§14.1.20μετὰ δὲ τὸν Σάμιον πορθμὸν τὸν πρὸς Μυκάλῃ πλέουσιν εἰς Ἔφεσον ἐν δεξιᾷ ἐστιν ἡ Ἐφεσίων παραλία·
さて、サモス海峡、すなわちムカレに面した海峡を越えてエフェソスへと航行する者にとって、右手にエフェソス人の海岸地方がある。
μέρος δέ τι ἔχουσιν αὐτῆς καὶ οἱ Σάμιοι.
サモス人もその一部を領有している。
πρῶτον δʼ ἐστὶν ἐν τῇ παραλίᾳ τὸ Πανιώνιον τρισὶ σταδίοις ὑπερκείμενον τῆς θαλάττης, ὅπου τὰ Πανιώνια, κοινὴ πανήγυρις τῶν Ἰώνων, συντελεῖται τῷ Ἑλικωνίῳ Ποσειδῶνι καὶ θυσία·
この海岸地方で最初にあるのはパニオニオンであり、海から3スタディオン上方に位置している。 そこではイオニア人の共同の祝祭であるパンイオニアと、ヘリコニオスのポセイドンへの犠牲式が執り行われる。
ἱερῶνται δὲ Πριηνεῖς·
プリエネの住民が祭司を務める。
εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Πελοποννησιακοῖς.
彼らについては『ペロポネソス誌』で述べられている。
εἶτα Νεάπολις, ἣ πρότερον μὲν ἦν Ἐφεσίων νῦν δὲ Σαμίων διαλλαξαμένων πρὸς τὸ Μαραθήσιον, τὸ ἐγγυτέρω πρὸς τὸ ἀπωτέρω·
次にネアポリスがある。 これは以前はエフェソス人のものであったが、現在はサモス人がマラテシオンと交換したことによって、彼らのものとなっている。 これは、より近いものとより遠いものとの交換であった。
εἶτα Πύγελα πολίχνιον, ἱερὸν ἔχον Ἀρτέμιδος Μουνυχίας, ἵδρυμα Ἀγαμέμνονος, οἰκούμενον ὑπὸ μέρους τῶν ἐκείνου λαῶν·
次にピュゲラという小都市があり、ムニキアのアルテミスの神殿がある。 これはアガメムノンの創建で、彼の軍勢の一部が居住した。
πυγαλγίας γάρ τινας καὶ γενέσθαι καὶ κληθῆναι, κάμνοντας δʼ ὑπὸ τοῦ πάθους καταμεῖναι, καὶ τυχεῖν οἰκείου τοῦδε τοῦ ὀνόματος τὸν τόπον.
というのも、彼らにある種の「尻の痛み」が発生してそう呼ばれるようになり、その痛みに苦しんだ人々がそこに留まったため、その土地がこのふさわしい名前を得ることになったと言われているからである。
εἶτα λιμὴν Πάνορμος καλούμενος ἔχων ἱερὸν τῆς Ἐφεσίας Ἀρτέμιδος· εἶθʼ ἡ πόλις.
次に、エフェソスのアルテミスの神殿を有するパノルモスと呼ばれる港があり、その後に都市がある。
ἐν δὲ τῇ αὐτῇ παραλίᾳ μικρὸν ὑπὲρ τῆς θαλάττης ἐστὶ καὶ ἡ Ὀρτυγία, διαπρεπὲς ἄλσος παντοδαπῆς ὕλης, κυπαρίττου δὲ τῆς πλείστης.
同じ海岸地方で、海から少し上方にオルテュギアもある。 これはあらゆる種類の樹木、しかしその大部分はイトスギからなる、きわめて美しい森である。
διαρρεῖ δὲ ὁ Κέγχριος ποταμός, οὗ φασι νίψασθαι τὴν Λητὼ μετὰ τὰς ὠδῖνας.
そこをケンクリオス川が流れており、そこでレトが出産の苦しみの後に身を清めたと言われている。
ἐνταῦθα γὰρ μυθεύουσι τὴν λοχείαν καὶ τὴν τροφὸν τὴν Ὀρτυγίαν καὶ τὸ ἄδυτον ἐν ᾧ ἡ λοχεία, καὶ τὴν πλησίον ἐλαίαν, ᾗ πρῶτον ἐπαναπαύσασθαί φασι τὴν θεὸν ἀπολυθεῖσαν τῶν ὠδίνων.
というのも、人々はここに、お産、乳母オルテュギア、お産が行われた至聖所、および近くのオリーブの木を配置して語るからである。 そのオリーブの木のもとで、女神が産みの苦しみから解放されたときに最初に休息をとったと言われている。
ὑπέρκειται δὲ τοῦ ἄλσους ὄρος ὁ Σολμισσός, ὅπου στάντας φασὶ τοὺς Κουρῆτας τῷ ψόφῳ τῶν ὅπλων ἐκπλῆξαι τὴν Ἥραν ζηλοτύπως ἐφεδρεύουσαν, καὶ λαθεῖν συμπράξαντας τὴν λοχείαν τῇ Λητοῖ.
その森の上方にはソルミッソス山がそびえており、そこに立ったクレスたちが武器の音によって、嫉妬深く見張っていたヘラを驚かせ、レトの出産を密かに助けてヘラに気づかれなかったと言われている。
ὄντων δʼ ἐν τῷ τόπῳ πλειόνων ναῶν, τῶν μὲν ἀρχαίων τῶν δʼ ὕστερον γενομένων, ἐν μὲν τοῖς ἀρχαίοις ἀρχαῖά ἐστι ξόανα, ἐν δὲ τοῖς ὕστερον Σκόπα ἔργα·
その場所には多くの神殿があり、古いものもあれば、後になって建てられたものもあるが、古い神殿には古い木彫りの神像があり、後代の神殿にはスコパスの作品がある。
ἡ μὲν Λητὼ σκῆπτρον ἔχουσα, ἡ δʼ Ὀρτυγία παρέστηκεν ἑκατέρᾳ τῇ χειρὶ παιδίον ἔχουσα.
すなわち、笏を手にしたレトと、その傍らに立ち、左右の手にそれぞれ子供を抱いたオルテュギアである。
πανήγυρις δʼ ἐνταῦθα συντελεῖται κατʼ ἔτος, ἔθει δέ τινι οἱ νέοι φιλοκαλοῦσι μάλιστα περὶ τὰς ἐνταῦθα εὐωχίας λαμπρυνόμενοι·
ここでは毎年、祝祭が執り行われ、ある習慣に従って若者たちは、とりわけここでの宴会を豪華に催すことで美を競い合う。
τότε δὲ καὶ τῶν Κουρήτων ἀρχεῖον συνάγει συμπόσια καί τινας μυστικὰς θυσίας ἐπιτελεῖ.
またその時には、クレスたちの役所が会食を催し、いくつかの神秘的な犠牲式を執り行う。
§14.1.21τὴν δὲ πόλιν ᾤκουν μὲν Κᾶρές τε καὶ Λέλεγες, ἐκβαλὼν δʼ ὁ Ἄνδροκλος τοὺς πλείστους ᾤκισεν ἐκ τῶν συνελθόντων αὐτῷ περὶ τὸ Ἀθήναιον καὶ τὴν Ὑπέλαιον, προσπεριλαβὼν καὶ τῆς περὶ τὸν Κορησσὸν παρωρείας.
この都市にはかつてカリア人とレレゲス人が住んでいたが、アンドロクロスがその大部分を追い払い、彼のもとに集まった人々をアテナイオンとヒュペライオンの周辺に入植させ、さらにコリッソス周辺の山麓地帯をも市域に組み入れた。
μέχρι μὲν δὴ τῶν κατὰ Κροῖσον οὕτως ᾠκεῖτο, ὕστερον δʼ ἀπὸ τῆς Παρωρείου καταβάντες περὶ τὸ νῦν ἱερὸν ᾤκησαν μέχρι Ἀλεξάνδρου.
クロイソスの時代まではこのように居住されていたが、その後、彼らは山麓から下りてきて、現在の神殿の周辺に、アレクサンドロスの時代まで居住した。
Λυσίμαχος δὲ τὴν νῦν πόλιν τειχίσας, ἀηδῶς τῶν ἀνθρώπων μεθισταμένων, τηρήσας καταρράκτην ὄμβρον συνήργησε καὶ αὐτὸς καὶ τοὺς ῥινούχους ἐνέφραξεν ὥστε κατακλύσαι τὴν πόλιν·
しかし、リュシマコスが現在の都市を城壁で囲んだ際、人々が移住するのを嫌がったため、彼は豪雨を待ち構えて自らも手を貸し、排水溝を塞いで都市を浸水させた。
οἱ δὲ μετέστησαν ἄσμενοι.
そのため人々は喜んで移住した。
ἐκάλεσε δʼ Ἀρσινόην ἀπὸ τῆς γυναικὸς τὴν πόλιν, ἐπεκράτησε μέντοι τὸ ἀρχαῖον ὄνομα.
彼は妻の名にちなんでその都市をアルシノエと呼んだが、古代の名称が勝った。
ἦν δὲ γερουσία καταγραφομένη, τούτοις δὲ συνῄεσαν οἱ ἐπίκλητοι καλούμενοι καὶ διῴκουν πάντα.
登録された元老院があり、これにエピクレトイと呼ばれる人々が加わって共同で会合を開き、すべての国政を管理していた。