Humanitext Reader

斯特拉波 · 地理学 §14.1.20-14.1.21

以弗所周边地理与城市变迁

第 442 段,共 577 段 · 希腊语

内容简介

本段落描述了以弗所海岸的地理特征以及奥尔蒂吉亚林苑中关于勒托分娩的神话传说,随后记述了以弗所城的历史变迁和利西马科斯对该城的迁建。

§14.1.20μετὰ δὲ τὸν Σάμιον πορθμὸν τὸν πρὸς Μυκάλῃ πλέουσιν εἰς Ἔφεσον ἐν δεξιᾷ ἐστιν ἡ Ἐφεσίων παραλία· μέρος δέ τι ἔχουσιν αὐτῆς καὶ οἱ Σάμιοι.
越过临近米卡勒的萨摩斯海峡,对于向着以弗所航行的人来说,右侧即是以弗所人的海岸;萨摩斯人也占有其中的一部分。
πρῶτον δʼ ἐστὶν ἐν τῇ παραλίᾳ τὸ Πανιώνιον τρισὶ σταδίοις ὑπερκείμενον τῆς θαλάττης, ὅπου τὰ Πανιώνια, κοινὴ πανήγυρις τῶν Ἰώνων, συντελεῖται τῷ Ἑλικωνίῳ Ποσειδῶνι καὶ θυσία· ἱερῶνται δὲ Πριηνεῖς· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Πελοποννησιακοῖς.
海岸上的首个地点是帕尼奥尼昂,位于海面上方三斯塔迪翁处,那里是爱奥尼亚人的共同节日帕尼奥尼亚节的举办地,并向赫利孔尼奥斯·波塞冬举行祭祀;普里埃内人担任祭司;关于他们,已在《伯罗奔尼撒篇》中有所提及。
εἶτα Νεάπολις, ἣ πρότερον μὲν ἦν Ἐφεσίων νῦν δὲ Σαμίων διαλλαξαμένων πρὸς τὸ Μαραθήσιον, τὸ ἐγγυτέρω πρὸς τὸ ἀπωτέρω·
接着是尼阿波利斯,它以前属于以弗所人,但现在属于萨摩斯人,因为他们用马拉特西翁与其进行了交换——用较近的交换了较远的。
εἶτα Πύγελα πολίχνιον, ἱερὸν ἔχον Ἀρτέμιδος Μουνυχίας, ἵδρυμα Ἀγαμέμνονος, οἰκούμενον ὑπὸ μέρους τῶν ἐκείνου λαῶν· πυγαλγίας γάρ τινας καὶ γενέσθαι καὶ κληθῆναι, κάμνοντας δʼ ὑπὸ τοῦ πάθους καταμεῖναι, καὶ τυχεῖν οἰκείου τοῦδε τοῦ ὀνόματος τὸν τόπον.
接着是小镇皮格拉,拥有一座慕尼基亚·阿尔忒弥斯的神殿,由阿伽门农所建,并由他的部分军队居住;因为据说他们患了某种“臀部疼痛”并以此得名,而遭受这种痛苦的人留在那里,使该地获得了这个贴切的名字。
εἶτα λιμὴν Πάνορμος καλούμενος ἔχων ἱερὸν τῆς Ἐφεσίας Ἀρτέμιδος· εἶθʼ ἡ πόλις.
然后是被称为帕诺尔莫斯的港口,拥有一座以弗所·阿尔忒弥斯的神殿;接着是以弗所城。
ἐν δὲ τῇ αὐτῇ παραλίᾳ μικρὸν ὑπὲρ τῆς θαλάττης ἐστὶ καὶ ἡ Ὀρτυγία, διαπρεπὲς ἄλσος παντοδαπῆς ὕλης, κυπαρίττου δὲ τῆς πλείστης.
在同一海岸上,海面上方不远处还有奥尔蒂吉亚,这是一片由各种树木组成的杰出林苑,其中大部分是柏树。
διαρρεῖ δὲ ὁ Κέγχριος ποταμός, οὗ φασι νίψασθαι τὴν Λητὼ μετὰ τὰς ὠδῖνας.
肯克里奥斯河穿流其间,据说勒托在分娩后曾在此清洗。
ἐνταῦθα γὰρ μυθεύουσι τὴν λοχείαν καὶ τὴν τροφὸν τὴν Ὀρτυγίαν καὶ τὸ ἄδυτον ἐν ᾧ ἡ λοχεία, καὶ τὴν πλησίον ἐλαίαν, ᾗ πρῶτον ἐπαναπαύσασθαί φασι τὴν θεὸν ἀπολυθεῖσαν τῶν ὠδίνων.
因为人们在这里神话化了分娩、乳母奥尔蒂吉亚、发生分娩的至圣所,以及附近的橄榄树,据说女神在解脱分娩痛苦后最先在树下休息。
ὑπέρκειται δὲ τοῦ ἄλσους ὄρος ὁ Σολμισσός, ὅπου στάντας φασὶ τοὺς Κουρῆτας τῷ ψόφῳ τῶν ὅπλων ἐκπλῆξαι τὴν Ἥραν ζηλοτύπως ἐφεδρεύουσαν, καὶ λαθεῖν συμπράξαντας τὴν λοχείαν τῇ Λητοῖ.
林苑上方耸立着索尔米索斯山,据说库雷特斯人曾立于山上,用武器的撞击声惊吓了嫉妒监视的赫拉,从而帮助勒托隐瞒了分娩。
ὄντων δʼ ἐν τῷ τόπῳ πλειόνων ναῶν, τῶν μὲν ἀρχαίων τῶν δʼ ὕστερον γενομένων, ἐν μὲν τοῖς ἀρχαίοις ἀρχαῖά ἐστι ξόανα, ἐν δὲ τοῖς ὕστερον Σκόπα ἔργα· ἡ μὲν Λητὼ σκῆπτρον ἔχουσα, ἡ δʼ Ὀρτυγία παρέστηκεν ἑκατέρᾳ τῇ χειρὶ παιδίον ἔχουσα.
由于该地有数座神殿,有些是古老的,有些是后来建造的,在古老的神殿中存有古老的木雕神像,而在后来的神殿中则有斯科普斯的雕刻作品:勒托手持权杖,奥尔蒂吉亚立于其旁,双手各抱一个孩子。
πανήγυρις δʼ ἐνταῦθα συντελεῖται κατʼ ἔτος, ἔθει δέ τινι οἱ νέοι φιλοκαλοῦσι μάλιστα περὶ τὰς ἐνταῦθα εὐωχίας λαμπρυνόμενοι· τότε δὲ καὶ τῶν Κουρήτων ἀρχεῖον συνάγει συμπόσια καί τινας μυστικὰς θυσίας ἐπιτελεῖ.
这里每年都会举行节日盛会,按照某种习俗,青年人尤其通过在宴会中展现华丽来竞美;届时库雷特斯人的官署也会召集宴会并举行某些神秘的祭祀。
§14.1.21τὴν δὲ πόλιν ᾤκουν μὲν Κᾶρές τε καὶ Λέλεγες, ἐκβαλὼν δʼ ὁ Ἄνδροκλος τοὺς πλείστους ᾤκισεν ἐκ τῶν συνελθόντων αὐτῷ περὶ τὸ Ἀθήναιον καὶ τὴν Ὑπέλαιον, προσπεριλαβὼν καὶ τῆς περὶ τὸν Κορησσὸν παρωρείας.
这座城市曾由卡里亚人和勒莱吉斯人居住,但安德罗克洛斯驱逐了其中大部分人,并将聚集在他身边的人安置在阿提奈翁和希佩莱翁周围,还额外纳入了科雷索斯周围的陡峭山麓。
μέχρι μὲν δὴ τῶν κατὰ Κροῖσον οὕτως ᾠκεῖτο, ὕστερον δʼ ἀπὸ τῆς Παρωρείου καταβάντες περὶ τὸ νῦν ἱερὸν ᾤκησαν μέχρι Ἀλεξάνδρου.
直到克罗伊索斯时代,城市一直以此种方式被居住,但后来,他们从山麓下移,居住在如今的神殿周围,直至亚历山大时代。
Λυσίμαχος δὲ τὴν νῦν πόλιν τειχίσας, ἀηδῶς τῶν ἀνθρώπων μεθισταμένων, τηρήσας καταρράκτην ὄμβρον συνήργησε καὶ αὐτὸς καὶ τοὺς ῥινούχους ἐνέφραξεν ὥστε κατακλύσαι τὴν πόλιν· οἱ δὲ μετέστησαν ἄσμενοι.
然而,当利西马科斯为现在的城市筑墙时,由于人们不愿搬迁,他等待了一场暴雨,并亲自协助堵塞了排水沟,从而淹没了城市;于是人们便欣然搬迁。
ἐκάλεσε δʼ Ἀρσινόην ἀπὸ τῆς γυναικὸς τὴν πόλιν, ἐπεκράτησε μέντοι τὸ ἀρχαῖον ὄνομα.
他以妻子的名字将该城命名为阿尔西诺伊,但古老的名字最终占了上风。
ἦν δὲ γερουσία καταγραφομένη, τούτοις δὲ συνῄεσαν οἱ ἐπίκλητοι καλούμενοι καὶ διῴκουν πάντα.
有一个注册的元老院,被称为埃皮克雷托伊的人们与他们共同集会,管理一切事务。

词汇与语法注释

  1. 14.1.20πλέουσιν — 与格现在分词。在此处用作关系与格(dativus relationis),意为“对于(向着以弗所)航行的人来说”。它修饰主句的动词 ἐστί,为空间位置的叙述提供了观察基准。
  2. 14.1.20διαλλαξαμένων — 属格独立结构,其逻辑主语为萨摩斯人(οἱ Σάμιοι)。表示原因或背景,意为“因为他们用马拉特西翁进行了交换”。
  3. 14.1.20πυγαλγίας γάρ τινας καὶ γενέσθαι καὶ κληθῆναι, κάμνοντας δʼ ὑπὸ τοῦ πάθους καταμεῖναι, καὶ τυχεῖν οἰκείου τοῦδε τοῦ ὀνόματος τὸν τόπον — 一系列带对格的主动词不定式结构(间接引语),其在上下文里依赖于被省略的表示“据说”或“传闻”的动词(如 φασί)。各不定式的逻辑主语分别为 πυγαλγίας τινας(对应 γενέσθαι/κληθῆναι)、κάμνοντας(对应 καταμεῖναι)以及 τὸν τόπον(对应 τυχεῖν)。
  4. 14.1.21τοὺς ῥινούχους — 动词 ἐνέφραξεν(堵塞)的直接宾语。从字源上看与“通过鼻子的通道”(来自 ῥίς,鼻)相关,是一个罕见名词,指城市的排水沟或雨水排出口,用以说明利西马科斯如何通过堵塞它们来人为制造洪水以淹没城市。

引用这一段

斯特拉波, 地理学 §14.1.20-14.1.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.20-14.1.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。