§14.1.16αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα·
さて、僭主政治は、とりわけポリクラテスとその兄弟シュロソンの時代に全盛期を迎えた。
ἦν δʼ ὁ μὲν καὶ τύχῃ καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι·
前者は幸運と権力の両面において目覚ましく、海を支配するほどであった。
τῆς δʼ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς, ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν·
彼の幸運の証拠として人々が挙げるのは、彼が意図的に、高価な宝石と彫刻の施された指輪を海に投げ捨てたところ、少し後に、漁師の一人がそれを飲み込んだ魚を捕まえて持ってきたということである。
ἀνατμηθέντος δʼ εὑρέθη ὁ δακτύλιος·
その魚を切り開いたところ、指輪が見つかった。
πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος ὁ τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις·
これを知ったエジプトの王が、一種の予言のように、「これほどまでに繁栄によって高められた者は、まもなく不運な最期のうちに生涯を終えるだろう」と語ったと言われている。
καὶ δὴ καὶ συμβῆναι τοῦτο·
そして実際にこれが起こった。
ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι.
なぜなら、彼はペルシアのサトラップに騙されて捕らえられ、磔にされたからである。
τούτῳ συνεβίωσεν Ἀνακρέων ὁ μελοποιός·
彼と、叙情詩人アナクレオンは親交を結んだ。
καὶ δὴ καὶ πᾶσα ἡ ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης.
そして実に、彼のすべての詩は彼に関する追憶で満ちている。
ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν·
また、彼の時代にピタゴラスは、僭主政治が台頭するのを見て、市を立ち去り、学問への愛ゆえにエジプトやバビロンへと去っていったと伝えられている。
ἐπανιόντα δʼ ἐκεῖθεν, ὁρῶντα ἔτι συμμένουσαν τὴν τυραννίδα, πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον.
そしてそこから戻った時、未だ僭主政治が存続しているのを見て、イタリアへと船を出し、そこで生涯を終えた。
περὶ Πολυκράτους μὲν ταῦτα.
ポリクラテスについては以上である。
§14.1.17Συλοσῶν δʼ ἀπελείφθη μὲν ἰδιώτης ὑπὸ τοῦ ἀδελφοῦ, Δαρείῳ δὲ τῷ Ὑστάσπεω χαρισάμενος ἐσθῆτα, ἧς ἐπεθύμησεν ἐκεῖνος φοροῦντα ἰδών, οὔπω δʼ ἐβασίλευε τότε, βασιλεύσαντος ἀντέλαβε δῶρον τὴν τυραννίδα.
一方、シュロソンは兄弟によって私人として残されたが、ヒュスタスペスの子ダレイオスがまだ王になっていなかった当時、彼が着ているのを見て欲しがった衣服をダレイオスに贈ったため、ダレイオスが王になった後、その返礼として僭主の地位を受け取った。
πικρῶς δʼ ἦρξεν, ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλις·
しかし、彼は過酷に統治したため、都市は人口減少を来すほどであった。
κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν
"
ἕκητι Συλοσῶντος εὐρυχωρίη.
そして、そこから次の諺が生じることになった。
"
"シュロソンのおかげで、広々としている。
§14.1.18Ἀθηναῖοι δὲ πρότερον μὲν πέμψαντες στρατηγὸν Περικλέα καὶ σὺν αὐτῷ Σοφοκλέα τὸν ποιητὴν πολιορκίᾳ κακῶς διέθηκαν ἀπειθοῦντας τοὺς Σαμίους, ὕστερον δὲ καὶ κληρούχους ἔπεμψαν δισχιλίους ἐξ ἑαυτῶν, ὧν ἦν καὶ Νεοκλῆς ὁ Ἐπικούρου τοῦ φιλοσόφου πατήρ, γραμματοδιδάσκαλος, ὥς φασι·
"アテナイ人は、以前には将軍ペリクレスと、彼とともに詩人ソポクレスを派遣し、従おうとしないサモス人たちを包囲戦によって苦しめたが、後には自分たちの中から2000人の入植者を派遣し、その中には哲学者エピクロスの父で、噂によれば小学校教師であったネオクレスもいた。
καὶ δὴ καὶ τραφῆναί φασιν ἐνθάδε καὶ ἐν Τέῳ καὶ ἐφηβεῦσαι Ἀθήνησι·
そしてエピクロス自身も、ここ(サモス)とテオスで育ち、アテナイで青年兵期を過ごしたと言われている。
γενέσθαι δʼ αὐτῷ συνέφηβον Μένανδρον τὸν κωμικόν·
また、喜劇詩人メナンドロスが彼の同期の青年であった。
Σάμιος δʼ ἦν καὶ Κρεώφυλος, ὅν φασι δεξάμενον ξενίᾳ ποτὲ Ὅμηρον λαβεῖν δῶρον τὴν ἐπιγραφὴν τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας ἅλωσιν.
また、サモス出身者にはクレオピュロスもおり、彼はかつてホメロスを客人として手厚くもてなしたため、人々が『オイカリアの攻略』と呼ぶ詩の著作権を贈り物として受け取ったと言われている。
Καλλίμαχος δὲ τοὐναντίον ἐμφαίνει διʼ ἐπιγράμματός τινος, ὡς ἐκείνου μὲν ποιήσαντος λεγομένου δʼ Ὁμήρου διὰ τὴν λεγομένην ξενίαν
"
τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον
δεξαμένου·
しかしカリマコスは、あるエピグラムにおいてこれとは反対のことを示しており、それによれば、その詩は彼(クレオピュロス)が作ったものであるが、あのもてなしのためにホメロスの作と言われている、という。
κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν,
καὶ ξανθὴν Ἰόλειαν·
"私はサモス人の作。 彼はかつて我が家に神なるホメロスを迎えた。 私はエウリュトスが被った苦難と、金髪のイオレイアを歌う。
Ὁμήρειον δὲ καλεῦμαι
γράμμα·
されど私はホメロスの詩と呼ばれている。
Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
愛するゼウスよ、これこそクレオピュロスにとって大いなる名誉。
"
τινὲς δὲ διδάσκαλον Ὁμήρου τοῦτόν φασιν, οἱ δʼ οὐ τοῦτον ἀλλʼ Ἀριστέαν τὸν Προκοννήσιον.
"ある人々は彼をホメロスの師であったと言い、他の人々は彼ではなくプロコンネソスのアリステアスであったと言う。
§14.1.19παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφʼ ἧς τὸ Ἰκάριον πέλαγος.
サモスにはイカリア島が隣接しており、そこからイカリア海の名が取られている。
αὕτη δʼ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου·
この島はダイダロスの子イカロスの名を冠している。 彼は父親とともに逃亡を企て、二人が羽をつけてクレタ島から飛び立った時、飛行をコントロールできなくなってここに墜落したと言われている。
μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ.
なぜなら、太陽に向かってあまりにも高く昇ったため、蝋が溶けて翼が抜け落ちてしまったからである。
τριακοσίων δʼ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται·
島全体の周囲は300スタディオンで、錨地を除いては港を持たない。 その錨地の中で最も美しいものはヒストイと呼ばれている。
ἄκρα δʼ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον.
そして、西風に向かって突き出ている岬がある。
ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφʼ ᾗ ἵδρυται, πρόσορμον ἔχον·
また島にはタウロポリオスと呼ばれるアルテミスの神殿があり、オイノエという小さな町があり、またそれが位置する岬と同名で、錨地を持つドラカノンという別の町もある。
ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ.
この岬は、カンタリオスと呼ばれるサモスの岬から80スタディオン離れており、これが両者の間の最短の横断距離である。
νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.
しかし現在では、人口が減少しているこの島を、サモス人が主に家畜の放牧のために利用している。