωνικόν· τὸ γὰρ οὔλειν ὑγιαίνειν, ἀφʼ οὗ καὶ τὸ οὐλὴ καὶ τό
οὖλέ τε καὶ μέγα χαῖρε.
米利都人和德洛斯人都将某位阿波罗称为“乌利奥斯”,意为健康和治愈之神;因为“乌莱因”意为健康,由此产生了“乌莱”和以下诗句:“祝你健康,并大受问候。
ἰατικὸς γὰρ ὁ Ἀπόλλων· καὶ ἡ Ἄρτεμις ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν· καὶ ὁ Ἥλιος δὲ καὶ ἡ Σελήνη συνοικειοῦνται τούτοις, ὅτι τῆς περὶ τοὺς ἀέρας εὐκρασίας αἴτιοι· καὶ τὰ λοιμικὰ δὲ πάθη καὶ τοὺς αὐτομάτους θανάτους τούτοις ἀνάπτουσι τοῖς θεοῖς.
”因为阿波罗是医治之神;而阿耳忒弥斯则源自“使之健全”;太阳和月亮也与这些神明相关联,因为它们是周围空气气候温和的原因;人们也将瘟疫等疾病和突然的死亡归咎于这些神明。
§14.1.7ἄνδρες δʼ ἄξιοι μνήμης ἐγένοντο ἐν τῇ Μιλήτῳ Θαλῆς τε εἷς τῶν ἑπτὰ σοφῶν, ὁ πρῶτος φυσιολογίας ἄρξας ἐν τοῖς Ἕλλησι καὶ μαθηματικῆς, καὶ ὁ τούτου μαθητὴς Ἀναξίμανδρος καὶ ὁ τούτου πάλιν Ἀναξιμένης, ἔτι δʼ Ἑκαταῖος ὁ τὴν ἱστορίαν συντάξας, καθʼ ἡμᾶς δὲ Αἰσχίνης ὁ ῥήτωρ, ὃς ἐν φυγῇ διετέλεσε, παρρησιασάμενος πέρα τοῦ μετρίου πρὸς Πομπήιον Μάγνον.
米利都诞生了值得纪念的人物:泰勒斯,七贤之一,在希腊人中最早开始自然哲学和数学的研究;还有他的学生阿那克西曼德,以及阿那克西曼德的学生阿那克西美尼;此外,还有撰写历史的赫卡泰乌斯;而在我们的时代,则有雄辩家埃斯基内斯,他因为对庞培大帝发表了超出分寸的直言不讳而一直处于流亡中。
ἠτύχησε δʼ ἡ πόλις ἀποκλείσασα Ἀλέξανδρον καὶ βίᾳ ληφθεῖσα, καθάπερ καὶ Ἁλικαρνασός· ἔτι δὲ πρότερον ὑπὸ Περσῶν· καί φησί γε Καλλισθένης ὑπʼ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν, διότι δρᾶμα ἐποίησε Μιλήτου ἅλωσιν ὑπὸ Δαρείου.
这座城市因为将亚历山大拒之门外并被武力攻占而遭遇不幸,就像哈利卡尔那索斯一样;而在更早之前则被波斯人占领;卡利斯提尼说,悲剧诗人普里尼科斯因为创作了关于大流士攻占米利都的戏剧而被雅典人罚款一千德拉克马。
πρόκειται δʼ ἡ Λάδη νῆσος πλησίον καὶ τὰ περὶ τὰς Τραγαίας νησία ὑφόρμους ἔχοντα λῃσταῖς.
此外,拉德岛就横卧在附近,特拉盖亚周边的那些小岛为海盗提供了停泊处。
§14.1.8ἑξῆς δʼ ἐστὶν ὁ Λατμικὸς κόλπος, ἐν ᾧ Ἡράκλεια ἡ ὑπὸ Λάτμῳ λεγομένη, πολίχνιον ὕφορμον ἔχον· ἐκαλεῖτο δὲ πρότερον Λάτμος ὁμωνύμως τῷ ὑπερκειμένῳ ὄρει, ὅπερ Ἑκαταῖος μὲν ἐμφαίνει τὸ αὐτὸ εἶναι νομίζων τῷ ὑπὸ τοῦ ποιητοῦ Φθειρῶν ὄρει λεγομένῳ (ὑπὲρ γὰρ τῆς Λάτμου φησὶ τὸ Φθειρῶν ὄρος κεῖσθαι), τινὲς δὲ τὸ Γρίον φασίν, ὡς ἂν παράλληλον τῷ Λάτμῳ ἀνῆκον ἀπὸ τῆς Μιλησίας πρὸς ἕω διὰ τῆς Καρίας μέχρι Εὐρώμου καὶ Χαλκητόρων· ὑπέρκειται δὲ ταύτης ἐν ὄψει.
接下来是拉特莫斯湾,其中有被称为“拉特莫斯山下”的赫拉克莱亚,这是一个拥有停泊处的城镇;以前它与上方耸立的同名山一样被称为拉特莫斯,赫卡泰乌斯表明他认为这座山就是诗人所说的“普泰隆山”(因为他说普泰隆山位于拉特莫斯之上),但有些人说是格里翁山,它与拉特莫斯平行,从米利都领土向东穿过卡里亚一直延伸到埃乌罗莫斯和卡尔刻托雷斯;格里翁山耸立在它(赫拉克莱亚)的上方,尽收眼底。
μικρὸν δʼ ἄπωθεν διαβάντι ποταμίσκον πρὸς τῷ Λάτμῳ δείκνυται τάφος Ἐνδυμίωνος ἔν τινι σπηλαίῳ· εἶτα ἀφʼ Ἡρακλείας ἐπὶ Πύρραν πολίχνην πλοῦς ἑκατόν που σταδίων.
在拉特莫斯山附近,对于渡过一条小河的人,在某个洞穴里会展示恩迪米翁的坟墓;接着,从赫拉克莱亚到小镇皮拉大约有一百斯塔迪翁的航程。
§14.1.9μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι, εὐθυπλοίᾳ δʼ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα· τοσαύτην ἔχει μακροπορίαν ὁ παρὰ γῆν πλοῦς.
对于沿着海湾航行的人来说,从米利都到赫拉克莱亚的距离要稍远一些,但从米利都直接航行到皮拉则是三十斯塔迪翁;沿岸的航行就是有如此长距离的迂回。
ἀνάγκη δʼ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.
然而,在面对著名的地方时,我们必须忍受这种地理学细节的繁琐。
§14.1.10ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δʼ ὁ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς, μία τῶν Ἰάδων τῶν δώδεκα, ἣ νῦν διʼ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται.
从皮拉到迈安德罗斯河口是五十斯塔迪翁;该地多浅滩和沼泽;对于乘坐辅助小舟向上航行三十斯塔迪翁的人来说,有缪斯城,这是伊奥尼亚十二城之一,由于人口稀少,现在已与米利都人合并。
ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης, ἄρτον δὲ Μαγνησίαν, οἶνον δὲ Λάμψακον.
据说,薛西斯将这座城市作为配菜赐予了地米斯托克利,将马格内西亚作为面包,将兰普萨库斯作为美酒赐予了他。