Humanitext Reader

ストラボン · 地理誌 §14.1.11-14.1.15

プリエネの地理とサモス島のヘラ神殿

440 / 577 箇所 · ギリシア語

要旨

マイアンドロス川の河口からプリエネとその周辺、さらにサモス島とその地理的特徴、ヘラ神殿(ヘライオン)の美術品や富について解説する。

§14.1.11ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς.
そこから4スタディオンのところにはカリア人の村テュンブリアがあり、その傍らには「鳥の住めない」聖なる洞窟があって、カロニオンと呼ばれており、致命的な有毒ガスを放出している。
ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.
その上方にはマイアンドロス川沿いのマグネシアが位置しており、これはテッサリアのマグネス人とクレタ人の植民市であり、これについてはすぐ後に述べる。
§14.1.12μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός·
マイアンドロス川の河口の次には、プリエネに面した海岸がある。
ὑπὲρ αὐτοῦ δʼ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον.
その上方にはプリエネと、獲物に富み樹木の生い茂るミュカレ山がある。
ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν.
これはサモス領に面しており、トロギリオスと呼ばれる岬の先で、サモス島に対しておよそ7スタディオンの海峡を形成している。
λέγεται δʼ ὑπό τινων ἡ Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν·
プリエネはある人々からカドメと呼ばれている。 なぜなら、それを共同で再建したピロタスがボイオティア人であったからである。
ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ " καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον. "
プリエネからは七賢人の一人バイアスが出ており、彼についてヒッポナクスはこのように言っている。 "そして、プリエネのバイアスよりもうまく裁判を争うことは、より優れている。
§14.1.13τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον·
"トロギリオス岬の前には同名の小島が横たわっている。
ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατʼ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας, τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων.
そこからスニオン岬までの最短の航路は1600スタディオンであり、最初は右手にサモス島、イカリア島、コルシアイ群島を見、左手にはメランティオイの岩礁を見ながら進み、残りはキクラデス諸島の間を通る。
καὶ αὐτὴ δʼ ἡ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί.
そして、トロギリオス岬自体は、ミュカレ山の突出部のようなものである。
τῇ Μυκάλῃ δʼ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ ἡ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.
ミュカレ山には、エフェソス領のパクテュエスという別の山が隣接しており、メソギス山もそこに終わっている。
§14.1.14ἀπὸ δὲ τῆς Τρωγιλίου στάδιοι τετταράκοντα εἰς τὴν Σάμον·
トロギリオス岬からサモスまでは40スタディオンである。
βλέπει δὲ πρὸς νότον καὶ αὐτὴ καὶ ὁ λιμὴν ἔχων ναύσταθμον.
島自体も、軍港を擁する港も、南に面している。
ἔστι δʼ αὐτῆς ἐν ἐπιπέδῳ τὸ πλέον ὑπὸ τῆς θαλάττης κλυζόμενον, μέρος δέ τι καὶ εἰς τὸ ὄρος ἀνέχει τὸ ὑπερκείμενον.
都市の大部分は平地にあり海に洗われているが、一部は上方にそびえる山へと延び出ている。
ἐν δεξιᾷ μὲν οὖν προσπλέουσι πρὸς τὴν πόλιν ἔστι τὸ Ποσείδιον ἄκρα ἡ ποιοῦσα πρὸς τὴν Μυκάλην τὸν ἑπταστάδιον πορθμόν, ἔχει δὲ νεὼν Ποσειδῶνος·
それゆえ、都市に向かって船で進む者にとって、右手には、ミュカレ山との間に7スタディオンの海峡を形成するポセイディオン岬があり、ポセイドン神殿を有している。
πρόκειται δʼ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς·
その前にはナルテキスという小島が横たわっている。
ἐπʼ ἀριστερᾷ δὲ τὸ προάστειον τὸ πρὸς τῷ Ἡραίῳ καὶ ὁ Ἴμβρασος ποταμὸς καὶ τὸ Ἡραῖον, ἀρχαῖον ἱερὸν καὶ νεὼς μέγας, ὃς νῦν πινακοθήκη ἐστί·
左手には、ヘライオンの近くの郊外、インブラソス川、そしてヘライオンがあり、これは古代の聖域であり、現在は絵画館となっている巨大な神殿である。
χωρὶς δὲ τοῦ πλήθους τῶν ἐνταῦθα κειμένων πινάκων ἄλλαι πινακοθῆκαι καὶ ναΐσκοι τινές εἰσι πλήρεις τῶν ἀρχαίων τεχνῶν·
そこに置かれている数多くの絵画とは別に、他の絵画館やいくつかの小神殿があり、古代の美術品で満ちている。
τό τε ὕπαιθρον ὁμοίως μεστὸν ἀνδριάντων ἐστὶ τῶν ἀρίστων·
また、戸外の空間も同様に、優れた彫像で満ちている。
ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως, ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο, τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα, τὸν δὲ Δία εἰς τὸ Καπετώλιον μετήνεγκε κατασκευάσας αὐτῷ ναΐσκον.
それらのうち、一つの台座の上に設置されたミュロン作の3体の巨大な作品があり、これらをアントニウスは持ち去ったが、アウグストゥス・カエサルがそのうちの2体、アテナとヘラクレスを再び同じ台座の上に戻し、ゼウス像については、彼のために小神殿を造営した上でカピトリウムへと移した。
§14.1.15περίπλους δʼ ἐστὶ τῆς Σαμίων νήσου σταδίων ἑξακοσίων.
サモス人の島の周航距離は600スタディオンである。
ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος, εἴτʼ ἀπό τινος ἐπιχωρίου ἥρωος εἴτʼ ἐξ Ἰθάκης καὶ Κεφαλληνίας ἀποικήσαντος.
かつてカリア人が住んでいた頃はパルテニアと呼ばれ、次にアンテムス、次にメランプュロス、それからサモスと呼ばれたが、これは現地の英雄の誰かにちなむか、あるいはイタカやケファレニアから移住してきたある人物にちなむ。
καλεῖται μὲν οὖν καὶ ἄκρα τις Ἄμπελος βλέπουσά πως πρὸς τὸ τῆς Ἰκαρίας Δρέπανον, ἀλλὰ καὶ τὸ ὄρος ἅπαν ὃ ποιεῖ τὴν ὅλην νῆσον ὀρεινὴν ὁμωνύμως λέγεται·
さて、イカリアのドレパノン岬にほぼ対面しているある岬もアムペロスと呼ばれているが、島全体を山がちにしている山全体もまた、同じ名前で呼ばれている。
ἔστι δʼ οὐκ εὔοινος, καίπερ εὐοινουσῶν τῶν κύκλῳ νήσων, καὶ τῆς ἠπείρου σχεδόν τι τῆς προσεχοῦς πάσης τοὺς ἀρίστους ἐκφερούσης οἴνους·
この島は優れたワインを産さない。 周囲の島々が優れたワインを産し、隣接する大陸のほぼ全体が極上のワインを産出しているにもかかわらずである。
οἷον Χίου καὶ Λέσβου καὶ Κῶ·
例えばキオス、レスボス、コスのように。
καὶ μὴν καὶ ὁ Ἐφέσιος καὶ Μητροπολίτης ἀγαθοί, ἥ τε Μεσωγὶς καὶ ὁ Τμῶλος καὶ ἡ Κατακεκαυμένη καὶ Κνίδος καὶ Σμύρνα καὶ ἄλλοι ἀσημότεροι τόποι διαφόρως χρηστοινοῦσιν ἢ πρὸς ἀπόλαυσιν ἢ πρὸς διαίτας ἰατρικάς.
さらに、エフェソス産やメトロポリス産のワインも良く、メソギス山、トモロス山、カタケカウメネ、クニドス、スミュルナ、その他のあまり有名でない場所も、快楽のため、あるいは医学的な食事療法の目的のために、際立って優れたワインを産出している。
περὶ μὲν οἴνους οὐ πάνυ εὐτυχεῖ Σάμος, τὰ δʼ ἄλλα εὐδαίμων, ὡς δῆλον ἔκ τε τοῦ περιμάχητον γενέσθαι καὶ ἐκ τοῦ τοὺς ἐπαινοῦντας μὴ ὀκνεῖν ἐφαρμόττειν αὐτῇ τὴν λέγουσαν παροιμίαν ὅτι φέρει καὶ ὀρνίθων γάλα.
ワインに関してはサモスは決して恵まれていないが、他の点では豊かであり、それはこの島が奪い合われる対象であったことや、賞賛する人々が「鳥のミルクさえももたらす」という諺をこの島に当てはめるのをためらわないことからも明らかである。
τοῦτο δὲ καὶ τῶν τυραννίδων αἴτιον αὐτῇ κατέστη καὶ τῆς πρὸς Ἀθηναίους ἔχθρας.
そしてこの豊かさこそが、この島に僭主政治がもたらされた原因であり、アテナイ人との敵対の原因ともなったのである。

語釈・文法注

  1. 12καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον. — 不定詞 δικάσσασθαι(裁判で争うこと)が主語、比較級 κρέσσον(κρεῖσσον のイオニア方言、より優れている)が述語となる。Βίαντος は比較の属格であり、「プリエネのバイアス(が争うこと)よりも強力に裁判を争うことは、より優れている」という、バイアスの弁論・裁判能力を最大に称賛する表現である。
  2. 13ἔχοντι — 与格の現在分詞であり、明示的な修飾対象の名詞を持たない。これは「(そこを航行する)者にとって」という航海者の視点を示す「関係の与格(dativus relationis)」であり、文全体の方向や位置関係を提示する役割を果たしている。
  3. 15οἰκούντων Καρῶν — 現在分詞 οἰκούντων と名詞 Καρῶν(属格、複数、男性)による属格独立構文(genitive absolute)であり、主節の時制(ἐκαλεῖτο, 未完了過去)に対して同時性のある時間的背景(「カリア人たちが住んでいた当時」)を示している。

この箇所を引用する

ストラボン, 地理誌 §14.1.11-14.1.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.11-14.1.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。