Humanitext Reader

ストラボン · 地理誌 §14.1.22-14.1.24

アルテミス神殿の再建とエフェソスの港湾

443 / 577 箇所 · ギリシア語

要旨

アルテミス神殿の建設、放火、そして再建を巡る歴史と、アジール(庇護権)の変遷、さらには港の改修失敗とその後の繁栄について述べる。

§14.1.22τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτʼ ἄλλος ἐποίησε μείζω·
アルテミスの神殿は、最初はケルシプロンが設計し、その後、別の者がより大きな神殿を建てた。
ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας·
しかし、あるヘロストラトスという者がこれに放火したため、彼らは女性たちの装身具や個人の財産を出し合い、さらに古い柱を処分して、より優れた神殿を再建した。
τούτων δὲ μαρτύριά ἐστι τὰ γενηθέντα τότε ψηφίσματα, ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυρομενίτην Τίμαιον καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην (διὸ καὶ Ἐπιτίμαιον κληθῆναι) λέγειν ὡς ἐκ τῶν Περσικῶν παρακαταθηκῶν ἐποιήσαντο τοῦ ἱεροῦ τὴν ἐπισκευήν·
これらの出来事については、当時制定された決議が証拠となっている。 ところがアルテミドロスによれば、タウロメニオンのティマイオスはこの決議を知らず、またいつものように意地が悪く他者を中傷する性分であるため(それゆえ彼はエピティマイオス[非難者]とも呼ばれた)、エフェソス人はペルシア人からの預かり金を用いて神殿の修復を行ったのだと主張しているという。
οὔτε δὲ ὑπάρξαι παρακαταθήκας τότε, εἴ τε ὑπῆρξαν, συνεμπεπρῆσθαι τῷ ναῷ·
しかし、当時そのような預かり金は存在しなかったし、仮に存在したとしても神殿とともに焼失したはずである。
μετὰ δὲ τὴν ἔμπρησιν τῆς ὀροφῆς ἠφανισμένης, ἐν ὑπαίθρῳ τῷ σηκῷ τίνα ἂν ἐθελῆσαι παρακαταθήκην κειμένην ἔχειν;
天井が焼失して露天となった聖域に、誰が預かり金を置いたままにしておきたいと思うだろうか。
Ἀλέξανδρον δὴ τοῖς Ἐφεσίοις ὑποσχέσθαι τὰ γεγονότα καὶ τὰ μέλλοντα ἀναλώματα, ἐφʼ ᾧ τε τὴν ἐπιγραφὴν αὐτὸν ἔχειν, τοὺς δὲ μὴ ἐθελῆσαι, πολὺ μᾶλλον οὐκ ἂν ἐθελήσαντας ἐξ ἱεροσυλίας καὶ ἀποστερήσεως φιλοδοξεῖν·
また、アレクサンドロスがエフェソス人に対して、過去および今後の費用を負担することを申し出たが、それには神殿に彼自身の銘を刻むという条件がついていた。 しかし彼らはこれを受け入れなかった。 彼らは神殿略奪や不当な奪取によって名声を得ることを、なおさら望まなかったのである。
ἐπαινεῖ τε τὸν εἰπόντα τῶν Ἐφεσίων πρὸς τὸν βασιλέα, ὡς οὐ πρέποι θεῷ θεοῖς ἀναθήματα κατασκευάζειν.
アルテミドロスは、エフェソス人の一人が王に対して「神が神々に献納物を捧げて造ることはふさわしくありません」と言った言葉を称賛している。
§14.1.23μετὰ δὲ τὴν τοῦ νεὼ συντέλειαν, ὅν φησιν εἶναι Δεινοκράτους ἔργον (τοῦ δʼ αὐτοῦ καὶ τὴν Ἀλεξανδρείας κτίσιν·
神殿が完成した後(これはデイノクラテスの作品であると言われている。
τὸν δʼ αὐτὸν ὑποσχέσθαι Ἀλεξάνδρῳ τὸν Ἄθω διασκευάσειν εἰς αὐτόν, ὡσανεὶ ἐκ πρόχου τινὸς εἰς φιάλην καταχέοντα σπονδήν, ποιήσοντα πόλεις δύο, τὴν μὲν ἐκ δεξιῶν τοῦ ὄρους τὴν δʼ ἐν ἀριστερᾷ, ἀπὸ δὲ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ῥέοντα ποταμόν), μετὰ δʼ οὖν τὸν νεὼν τὸ τῶν ἄλλων ἀναθημάτων πλῆθος εὑρέσθαι τῇ ἐκτιμήσει τῶν δημιουργῶν, τὸν δὲ δὴ βωμὸν εἶναι τῶν Πραξιτέλους ἔργων ἅπαντα σχεδόν τι πλήρη.
彼はアレクサンドリアの建設者でもあり、アレクサンドロスに対して、アトス山を彼自身の姿に彫刻し、まるで水差しから鉢へと献酒を注ぐかのようにし、そこに二つの都市、すなわち山の右側と左側に一つずつ都市を造り、一方から他方へ川が流れるようにすることを提案した人物である)、神殿が完成した後に、他の数多くの献納物は職人たちの査定によってまかなわれた。 そして祭壇はほぼ全体がプラクシテレスの作品で満ちていた。
ἡμῖν δʼ ἐδείκνυτο καὶ τῶν Θράσωνός τινα, οὗπερ καὶ τὸ Ἑκατήσιόν ἐστι καὶ ἡ κηρίνη Πηνελόπη καὶ ἡ πρεσβῦτις ἡ Εὐρύκλεια.
私たちにはスラソンのいくつかの作品も示された。 これにはヘカテシオン、蝋のペネロペ、そして老女エウリュクレイアが含まれる。
ἱερέας δʼ εὐνούχους εἶχον οὓς ἐκάλουν Μεγαβύζους, καὶ ἀλλαχόθεν μετιόντες ἀεί τινας ἀξίους τῆς τοιαύτης προστασίας, καὶ ἦγον ἐν τιμῇ μεγάλῃ·
また、彼らはメガビュゾスと呼ばれる宦官の祭司を擁しており、そのような職務にふさわしい者を常に他所から招き寄せて大きな名誉をもって遇していた。
συνιερᾶσθαι δὲ τούτοις ἐχρῆν παρθένους.
そして彼らとともに処女たちが祭司として仕えることになっていた。
νυνὶ δὲ τὰ μὲν φυλάττεται τῶν νομίμων τὰ δʼ ἧττον, ἄσυλον δὲ μένει τὸ ἱερὸν καὶ νῦν καὶ πρότερον·
現在では、これらの慣行の一部は守られているが、一部はそれほど守られていない。 しかし、神殿の庇護権は現在も過去も維持されている。
τῆς δʼ ἀσυλίας τοὺς ὅρους ἀλλαγῆναι συνέβη πολλάκις, Ἀλεξάνδρου μὲν ἐπὶ στάδιον ἐκτείναντος, Μιθριδάτου δὲ τόξευμα ἀφέντος ἀπὸ τῆς γωνίας τοῦ κεράμου καὶ δόξαντος ὑπερβαλέσθαι μικρὰ τὸ στάδιον, Ἀντωνίου δὲ διπλασιάσαντος τοῦτο καὶ συμπεριλαβόντος τῇ ἀσυλίᾳ μέρος τι τῆς πόλεως·
もっとも、この庇護権の境界はしばしば変更された。 アレクサンドロスはこれを1スタディオンに広げ、ミトリダテスは屋根の角から矢を放って1スタディオンをわずかに越える距離とし、アントニウスはこれを2倍にして市の一部をも庇護権の範囲内に含めた。
ἐφάνη δὲ τοῦτο βλαβερὸν καὶ ἐπὶ τοῖς κακούργοις ποιοῦν τὴν πόλιν, ὥστʼ ἠκύρωσεν ὁ Σεβαστὸς Καῖσαρ.
しかし、これが犯罪者たちに対して都市を不都合な場所にすることが明らかになったため、アウグストゥス・カエサルはこの変更を取り消した。
§14.1.24ἔχει δʼ ἡ πόλις καὶ νεώρια καὶ λιμένα·
この都市は造船所と港を有している。
βραχύστομον δʼ ἐποίησαν οἱ ἀρχιτέκτονες, συνεξαπατηθέντες τῷ κελεύσαντι βασιλεῖ.
しかし、建築家たちは、命令を下した王に欺かれて、港の入り口を狭くしてしまった。
οὗτος δʼ ἦν Ἄτταλος ὁ φιλάδελφος·
この王とはアッタロス・フィラデルポスである。
οἰηθεὶς γὰρ οὗτος βαθὺν τὸν εἴσπλουν ὁλκάσι μεγάλαις ἔσεσθαι καὶ αὐτὸν τὸν λιμένα τεναγώδη ὄντα πρότερον διὰ τὰς ἐκ τοῦ Καΰστρου προχώσεις, ἐὰν παραβληθῇ χῶμα τῷ στόματι πλατεῖ τελέως ὄντι, ἐκέλευσε γενέσθαι τὸ χῶμα.
彼は、カイストロス川からの土砂堆積によって以前は浅瀬化していた港において、非常に広かった入り口に堤防を築けば、大型の商船の進入路が深くなり、港自体も深くなると考え、堤防を築くよう命令したのである。
συνέβη δὲ τοὐναντίον·
しかし、結果は逆であった。
ἐντὸς γὰρ ἡ χοῦς εἰργομένη τεναγίζειν μᾶλλον ἐποίησε τὸν λιμένα σύμπαντα μέχρι τοῦ στόματος·
土砂が内部に閉じ込められたことで、港全体が入り口に至るまでさらに浅瀬化してしまったのである。
πρότερον δʼ ἱκανῶς αἱ πλημμυρίδες καὶ ἡ παλίρροια τοῦ πελάγους ἀφῄρει τὴν χοῦν καὶ ἀνέσπα πρὸς τὸ ἐκτός.
それ以前は、海の満ち引きと潮流が土砂を十分に運び去り、外へと引き抜いていたのであった。
ὁ μὲν οὖν λιμὴν τοιοῦτος· ἡ δὲ πόλις τῇ πρὸς τὰ ἄλλα εὐκαιρίᾳ τῶν τόπων αὔξεται καθʼ ἑκάστην ἡμέραν, ἐμπόριον οὖσα μέγιστον τῶν κατὰ τὴν Ἀσίαν τὴν ἐντὸς τοῦ Ταύρου.
港はこのような状態であるが、都市は他の地の利に恵まれているため、タウロス以西のアジアにおける最大の商業地として日々成長している。

語釈・文法注

  1. 14.1.22διαθέμενοι — 動詞 διατίθημι のアオリスト中道分詞で、ここでは「(古い柱を)売却して処分する」の意味で用いられている。再建資金を得るために古い建築部材を売却したことを示す。
  2. 14.1.22ὡς οὐ πρέποι θεῷ θεοῖς ἀναθήματα κατασκευάζειν — 従属節内の希求法(伝聞による斜格)。主語としての対格(θεῷ / θεοῖς)のうち、最初の θεῷ は与格であり、πρέποι にかかっている(「神にとってふさわしくない」)。意味上の主語は省略されているか、あるいは対格不定詞構文の一部。ここで「神(θεῷ)」はアレクサンドロスを指し、エフェソス人が彼を巧みに神格化して、神への献納を辞退させる外交的レトリックである。
  3. 14.1.23εὑρέσθαι τῇ ἐκτιμήσει τῶν δημιουργῶν — 不定詞 εὑρέσθαι(εὑρίσκω のアオリスト中道)は、ここでは「(費用などを)調達する、もたらす」あるいは「獲得される」という意味で、手段・原因を示す与格 τῇ ἐκτιμήσει(「職人たちの見積もり・査定によって」)を伴っている。

この箇所を引用する

ストラボン, 地理誌 §14.1.22-14.1.24. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.22-14.1.24

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。