§13.4.1ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι·
ペルガモンは、これらの地方に対してある種の支配権を有しており、名高い都市であって、アッタロス朝の王たちとともに長い間繁栄を共にした。
καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς ἃ κατέστρεψαν ἐν βραχέσι δηλωτέον.
したがってまた、次の巡回はここから始めるべきであり、まず最初に王たちについて、彼らがどこから身を起こし、どのような結末を迎えたかを簡潔に明らかにせねばならない。
ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον·
さて、ペルガモンはもともと、アレクサンドロスの後継者の一人であるアガトクレスの子リュシマコスの宝庫であり、山自体の頂が居住地となっていた。
ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον.
その山は円錐形(松かさ状)で、鋭い頂上で終わっている。
ἐπεπίστευτο δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτων (ἦν δὲ τάλαντα ἐνακισχίλια) φιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός·
この砦と資金(九千タラントンあった)の守備を委ねられていたのは、ティアノス出身の男で、子供の頃から去勢されていたピレタイロスであった。
συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα.
というのも、ある葬儀の際、見世物があって多くの人々が集まっていたところ、まだ幼児であったピレタイロスを抱いていた乳母が群衆の中で取り残され、押し潰されて、その結果子供が不具になってしまったからである。
ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς πίστεως ταύτης ἄξιος.
彼は確かに去勢されていたが、十分に教育を受け、この信頼に値する人物であることが示された。
τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν·
しばらくの間、彼はリュシマコスに対して忠実であり続けたが、彼を中傷する彼の妻アルシノエと対立するに及んで、その地を離反させ、変革に適した好機であると見て、状況に応じて政治的に立ち回った。
ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ.
というのも、リュシマコスは身内の不和に陥って息子のカササンドロス(アガトクレス)を殺害せざるを得なくなり、また侵攻してきたセレウコス・ニカトルが彼を滅ぼしたが、彼自身もプトレマイオス・ケラウノスによって暗殺されて破滅したからである。
τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος ὁ εὐνοῦχος, καὶ πολιτευόμενος διʼ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα·
このような混乱がある中で、この宦官は砦に留まり続け、約束やその他のへつらいによって、常に勢力があり身近にいる者に対して巧みに政治的に立ち回ることで生き延びた。
διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων.
こうして彼は二十年の間、砦と資金の支配者であり続けたのである。
§13.4.2ἦσαν δʼ αὐτῷ δύο ἀδελφοί, πρεσβύτερος μὲν Εὐμένης νεώτερος δʼ Ἄτταλος·
彼には二人の兄弟がおり、兄はエウメネス、弟はアッタロスであった。
ἐκ μὲν οὖν τοῦ Εὐμένους ἐγένετο ὁμώνυμος τῷ πατρὶ Εὐμένης, ὅσπερ καὶ διεδέξατο τὸ Πέργαμον, καὶ ἦν ἤδη δυνάστης τῶν κύκλῳ χωρίων ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβαλὼν Ἀντίοχον τὸν Σελεύκου·
さて、エウメネスからは、父と同名のエウメネスが生まれ、彼がペルガモンを相続した。 彼は既に周囲の地域の支配者となっており、サルディス近郊の戦いでセレウコスの子アンティオコスと交戦して勝利を収めるほどであった。
δύο δὲ καὶ εἴκοσιν ἄρξας ἔτη τελευτᾷ τὸν βίον.
二十二年間支配した後に彼は生涯を終えた。
ἐκ δὲ Ἀττάλου καὶ Ἀντιοχίδος τῆς Ἀχαιοῦ γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν, καὶ ἀνηγορεύθη βασιλεὺς πρῶτος νικήσας Γαλάτας μάχῃ μεγάλῃ.
アッタロスと、アカイオスの娘アンティオキスとの間に生まれたアッタロスが支配権を継承し、ガラティア人との大戦に勝利して、最初に王と自称した。
οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ·
彼はまたローマ人の友となり、ロドス人の艦隊とともにフィリッポスに対して共同で戦った。
γηραιὸς δὲ ἐτελεύτα βασιλεύσας ἔτη τρία καὶ τετταράκοντα, κατέλιπε δὲ τέτταρας υἱοὺς ἐξ Ἀπολλωνίδος Κυζικηνῆς γυναικός, Εὐμένη Ἄτταλον Φιλέταιρον Ἀθήναιον.
四十三年間在位した後に老齢で亡くなり、キジコス出身の妻アポロニスとの間に、エウメネス、アッタロス、ピレタイロス、アテナイオスの四人の息子を残した。
οἱ μὲν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, τῶν δʼ ἄλλων ὁ πρεσβύτερος Εὐμένης ἐβασίλευσε·
下の子たちは一市民として生涯を終えたが、長男のエウメネスが王位に就いた。
συνεπολέμησε δὲ οὗτος Ῥωμαίοις πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπʼ Ἀντιόχῳ τὴν ἐντὸς τοῦ Ταύρου.
彼は大王アンティオコスおよびペルセウスに対してローマ人と共同で戦い、ローマ人から、タウロス山脈の内側にあったアンティオコス支配下の領土をすべて譲り受けた。
πρότερον δʼ ἦν τὰ περὶ Πέργαμον οὐ πολλὰ χωρία μέχρι τῆς θαλάττης τῆς κατὰ τὸν Ἐλαΐτην κόλπον καὶ τὸν Ἀδραμυττηνόν.
それ以前は、ペルガモン周辺の領土は、エライア湾やアドラミュッティオン湾に至る海沿いまでのわずかな地域にすぎなかった。
κατεσκεύασε δʼ οὗτος τὴν πόλιν καὶ τὸ Νικηφόριον ἄλσει κατεφύτευσε, καὶ ἀναθήματα καὶ βιβλιοθήκας καὶ τὴν ἐπὶ τοσόνδε κατοικίαν τοῦ Περγάμου τὴν νῦν οὖσαν ἐκεῖνος προσεφιλοκάλησε·
彼は都市を整備し、ニケポリオンに聖林を植え、献納物や図書館、そして現在あるような大規模なペルガモンの居住地を、美への愛着をもって付け加えた。
βασιλεύσας ἔτη τετταράκοντα καὶ ἐννέα ἀπέλιπεν υἱῷ τὴν ἀρχὴν Ἀττάλῳ, γεγονότι ἐκ Στρατονίκης τῆς Ἀριαράθου θυγατρὸς τοῦ Καππαδόκων βασιλέως.
四十九年間在位した後、彼はカッパドキアの王アリアラテスの娘ストラトニケとの間に生まれた息子アッタロスに王位を残した。
ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον.
しかし、その子は完全に幼少であったため、彼は弟のアッタロスをその子供の後見人および国の支配者として立てた。
ἓν δὲ καὶ εἴκοσιν ἔτη βασιλεύσας γέρων οὗτος τελευτᾷ κατορθώσας πολλά·
このアッタロスは二十一年間在位し、多くの偉業を成し遂げた後に老齢で亡くなった。
καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῷ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίοις ἐπὶ τὸν Ψευδοφίλιππον, ἐχειρώσατο δὲ καὶ Διήγυλιν τὸν Καινῶν βασιλέα στρατεύσας εἰς τὴν Θρᾴκην, ἀνεῖλε δὲ καὶ Προυσίαν ἐπισυστήσας αὐτῷ Νικομήδη τὸν υἱόν, κατέλιπε δὲ τὴν ἀρχὴν τῷ ἐπιτροπευθέντι Ἀττάλῳ·
というのも、彼はアンティオコスの子アレクサンドロスとともに、セレウコスの子デメトリオスと共同して戦い、偽フィリッポスに対してローマ人と同盟して戦い、さらにトラキアに遠征してカイノイの王ディエギュリスを征服し、またプルーシアスに対してその息子ニコメデスを蜂起させて彼を殺害した。 そして、かつて自分が後見していたアッタロスに支配権を残したからである。
βασιλεύσας δὲ οὗτος ἔτη πέντε καὶ κληθεὶς Φιλομήτωρ ἐτελεύτα νόσῳ τὸν βίον, κατέλιπε δὲ κληρονόμους Ῥωμαίους·
このアッタロスは五年間在位し、ピロメトル(母を愛する者)と呼ばれたが、病気で世を去り、ローマ人を相続人に指定した。
οἱ δʼ ἐπαρχίαν ἀπέδειξαν τὴν χώραν Ἀσίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ.
ローマ人はこの地を属州とし、大陸と同名のアジア属州と名付けた。
παραρρεῖ δʼ ὁ Κάικος τὸ Πέργαμον, διὰ τοῦ Καΐκου πεδίου προσαγορευομένου σφόδρα εὐδαίμονα γῆν διεξιὼν σχεδὸν δέ τι καὶ τὴν ἀρίστην τῆς Μυσίας.
カイコス川がペルガモンの傍らを流れており、カイコス平原と呼ばれる極めて肥沃な土地(ミュシアでほぼ最良と言ってよい土地)を通り抜けている。