§13.4.3ἄνδρες δʼ ἐγένοντο ἐλλόγιμοι καθʼ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν·
在我们时代,帕加马出身的显赫人物有米特里达梯,他是梅诺多图斯与阿多波吉奥尼斯之子,阿多波吉奥尼斯属于加拉太人的四分领主家族,据说她也是米特里达梯国王的爱妾。
ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι.
因此,他的亲友假称这孩子是国王所生,便给他起了这个名字。
οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου· κατελύθη δʼ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον.
总之,此人成为了神圣凯萨的友人,并晋升到了如此的荣耀地位,以至于他被任命为母系家族的四分领主,以及其他地方和玻斯普鲁斯的国王;但他被阿桑德推翻,后者也是杀害法尔纳克斯国王并占领玻斯普鲁斯的人。
οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ὁ ῥήτωρ ὁ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτʼ ἐστί· πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ ἡ Ἀπολλοδώρειος αἵρεσις καὶ ἡ Θεοδώρειος.
如此,此人确实被认为配得上巨大的名声,修辞学家阿波罗多洛斯也是如此,他著有《修辞术》并创立了阿波罗多洛斯派,无论那是什么派别;因为当时有许多学说流行,但它们需要超出我们能力的判断,其中既有阿波罗多洛斯派,也有狄奥多罗斯派。
μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον ἡ τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον· μαθητὴν δʼ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ· καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.
然而,最使阿波罗多洛斯声名显赫的是尊贵者凯萨的友谊,阿氏成为了他的雄辩术老师;他还有一位著名的弟子,即被称为阿提库斯的狄奥尼修斯,是他的同胞市民;因为他不仅是一位有才干的诡辩家,也是一位历史学家和演讲撰稿人。
§13.4.4προϊόντι δʼ ἀπὸ τοῦ πεδίου καὶ τῆς πόλεως ἐπὶ μὲν τὰ πρὸς ἕω μέρη πόλις ἐστὶν Ἀπολλωνία, μετεώροις ἐπικειμένη τόποις· ἐπὶ δὲ τὸν νότον ὀρεινὴ ῥάχις ἐστίν, ἣν ὑπερβᾶσι καὶ βαδίζουσιν ἐπὶ Σάρδεων πόλις ἐστὶν ἐν ἀριστερᾷ Θυάτειρα, κατοικία Μακεδόνων, ἣν Μυσῶν ἐσχάτην τινὲς φασίν.
对于从平原和城市出发朝向东部地区前进的人来说,有一座位于高处的城市阿波罗尼亚;而朝向南部是一条山脊,对于越过这条山脊并步行前往萨尔迪斯的人来说,左侧有推雅推喇城,这是马其顿人的定居点,有些人说它是妙乌西亚人的最边远城市。
ἐν δεξιᾷ δʼ Ἀπολλωνίς, διέχουσα Περγάμου τριακοσίους σταδίους, τοὺς δὲ ἴσους καὶ τῶν Σάρδεων· ἐπώνυμος δʼ ἐστὶ τῆς Κυζικηνῆς Ἀπολλωνίδος·
右侧则是阿波罗尼斯,距离帕加马三百斯塔德,距离萨尔迪斯也同样是这个数字;它得名于基济科斯的阿波罗尼斯。
εἶτʼ ἐκδέχεται τὸ Ἕρμου πεδίον καὶ Σάρδεις·
随后是赫尔墨斯平原和萨尔迪斯。
τὰ δὲ προσάρκτια τῷ Περγάμῳ τὰ πλεῖστα ὑπὸ Μυσῶν ἔχεται τὰ ἐν δεξιᾷ τῶν Ἀβαειτῶν λεγομένων, οἷς συνάπτει ἡ Ἐπίκτητος μέχρι Βιθυνίας.
帕加马的北部地区大部分由位于被称为阿巴埃泰人右侧的妙乌西亚人占领,艾皮克特图斯与他们相邻,一直延伸到比提尼亚。
§13.4.5αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δʼ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ· βασίλειον δʼ ὑπῆρξε τῶν Λυδῶν, οὓς ὁ ποιητὴς καλεῖ Μῄονας οἱ δʼ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δʼ ἑτέρους ἀποφαίνοντες· τοὺς δʼ αὐτοὺς ἄμεινόν ἐστι λέγειν.
萨尔迪斯是一座大城市,虽然比特洛意时代要年轻,但依然古老,拥有防御坚固的卫城;它曾是吕底亚人的王都,诗人称他们为梅奥内斯人,后来的作家称他们为麦奥内斯人,有些人宣称他们与吕底亚人是同一种人,另一些人则认为不同;但最好说他们是同一种人。
ὑπέρκειται δὲ τῶν Σάρδεων ὁ Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφʼ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν· περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες.
在萨尔迪斯之上耸立着特莫卢斯山,这是一座富饶的山,山顶上建有一个观景台,是用白石建造的半圆形座椅,为波斯人之作,从那里可以俯瞰周围的平原,尤其是凯斯特罗斯平原;周围居住着吕底亚人、妙乌西亚人和马其顿人。
ῥεῖ δʼ ὁ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφʼ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι· νῦν δʼ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται.
帕克托洛斯河流自特莫卢斯山,在古代顺流冲下许多金砂,据说克罗伊斯及其祖先的所谓财富便是由此闻名的;但现在正如已经说过的那样,金砂已经枯竭了。
καταφέρεται δʼ ὁ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ ὁ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος· συμπεσόντες δʼ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν.
帕克托洛斯河流入赫尔墨斯河,许洛斯河也汇入其中,如今被称为弗里吉乌斯河;这三条河汇合在一起,与其它一些不太著名的河流一道,流入福凯亚附近的海洋,正如希罗多德所说。
ἄρχεται δʼ ἐκ Μυσίας ὁ Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης.
赫尔墨斯河发源于妙乌西亚的丁迪美妮圣山,穿过卡塔凯考梅内流入萨尔迪斯地区及相连的平原,直至海洋。
ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων.
该城下方展开着萨尔迪斯平原、居鲁士平原、赫尔墨斯平原和凯斯特罗斯平原,这些平原彼此相连,是所有平原中最好的。
ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν ἡ Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη, Κολόη δʼ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον.
距离该城四十斯塔德的地方是诗人所说的吉盖亚湖,后来改名为科洛埃湖,那里有科洛埃的阿耳忒弥斯神庙,享有极高的神圣性。
φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδʼ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.
据说在节日期间,那里的篮子会跳舞,我不知道他们怎么能说出这种奇谈怪论而不是说真话。