Humanitext Reader

斯特拉波 · 地理学 §13.4.6-13.4.9

荷马地名考辨与萨尔迪斯周边的王陵

第 434 段,共 577 段 · 希腊语

内容简介

本章节探讨了荷马史诗中提及的“海德”和“阿里莫伊”的具体地理位置的各种学说,并记述了萨尔迪斯周边的王陵、历史上的征服事件以及当地的杰出人物。

§13.4.6κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ " Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην, υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας, " προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος " Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
荷马的诗句既然大约是这样写的: “至于梅奥尼亚人,则由梅斯特勒斯与安提波斯率领,他们是塔莱梅内斯之子,为吉盖亚湖所生,他们确实率领着在特莫卢斯山下出生的梅奥尼亚人,” 有些人便补写了这第四句诗: “在多雪的特莫卢斯山下,在海德富饶的国土。
" οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς.
” 但是在吕底亚人中找不到任何叫海德的地方。
οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής " σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι.
有些人还把提基乌斯说成是来自该地,诗人说他是 “在海德,皮革工匠中无可匹敌的最优秀者。
" προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ " εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς " ἐπεισφέρουσι " χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ.
” 他们还补充说,该地树木茂密并常遭雷击,而且阿里莫伊人也在那里;因为对于 “在阿里莫伊人的地方,据说那里是堤丰的卧榻” 他们插入了: “在树木茂密的地方,在海德富饶的国土。
" ἄλλοι δʼ ἐν Κιλικίᾳ, τινὲς δʼ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς.
” 但其他人将这一神话定位在基利家,有些人定在叙利亚,另一些人定在皮特库塞,后者还说在伊特鲁里亚人中,猴子被称为“阿里莫伊”;有些人将萨尔迪斯称为“海德”,另一些人则称其卫城为“海德”。
πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας.
但斯凯普西斯的德米特里乌斯认为,将阿里莫伊人定位在妙乌西亚的卡塔凯考梅内的人最具有说服力。
Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ· καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα " τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
品达将皮特库塞(即在库迈沿岸前方的岛屿)和西西里岛的事件与基利家的事件联系在一起;因为他说堤丰躺在埃特纳火山之下: “他曾被那著名的基利家洞穴抚养;然而现在库迈之上由海阻隔的海岸与西西里正压在满是体毛的胸膛。
" καὶ πάλιν " κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται.
” 又说: “埃特纳山作为宏大的锁链围绕着他,横跨其上。
" καὶ πάλιν " ἀλλʼ οἶος ἄπλατον κεράιζε θεῶν Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ ἐν Ἀρίμοις ποτέ.
” 又说: “但只有父神宙斯,曾因无可奈何,在阿里莫伊人的土地上,击败了那无法接近的、拥有五十个头的众神之怪堤丰。
" οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν.
” 但有些人将阿里莫伊人理解为叙利亚人,现在被称为阿拉米人;并说在特洛伊的基利家人在迁移并重新在叙利亚定居后,从叙利亚人那里切分出了现在被称为基利家的土地。
Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.
卡利斯提尼说,阿里莫伊人位于卡吕卡德努斯河和萨尔佩东角附近,紧邻科吕基奥斯洞穴本身,并因此附近的群山被称为阿里马。
§13.4.7περίκειται δὲ τῇ λίμνῃ τῇ Κολόῃ τὰ μνήματα τῶν βασιλέων· πρὸς δὲ ταῖς Σάρδεσιν ἔστι τὸ τοῦ Ἀλυάττου ἐπὶ κρηπῖδος ὑψηλῆς χῶμα μέγα, ἐργασθέν, ὥς φησιν Ἡρόδοτος, ὑπὸ τοῦ πλήθους τῆς πόλεως, οὗ τὸ πλεῖστον ἔργον αἱ παιδίσκαι συνετέλεσαν· λέγει δʼ ἐκεῖνος καὶ πορνεύεσθαι πάσας· τινὲς δὲ καὶ πόρνης μνῆμα λέγουσι τὸν τάφον.
科洛埃湖的周围耸立着国王们的陵墓;而在萨尔迪斯附近,有阿吕亚特斯的巨大土垒,建在高耸的基座上,正如希罗多德所说,是由该城的民众建造的,其中年轻女奴们完成了最大部分的工程;他甚至还说她们全都从事卖淫;而有些人也称该墓为“妓女之墓”。
χειροποίητον δὲ τὴν λίμνην ἔνιοι ἱστοροῦσι τὴν Κολόην πρὸς τὰς ἐκδοχὰς τῶν πλημμυρίδων, αἳ συμβαίνουσι τῶν ποταμῶν πληρουμένων.
但也有人记载科洛埃湖是人工开挖的,用于蓄纳在河流满溢时发生的洪水。
Ὕπαιπα δὲ πόλις ἐστὶ καταβαίνουσιν ἀπὸ τοῦ Τμώλου πρὸς τὸ τοῦ Καΰστρου πεδίον.
乌派帕是一座从特莫卢斯山下到凯斯特罗斯平原途中的城市。
§13.4.8φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθʼ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν.
卡利斯提尼说,萨尔迪斯首先被辛梅里亚人攻陷,随后被特雷雷斯人和吕基亚人攻陷,哀歌诗人卡利努斯也表明了这一点,而在居鲁士和克罗伊斯时代的攻陷是最后的。
λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι καθʼ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς· τάχα γὰρ ἡ Μῃονία φησίν Ἀσία ἐλέγετο, καθʼ ὃ καὶ Ὅμηρος εἴρηκεν " Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα.
由于卡利努斯说辛梅里亚人的入侵是针对埃西奥内斯人,在这次入侵期间萨尔迪斯被攻陷,斯凯普西斯的德米特里乌斯的随从们便推测,在爱奥尼亚方言中阿西奥内斯人被称为埃西奥内斯人;因为他说道,也许梅奥尼亚曾被称为亚细亚,正如荷马也曾说过: “在凯斯特罗斯河流周围的亚细亚草地上。
" ἀναληφθεῖσα δʼ ἀξιολόγως ὕστερον διὰ τὴν ἀρετὴν τῆς χώρας ἡ πόλις καὶ οὐδεμιᾶς λειπομένη τῶν ἀστυγειτόνων, νεωστὶ ὑπὸ σεισμῶν ἀπέβαλε πολλὴν τῆς κατοικίας.
” 由于土地的肥沃,该城后来得到了显著的重建,不亚于任何邻近的城市,但最近因为地震,它失去了大量的居民区。
ἡ δὲ τοῦ Τιβερίου πρόνοια τοῦ καθʼ ἡμᾶς ἡγεμόνος καὶ ταύτην καὶ τῶν ἄλλων συχνὰς ἀνέλαβε ταῖς εὐεργεσίαις, ὅσαι περὶ τὸν αὐτὸν καιρὸν ἐκοινώνησαν τοῦ αὐτοῦ πάθους.
然而,我们时代的统治者提贝里乌斯的远见,通过他的恩典,重建了这座城市以及许多其他在同一时期遭受同样灾难的城市。
§13.4.9ἄνδρες δʼ ἀξιόλογοι γεγόνασι τοῦ αὐτοῦ γένους Διόδωροι δύο οἱ ῥήτορες, ὧν ὁ πρεσβύτερος ἐκαλεῖτο Ζωνᾶς, ἀνὴρ πολλοὺς ἀγῶνας ἠγωνισμένος ὑπὲρ τῆς Ἀσίας, κατὰ δὲ τὴν Μιθριδάτου τοῦ βασιλέως ἔφοδον αἰτίαν ἐσχηκὼς ὡς ἀφιστὰς παρʼ αὐτοῦ τὰς πόλεις ἀπελύσατο τὰς διαβολὰς ἀπολογησάμενος· τοῦ δὲ νεωτέρου φίλου ἡμῖν γενομένου καὶ ἱστορικὰ συγγράμματα ἔστι καὶ μέλη καὶ ἄλλα ποιήματα τὴν ἀρχαίαν γραφὴν ἐπιφαίνοντα ἱκανῶς.
同一个家族中诞生了杰出的人物:两位名叫狄奥多罗斯的修辞学家,其中较年长者被称为佐纳斯,是一位为亚细亚进行了许多斗争的男子,在国王米特里达梯入侵期间,他被控企图使各城市背叛国王,但他通过辩护澄清了诽谤;而成为我们友人的年轻一位狄奥多罗斯,留有历史著作以及抒情诗和其他诗作,充分展现了古风的文体。
Ξάνθος δὲ ὁ παλαιὸς συγγραφεὺς Λυδὸς μὲν λέγεται, εἰ δὲ ἐκ Σάρδεων οὐκ ἴσμεν.
古老历史学家克桑托斯据说是吕底亚人,但他是否来自萨尔迪斯我们不得而知。

词汇与语法注释

  1. §13.4.6κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ — 这是一个属格绝对独立结构(genitive absolute),意为“由于荷马的诗句大约是这样写的”,说明了接下来引用荷马诗句的原因。
  2. §13.4.6οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν — 副词“ἐνθένδε”意为“从这里”或“来自该地”,在此指代前文紧邻提到的“海德”(Hyde)。
  3. §13.4.6οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι — 关系代词“οἳ”的先行词是紧邻其前的“οἱ δʼ ἐν Πιθηκούσσαις,”(将该神话定位在皮特库塞的人)。该从句通过将皮特库塞(在希腊语中意为“猴子之岛”)与伊特鲁里亚(泰伦尼亚)语中的“arimos”(猴子)相联系,来解释其词源。
  4. §13.4.8εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς — 主动词“εἰκάζουσιν”(他们推测)支配一个带对格的不定式(accusative with infinitive)结构。主句主语是“οἱ περὶ τὸν Σκήψιον”(斯凯普西斯的德米特里乌斯的随从们),不定式“λέγεσθαι”的逻辑主语是“τοὺς Ἀσ洞内斯”,补语是“Ἠσιονεῖς”。副词“ἰαστὶ”意为“用爱奥尼亚方言”。

引用这一段

斯特拉波, 地理学 §13.4.6-13.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.4.6-13.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。