Humanitext Reader

ストラボン · 地理誌 §13.4.3-13.4.5

ペルガモンの著名人とリュディアの古都サルディス

433 / 577 箇所 · ギリシア語

要旨

ペルガモン出身の著名な人物であるミトリダテスや弁論家アポロドロスらを紹介し、次いでペルガモン東方および南方の地理、そしてリュディアの古都サルディスとその周辺の山河や湖について記述する。

§13.4.3ἄνδρες δʼ ἐγένοντο ἐλλόγιμοι καθʼ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν·
私たちの時代にペルガモン出身で著名になった男たちには、メノドトスの息子であり、ガラティアのテトラルコス(4分領主)の一族であるアドボギオニスを母とするミトリダテスがいる。 彼女は王ミトリダテスの愛妾でもあったと言われている。
ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι.
それゆえ、親しい人々は、彼が王から生まれたと見せかけて、その子供にこの名を授けたのである。
οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου·
ともかくこの者は神君カエサルの友となり、これほどの栄誉に達したため、母方の一族のテトラルコスに指名されただけでなく、他の地域やボスポロスの王にも任命された。
κατελύθη δʼ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον.
しかし彼は、王ファルナケスを殺害してボスポロスを奪取したアサンドロスによって滅ぼされた。
οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ὁ ῥήτωρ ὁ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτʼ ἐστί·
このように、この者も大いなる名声に値すると見なされているが、それは弁論家アポロドロスも同様であり、彼は『弁論術』を著し、アポロドロス派を創始した。 それがどのようなものであれ。
πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ ἡ Ἀπολλοδώρειος αἵρεσις καὶ ἡ Θεοδώρειος.
というのも、多くの教義が支配的であったが、私たちの力を超える判断を要するものであり、その中にはアポロドロス派とテオドロス派もあるからである。
μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον ἡ τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον·
しかし、アポロドロスを最も高めたのは、彼の言論の生徒となった尊厳公カエサルの友情であった。
μαθητὴν δʼ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ·
また彼は優れた弟子として、アッティコスと呼ばれた、彼の同郷人であるディオニュシオスを得た。
καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.
というのも、彼は有能なソフィストであり、著述家であり、演説起草者でもあったからである。
§13.4.4προϊόντι δʼ ἀπὸ τοῦ πεδίου καὶ τῆς πόλεως ἐπὶ μὲν τὰ πρὸς ἕω μέρη πόλις ἐστὶν Ἀπολλωνία, μετεώροις ἐπικειμένη τόποις·
平原や都市から出発して東の方角へ進む者にとっては、高台に位置するアポロニアという都市がある。
ἐπὶ δὲ τὸν νότον ὀρεινὴ ῥάχις ἐστίν, ἣν ὑπερβᾶσι καὶ βαδίζουσιν ἐπὶ Σάρδεων πόλις ἐστὶν ἐν ἀριστερᾷ Θυάτειρα, κατοικία Μακεδόνων, ἣν Μυσῶν ἐσχάτην τινὲς φασίν.
南には山脈があり、それを越えてサルディスへと進んでいく人々にとっては、左手にマケドニア人の植民都市であるテュアテイラがあり、これをミュシアの最果ての地と呼ぶ者もいる。
ἐν δεξιᾷ δʼ Ἀπολλωνίς, διέχουσα Περγάμου τριακοσίους σταδίους, τοὺς δὲ ἴσους καὶ τῶν Σάρδεων·
右手にはアポロニスがあり、ペルガモンから三百スタディオン、サルディスからも同等の距離を隔てている。
ἐπώνυμος δʼ ἐστὶ τῆς Κυζικηνῆς Ἀπολλωνίδος·
この名はキジコス出身のアポロニスにちなんでいる。
εἶτʼ ἐκδέχεται τὸ Ἕρμου πεδίον καὶ Σάρδεις·
その後にヘルモス川の平原とサルディスが続く。
τὰ δὲ προσάρκτια τῷ Περγάμῳ τὰ πλεῖστα ὑπὸ Μυσῶν ἔχεται τὰ ἐν δεξιᾷ τῶν Ἀβαειτῶν λεγομένων, οἷς συνάπτει ἡ Ἐπίκτητος μέχρι Βιθυνίας.
ペルガモンの北方の地域の大部分は、アバエトイと呼ばれる人々の右手にいるミュシア人によって占められており、彼らにはビテュニアに至るまでエピクテトスが隣接している。
§13.4.5αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δʼ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ·
サルディスは大きな都市であり、トロイアの時代よりは新しいが、それでもなお古く、防備の堅いアクロポリスを有している。
βασίλειον δʼ ὑπῆρξε τῶν Λυδῶν, οὓς ὁ ποιητὴς καλεῖ Μῄονας οἱ δʼ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δʼ ἑτέρους ἀποφαίνοντες·
そこはリュディア人の王都であった。 詩人は彼らをメーオネスと呼び、後世の人々はマイオネスと呼んだが、彼らをリュディア人と同一視する者もいれば、異なると主張する者もいる。
τοὺς δʼ αὐτοὺς ἄμεινόν ἐστι λέγειν.
しかし、彼らを同一と見なす方がより良い。
ὑπέρκειται δὲ τῶν Σάρδεων ὁ Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφʼ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν·
サルディスの上方には、豊かな山であるトモロス山がそびえており、その山頂にはペルシア人の手による白い石の張り出し席である展望台を有しており、そこから周囲の平原、特にカウストロス平原が見渡せる。
περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες.
周辺にはリュディア人、ミュシア人、マケドニア人が住んでいる。
ῥεῖ δʼ ὁ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφʼ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι·
パクトロス川がトモロス山から流れており、かつては多くの砂金を運んでいた。 それによってクロイソスや彼の先祖たちのいわゆる富が有名になったと言われている。
νῦν δʼ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται.
しかし現在では、既に述べられたように砂金は途絶えている。
καταφέρεται δʼ ὁ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ ὁ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος·
パクトロス川はヘルモス川に注いでおり、そのヘルモス川には、現在フリュギオスと呼ばれているヒュロス川も合流している。
συμπεσόντες δʼ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν.
これら三つの川と、さらに他のより名もない川もそれらとともに合流し、ヘロドトスが言っているように、ポカイア近郊の海へと流れ込んでいる。
ἄρχεται δʼ ἐκ Μυσίας ὁ Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης.
ヘルモス川はミュシアに源を発し、ディンデュメネの聖なる山から流れ、カタケカウメネを通り、サルディス地方およびそれに続く平原へと流れて海に至る。
ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων.
都市の下には、サルディス平原、キュロス平原、ヘルモス平原、カウストロス平原が広がっており、これらは連続しており、すべての平原の中で最も優れている。
ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν ἡ Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη, Κολόη δʼ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον.
都市から四十スタディオンのところには、詩人によってギュガイアと呼ばれ、後にコロエと名を変えた湖があり、そこには大いなる崇敬を集めるコロエネのアルテミスの神殿がある。
φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδʼ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.
祝祭の間、そこでは籠が踊ると言われているが、どのようにしてそう言われるのか私にはわからないが、真実を語るというよりは、奇異な話を誇張して語っているのである。

語釈・文法注

  1. §13.4.3ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους — 関係副詞 `ὅθεν` に導かれる不定詞句。`τοὺς ἐπιτηδείους` が不定詞 `θέσθαι` の意味上の主語であり、分詞 `προσποιησαμένους` もこれに一致する。前文の `φασίν` からの間接話法を引き継ぐ形で、「それゆえ、親しい人々は彼が王の子であると偽って、その子供にこの名を授けた(と言われている)」と解釈する。
  2. §13.4.3μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν — 分詞 `ἔχοντα` は文脈上の中性複数名(多くの教義や論争)を修飾する。`μείζονα ἢ καθʼ ἡμᾶς ... τὴν κρίσιν` は「私たちの能力や時代を超える判断を要する」の意。複数の解釈がありうるが、ここでは「私たちの力を超えるほど大きな判断を必要とする(複雑な議論を含んでいる)」として解釈する。
  3. §13.4.4προϊόντι δʼ / ὑπερβᾶσι καὶ βαδίζουσιν — これらの与格分詞(単数 `προϊόντι`、複数 `ὑπερβᾶσι καὶ βαδίζουσιν`)は、地理的記述において移動する旅人を想定した「〜を進む者にとって」という関係の与格(dativus referentis)である。明示的な主語を欠くが、道案内の視点を示す役割を果たしている。
  4. §13.4.5χορεύειν τοὺς καλάθους — 不定詞 `χορεύειν`(踊る)の意味上の主語は `τοὺς καλάθους`(籠)。祝祭において「籠が自動的に踊る(あるいは、籠を載せた人々が踊る)」という不思議な現象を指す。ストラボン自身は、続く文でこの奇異な主張に対して強い懐疑の目を向けている。

この箇所を引用する

ストラボン, 地理誌 §13.4.3-13.4.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.4.3-13.4.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。