§14.1.11ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία, παρʼ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν, Χαρώνιον λεγόμενον, ὀλεθρίους ἔχον ἀποφοράς.
从那里前行四斯塔迪翁有一个卡里亚人的村庄廷布里亚,其旁有一个被称为卡罗尼翁的、飞鸟不入的圣洞,释放着致命的毒气。
ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρῳ, Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίᾳ καὶ Κρητῶν, περὶ ἧς αὐτίκα ἐροῦμεν.
在其上方坐落着迈安德罗斯河畔的马格内西亚,它是帖撒利雅的马格内斯人和克里特人的殖民地,我们稍后将对此进行介绍。
§14.1.12μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δʼ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον.
在迈安德罗斯河口之后是普里埃内一带的海岸;在它上方是普里埃内和米卡勒山,此山野生动物繁多且树木茂盛。
ἐπίκειται δὲ τῇ Σαμίᾳ καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν.
它面向萨摩斯领地,并在被称为特罗吉利乌斯的岬角之外,与萨摩斯之间形成了一条大约七斯塔迪翁宽的海峡。
λέγεται δʼ ὑπό τινων ἡ Πριήνη Κάδμη, ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δʼ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν, περὶ οὗ φησιν οὕτως Ἱππῶναξ
"
καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.
普里埃内被一些人称为卡德梅,因为共同重建它的菲洛塔斯是波伊奥蒂亚人;普里埃内诞生了七贤之一的拜阿斯,关于他,希波纳克斯这样说道:"而且,比普里埃内的拜阿斯更善于打官司。
" §14.1.13τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατʼ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας, τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων.
"在特罗吉利乌斯角的前方,有一个同名的小岛;从这里到苏尼翁岬角的最近航线为一千六百斯塔迪翁,开始时右侧有萨摩斯岛、伊卡里亚岛和科尔西亚群岛,左侧有梅兰提奥伊礁石,其余航程则穿过环状群岛(基克拉泽斯)的中间。
καὶ αὐτὴ δʼ ἡ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί.
特罗吉利乌斯岬角本身就是米卡勒山的一个山脚。
τῇ Μυκάλῃ δʼ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ ἡ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.
与米卡勒山相邻的还有另一座山,即以弗所领地的帕克蒂埃斯山;而梅索吉斯山也终结于此。
§14.1.14ἀπὸ δὲ τῆς Τρωγιλίου στάδιοι τετταράκοντα εἰς τὴν Σάμον· βλέπει δὲ πρὸς νότον καὶ αὐτὴ καὶ ὁ λιμὴν ἔχων ναύσταθμον.
从特罗吉利乌斯到萨摩斯有四十斯塔迪翁;该岛本身和拥有军港的港口都朝向南方。
ἔστι δʼ αὐτῆς ἐν ἐπιπέδῳ τὸ πλέον ὑπὸ τῆς θαλάττης κλυζόμενον, μέρος δέ τι καὶ εἰς τὸ ὄρος ἀνέχει τὸ ὑπερκείμενον.
该市的大部分位于被海水冲刷的平地上,但也有一部分向上延伸到上方耸立的山中。
ἐν δεξιᾷ μὲν οὖν προσπλέουσι πρὸς τὴν πόλιν ἔστι τὸ Ποσείδιον ἄκρα ἡ ποιοῦσα πρὸς τὴν Μυκάλην τὸν ἑπταστάδιον πορθμόν, ἔχει δὲ νεὼν Ποσειδῶνος· πρόκειται δʼ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς· ἐπʼ ἀριστερᾷ δὲ τὸ προάστειον τὸ πρὸς τῷ Ἡραίῳ καὶ ὁ Ἴμβρασος ποταμὸς καὶ τὸ Ἡραῖον, ἀρχαῖον ἱερὸν καὶ νεὼς μέγας, ὃς νῦν πινακοθήκη ἐστί· χωρὶς δὲ τοῦ πλήθους τῶν ἐνταῦθα κειμένων πινάκων ἄλλαι πινακοθῆκαι καὶ ναΐσκοι τινές εἰσι πλήρεις τῶν ἀρχαίων τεχνῶν· τό τε ὕπαιθρον ὁμοίως μεστὸν ἀνδριάντων ἐστὶ τῶν ἀρίστων· ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως, ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο, τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα, τὸν δὲ Δία εἰς τὸ Καπετώλιον μετήνεγκε κατασκευάσας αὐτῷ ναΐσκον.
因此,对于向该市航行的人来说,右侧是波塞迪翁岬角,它与米卡勒山之间形成了七斯塔迪翁宽的海峡,岬角上建有波塞冬神殿;其前方横卧着纳尔特基斯小岛;左侧则是靠近赫拉神殿的郊区、因布拉索斯河以及赫拉神殿,这是一座古老的圣所和宏伟的神庙,现在用作画廊;除了这里陈列的大量画作外,还有其他的画廊和一些摆满了古代艺术品的小神庙;露天场所也同样堆满了最优秀的雕像;其中有三尊米隆创作的巨型雕像安装在同一个基座上,安东尼曾将其运走,但奥古斯特·凯撒又将其中两尊——雅典娜和赫拉克勒斯——放回原基座上,而将宙斯像移到了卡皮托林,并为之建造了一座小神殿。
§14.1.15περίπλους δʼ ἐστὶ τῆς Σαμίων νήσου σταδίων ἑξακοσίων.
萨摩斯人岛屿的绕航一周为六百斯塔迪翁。
ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος, εἴτʼ ἀπό τινος ἐπιχωρίου ἥρωος εἴτʼ ἐξ Ἰθάκης καὶ Κεφαλληνίας ἀποικήσαντος.
在卡里亚人居住时,它以前被称为帕尔特尼亚,然后是安特穆斯,接着是梅兰普洛斯,再后来是萨摩斯,这也许得名于当地的某位英雄,或者是得名于从伊萨卡和凯法莱尼亚迁来的移民。
καλεῖται μὲν οὖν καὶ ἄκρα τις Ἄμπελος βλέπουσά πως πρὸς τὸ τῆς Ἰκαρίας Δρέπανον, ἀλλὰ καὶ τὸ ὄρος ἅπαν ὃ ποιεῖ τὴν ὅλην νῆσον ὀρεινὴν ὁμωνύμως λέγεται·
因此,某个岬角也被称为阿姆佩洛斯,在某种程度上朝向伊卡里亚的德雷帕农岬角,但使整个岛屿多山的那座山也同名。
ἔστι δʼ οὐκ εὔοινος, καίπερ εὐοινουσῶν τῶν κύκλῳ νήσων, καὶ τῆς ἠπείρου σχεδόν τι τῆς προσεχοῦς πάσης τοὺς ἀρίστους ἐκφερούσης οἴνους· οἷον Χίου καὶ Λέσβου καὶ Κῶ·
尽管周围的岛屿出产美酒,而且几乎所有邻近的大陆都出产最优质的葡萄酒(例如希奥、莱斯博斯和科斯),但该岛并不盛产好酒。
καὶ μὴν καὶ ὁ Ἐφέσιος καὶ Μητροπολίτης ἀγαθοί, ἥ τε Μεσωγὶς καὶ ὁ Τμῶλος καὶ ἡ Κατακεκαυμένη καὶ Κνίδος καὶ Σμύρνα καὶ ἄλλοι ἀσημότεροι τόποι διαφόρως χρηστοινοῦσιν ἢ πρὸς ἀπόλαυσιν ἢ πρὸς διαίτας ἰατρικάς.
此外,以弗所和麦特罗波利斯的酒也很好,梅索吉斯、特莫洛斯、焦土区(卡타케카우메네)、克尼多斯、塞浦路斯以及其他不太出名的地方也出产极为优质的葡萄酒,或用于享乐,或用于医疗饮食。
περὶ μὲν οἴνους οὐ πάνυ εὐτυχεῖ Σάμος, τὰ δʼ ἄλλα εὐδαίμων, ὡς δῆλον ἔκ τε τοῦ περιμάχητον γενέσθαι καὶ ἐκ τοῦ τοὺς ἐπαινοῦντας μὴ ὀκνεῖν ἐφαρμόττειν αὐτῇ τὴν λέγουσαν παροιμίαν ὅτι φέρει καὶ ὀρνίθων γάλα.
在葡萄酒方面,萨摩斯并不怎么幸运,但在其他方面却很富饶,这从它成为争夺的目标,以及赞美它的人毫不犹豫地用“它甚至产鸟奶”这句谚语来形容它就清楚地看出来。
τοῦτο δὲ καὶ τῶν τυραννίδων αἴτιον αὐτῇ κατέστη καὶ τῆς πρὸς Ἀθηναίους ἔχθρας.
这也成为了该岛出现篡位统治以及与雅典人结怨的原因。